Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 201 - 300 of 391 • previousnext

s-201 μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ̓ ὀρθῶς ἔχειν.
s-202 ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δ̓ ἀντιτείνοντ̓ αὐτόπρεμν̓ ἀπόλλυται.
s-203 αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
s-204 ἀλλ̓ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
s-205 γνώμη γὰρ εἴ τις κἀπ̓ ἐμοῦ νεωτέρου πρόσεστι, φήμ̓ ἔγωγε πρεσβεύειν πολὺ φῦναι τὸν ἄνδρα πάντ̓ ἐπιστήμης πλέων·
s-206 εὖ γὰρ εἴρηται διπλῇ.
s-207 οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ φρονεῖν ὑπ̓ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
s-208 ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
s-209 οὐ δ̓ ἂν κελεύσαιμ̓ εὐσεβεῖν εἰς τοὺς κακούς.
s-210 οὐχ ἥδε γὰρ τοιᾷδ̓ ἐπείληπται νόσῳ;
s-211 οὔ φησι Θήβης τῆσδ̓ ὁμόπτολις λεώς.
s-212 πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
s-213 ὁρᾷς τόδ̓ ὡς εἴρηκας ὡς ἄγαν νέος;
s-214 οὐ τοῦ κρατοῦντος πόλις νομίζεται;
s-215 καλῶς γ̓ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
s-216 ὅδ̓, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
s-217 σοῦ γὰρ οὖν προκήδομαι.
s-218 οὐ γὰρ δίκαιά σ̓ ἐξαμαρτάνονθ̓ ὁρῶ.
s-219 ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
s-220 οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν.
s-221 οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
s-222 δ̓ οὖν θανεῖται καὶ θανοῦσ̓ ὀλεῖ τινα.
s-223 κἀπαπειλῶν ὧδ̓ ἐπεξέρχει θρασύς;
s-224 τίς δ̓ ἔστ̓ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
s-225 κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
s-226 εἰ μὴ πατὴρ ἦσθ̓, εἶπον ἄν σ̓ οὐκ εὖ φρονεῖν.
s-227 γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
s-228 βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
s-229 ἄγαγε τὸ μῖσος ὡς κατ̓ ὄμματ̓ αὐτίκα παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
s-230 ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
s-231 νοῦς δ̓ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
s-232 δράτω·
s-233 τὼ δ̓ οὖν κόρα τώδ̓ οὐκ ἀπαλλάξει μόρου.
s-234 ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
s-235 εὖ γὰρ οὖν λέγεις.
s-236 μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;
s-237 δ̓ ἔχων μέμηνεν.
s-238 νικᾷ δ̓ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν.
s-239 ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα.
s-240 με δαίμων ὁμοιοτάταν κατευνάζει.
s-241 οἴμοι γελῶμαι.
s-242 πατρῷον δ̓ ἐκτίνεις τιν̓ ἆθλον.
s-243 ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
s-244 πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ̓ ἐγὼ μέτοικος ἔρχομαι.
s-245 σὲ δ̓ αὐτόγνωτος ὤλεσ̓ ὀργά.
s-246 ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι τὰν πυμάταν ὁδόν.
s-247 τὸν δ̓ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει.
s-248 ἆῤ ἴστ̓, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν ὡς οὐ δ̓ ἂν εἷς παύσαιτ̓ ἄν, εἰ χρείη λέγειν;
s-249 οὐκ ἄξεθ̓ ὡς τάχιστα;
s-250 καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ̓ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν εἴτ̓ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
s-251 νῦν δέ Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδ̓ ἄρνυμαι.
s-252 οὐ γάρ ποτ̓ οὔ τ̓ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, οὔ τ̓ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ̓ ἂν ᾐρόμην πόνον.
s-253 τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
s-254 τοιῷδε μέντοι σ̓ ἐκπροτιμήσασ̓ ἐγὼ νόμῳ Κρέοντι ταῦτ̓ ἔδοξ̓ ἁμαρτάνειν καὶ δεινὰ τολμᾶν, κασίγνητον κάρα.
s-255 τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν;
s-256 ἀλλ̓ εἰ μὲν οὖν τάδ̓ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
s-257 εἰ δ̓ οἵδ̓ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν καὶ δρῶσιν ἐκδίκως ἐμέ.
s-258 ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ ψυχῆς ῥιπαὶ τήνδε γ̓ ἔχουσιν.
s-259 τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύμαθ̓ ὑπάρξει βραδυτῆτος ὕπερ.
s-260 οἴμοι, θανάτου τοῦτ̓ ἐγγυτάτω τοὔπος ἀφῖκται.
s-261 θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
s-262 λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα.
s-263 ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·
s-264 ζεύχθη δ̓ ὀξύχολος παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
s-265 οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος.
s-266 κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
s-267 παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τ̓ ἠρέθιζε Μούσας.
s-268 κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
s-269 δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντασ̓ Ἐρεχθειδᾶν, τηλεπόροις δ̓ ἐν ἄντροις τράφη θυέλλαισιν ἐν πατρῴαις Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς.
s-270 Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύ̓ ἐξ ἑνὸς βλέποντε·
s-271 τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
s-272 ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
s-273 οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
s-274 τοιγὰρ δἰ ὀρθῆς τήνδ̓ ἐναυκλήρεις πόλιν.
s-275 ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
s-276 φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
s-277 ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
s-278 γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
s-279 εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵν̓ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ̓ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
s-280 καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων·
s-281 πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
s-282 εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν·
s-283 τοιαῦτα παιδὸς τοῦδ̓ ἐμάνθανον πάρα, φθίνοντ̓ ἀσήμων ὀργίων μαντεύματα.
s-284 καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
s-285 κᾆτ̓ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παῤ ἡμῶν οὐ δὲ μηρίων φλόγα, οὐ δ̓ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
s-286 ταῦτ̓ οὖν, τέκνον, φρόνησον.
s-287 ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
s-288 ἐπεὶ δ̓ ἁμάρτῃ, κεῖνος οὐκέτ̓ ἔστ̓ ἀνὴρ ἄβουλος οὐ δ̓ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μη δ̓ ἀκίνητος πέλῃ.
s-289 αὐθαδία τοι σκαιότητ̓ ὀφλισκάνει.
s-290 ἀλλ̓ εἶκε τῷ θανόντι μη δ̓ ὀλωλότα κέντει·
s-291 εὖ σοι φρονήσας εὖ λέγω.
s-292 εὖ γὰρ οἶδ̓ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
s-293 πίπτουσι δ̓, γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματ̓ αἴσχῤ, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
s-294 ἆῤ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
s-295 ποῖον τοῦτο πάγκοινον λέγεις;
s-296 ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
s-297 οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
s-298 καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
s-299 τὸ δ̓ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
s-300 ἆῤ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;

Text viewDownload CoNNL-U