Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 103 - 202 of 391 • previousnext

s-103 ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
s-104 ἄναξ, βροτοῖσιν οὐδέν ἔστ̓ ἀπώμοτον.
s-105 κλῆρος ἐνθάδ̓ οὐκ ἐπάλλετο, ἀλλ̓ ἔστ̓ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
s-106 ἐγὼ δ̓ ἐλεύθερος δίκαιός εἰμι τῶνδ̓ ἀπηλλάχθαι κακῶν.
s-107 ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
s-108 αὕτη τὸν ἄνδῤ ἔθαπτε·
s-109 πάντ̓ ἐπίστασαι.
s-110 καὶ ξυνίης καὶ λέγεις ὀρθῶς φῄς;
s-111 ἆῤ ἔνδηλα καὶ σαφῆ λέγω;
s-112 τοιοῦτον ἦν τὸ πρᾶγμ̓.
s-113 μύσαντες δ̓ εἴχομεν θείαν νόσον.
s-114 οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ̓ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
s-115 χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ̓ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις·
s-116 ἀλλὰ πάντα ταῦθ̓ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
s-117 σὺ δ̓ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
s-118 ᾔδη·
s-119 τί δ̓ οὐκ ἔμελλον;
s-120 ἐμφανῆ γὰρ ἦν.
s-121 καὶ δῆτ̓ ἐτόλμας τούσδ̓ ὑπερβαίνειν νόμους;
s-122 οὐ γάρ τί μοι Ζεὺς ἦν κηρύξας τάδε, οὐ δ̓ ξύνοικος τῶν κάτω θεῶν Δίκη τοιούσδ̓ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
s-123 τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ̓, ἐν θεοῖσι τὴν δίκην δώσειν·
s-124 εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ̓ ἐγὼ λέγω.
s-125 ἀλλ̓ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ̓ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν·
s-126 τοῖσδε δ̓ οὐκ ἀλγύνομαι.
s-127 σοὶ δ̓ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
s-128 δηλοῖ τὸ γέννημ̓ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός.
s-129 εἴκειν δ̓ οὐκ ἐπίσταται κακοῖς.
s-130 ἀλλ̓ ἴσθι τοι τὰ σκλήῤ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ̓ ἂν εἰσίδοις·
s-131 σμικρῷ χαλινῷ δ̓ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας·
s-132 οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ̓ ὅστις δοῦλός ἐστι τῶν πέλας.
s-133 αὕτη δ̓ ὑβρίζειν μὲν τότ̓ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
s-134 καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
s-135 καί νιν καλεῖτ̓·
s-136 ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐ δ̓ ἐπήβολον φρενῶν.
s-137 μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
s-138 τοῦτ̓ ἔχων ἅπαντ̓ ἔχω.
s-139 τί δῆτα μέλλεις;
s-140 οὕτω δὲ καὶ σοὶ τἄμ̓ ἀφανδάνοντ̓ ἔφυ.
s-141 τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ̓ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
s-142 σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
s-143 ὁρῶσι χοὖτοι, σοὶ δ̓ ὑπίλλουσιν στόμα.
s-144 σὺ δ̓ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
s-145 πῶς δῆτ̓ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
s-146 οὐ μαρτυρήσει ταῦθ̓ κατθανὼν νέκυς.
s-147 οὐ γάρ τι δοῦλος, ἀλλ̓ ἀδελφὸς ὤλετο.
s-148 ὁμῶς γ̓ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
s-149 οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
s-150 ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
s-151 ἀλλ̓ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
s-152 λόγοις δ̓ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
s-153 μήτοι, κασιγνήτη, μ̓ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ̓ ἁγνίσαι.
s-154 ἀρκέσω θνῄσκουσ̓ ἐγώ.
s-155 Κρέοντ̓ ἐρώτα·
s-156 τί ταῦτ̓ ἀνιᾷς μ̓, οὐδὲν ὠφελουμένη;
s-157 ἀλγοῦσα μὲν δῆτ̓ εἰ γελῶ γ̓ ἐν σοὶ γελῶ.
s-158 τί δῆτ̓ ἂν ἀλλὰ νῦν σ̓ ἔτ̓ ὠφελοῖμ̓ ἐγώ;
s-159 σῶσον σεαυτήν·
s-160 οὐ φθονῶ σ̓ ὑπεκφυγεῖν.
s-161 θάρσει·
s-162 σὺ μὲν ζῇς, δ̓ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
s-163 οὐ γάρ ποτ̓, ὦναξ, οὐ δ̓ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ̓ ἐξίσταται.
s-164 ἀλλ̓ ἥδε μέντοι μὴ λέγ̓·
s-165 ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
s-166 ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
s-167 κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
s-168 φίλταθ̓ Αἷμον, ὥς σ̓ ἀτιμάζει πατήρ.
s-169 ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
s-170 γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
s-171 Ἅιδης παύσων τούσδε τοὺς γάμους ἔφυ.
s-172 ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε μη δ̓ ἀνειμένας.
s-173 φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας ἤδη τὸν Ἅιδην εἰσορῶσι τοῦ βίου.
s-174 οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·
s-175 νῦν γὰρ ἐσχάτας ὕπερ ῥίζας τέτατο φάος ἐν Οἰδίπου δόμοις, κατ̓ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κόνις λόγου τ̓ ἄνοια καὶ φρενῶν ἐρινύς.
s-176 τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;
s-177 τὰν οὔθ̓ ὕπνος αἱρεῖ ποθ̓ πάντ̓ ἀγρεύων, οὔ τε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.
s-178 τό τ̓ ἔπειτα καὶ τὸ μέλλον καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδ̓, οὐδὲν ἕρπει θνατῶν βιότῳ πάμπολύ γ̓ ἐκτὸς ἄτας.
s-179 εἰδότι δ̓ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ.
s-180 σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.
s-181 πράσσει δ̓ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
s-182 ἆῤ ἀχνύμενος τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτης λεχέων ὑπεραλγῶν;
s-183 τάχ̓ εἰσόμεσθα μάντεων ὑπέρτερον.
s-184 παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
s-185 πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ̓ ἐφέψομαι.
s-186 ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
s-187 οὕτω γάρ, παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ̓ ὄπισθεν ἑστάναι.
s-188 τούτου γὰρ οὕνεκ̓ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
s-189 μή νύν ποτ̓, παῖ, τὰς φρένας ὑφ̓ ἡδονῆς γυναικὸς οὕνεκ̓ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις.
s-190 ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ̓ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ.
s-191 πρὸς ταῦτ̓ ἐφυμνείτω Δία ξύναιμον.
s-192 ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ̓ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
s-193 ἀλλ̓ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
s-194 αὕτη πόλεις ὄλλυσιν, ἥδ̓ ἀναστάτους οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς τροπὰς καταρρήγνυσι·
s-195 τῶν δ̓ ὀρθουμένων σῴζει τὰ πολλὰ σώμαθ̓ πειθαρχία.
s-196 ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
s-197 γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.
s-198 σοῦ δ̓ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις πράσσει τις ψέγειν ἔχει.
s-199 ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ̓ ἄθαπτον μήθ̓ ὑπ̓ ὠμηστῶν κυνῶν εἴασ̓ ὀλέσθαι μήθ̓ ὑπ̓ οἰωνῶν τινος.
s-200 τοιάδ̓ ἐρεμνὴ σῖγ̓ ἐπέρχεται φάτις.
s-201 μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ̓ ὀρθῶς ἔχειν.
s-202 ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δ̓ ἀντιτείνοντ̓ αὐτόπρεμν̓ ἀπόλλυται.

Text viewDownload CoNNL-U