s-102
| ὅδ̓ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. |
s-103
| ποίᾳ ξύμμετρος προὔβην τύχῃ; |
s-104
| ἄναξ, βροτοῖσιν οὐδέν ἔστ̓ ἀπώμοτον. |
s-105
| κλῆρος ἐνθάδ̓ οὐκ ἐπάλλετο, ἀλλ̓ ἔστ̓ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. |
s-106
| ἐγὼ δ̓ ἐλεύθερος δίκαιός εἰμι τῶνδ̓ ἀπηλλάχθαι κακῶν. |
s-107
| ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; |
s-108
| αὕτη τὸν ἄνδῤ ἔθαπτε· |
s-109
| πάντ̓ ἐπίστασαι. |
s-110
| ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; |
s-111
| ἆῤ ἔνδηλα καὶ σαφῆ λέγω; |
s-112
| τοιοῦτον ἦν τὸ πρᾶγμ̓. |
s-113
| μύσαντες δ̓ εἴχομεν θείαν νόσον. |
s-114
| οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ̓ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. |
s-115
| χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ̓ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· |
s-116
| ἀλλὰ πάντα ταῦθ̓ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. |
s-117
| σὺ δ̓ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; |
s-118
| ᾔδη· |
s-119
| τί δ̓ οὐκ ἔμελλον; |
s-120
| ἐμφανῆ γὰρ ἦν. |
s-121
| καὶ δῆτ̓ ἐτόλμας τούσδ̓ ὑπερβαίνειν νόμους; |
s-122
| οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐ δ̓ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη τοιούσδ̓ ἐν ἀνθρώποισιν ὥρισεν νόμους. |
s-123
| τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ̓, ἐν θεοῖσι τὴν δίκην δώσειν· |
s-124
| εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ̓ ἐγὼ λέγω. |
s-125
| ἀλλ̓ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ̓ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· |
s-126
| τοῖσδε δ̓ οὐκ ἀλγύνομαι. |
s-127
| σοὶ δ̓ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. |
s-128
| δηλοῖ τὸ γέννημ̓ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός. |
s-129
| εἴκειν δ̓ οὐκ ἐπίσταται κακοῖς. |
s-130
| ἀλλ̓ ἴσθι τοι τὰ σκλήῤ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ̓ ἂν εἰσίδοις· |
s-131
| σμικρῷ χαλινῷ δ̓ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας· |
s-132
| οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ̓ ὅστις δοῦλός ἐστι τῶν πέλας. |
s-133
| αὕτη δ̓ ὑβρίζειν μὲν τότ̓ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· |
s-134
| καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. |
s-135
| καί νιν καλεῖτ̓· |
s-136
| ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐ δ̓ ἐπήβολον φρενῶν. |
s-137
| μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. |
s-138
| τοῦτ̓ ἔχων ἅπαντ̓ ἔχω. |
s-139
| τί δῆτα μέλλεις; |
s-140
| οὕτω δὲ καὶ σοὶ τἄμ̓ ἀφανδάνοντ̓ ἔφυ. |
s-141
| τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ̓ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. |
s-142
| σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. |
s-143
| ὁρῶσι χοὖτοι, σοὶ δ̓ ὑπίλλουσιν στόμα. |
s-144
| σὺ δ̓ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; |
s-145
| πῶς δῆτ̓ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; |
s-146
| οὐ μαρτυρήσει ταῦθ̓ ὁ κατθανὼν νέκυς. |
s-147
| οὐ γάρ τι δοῦλος, ἀλλ̓ ἀδελφὸς ὤλετο. |
s-148
| ὁμῶς ὅ γ̓ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. |
s-149
| οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. |
s-150
| ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. |
s-151
| ἀλλ̓ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. |
s-152
| λόγοις δ̓ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. |
s-153
| μήτοι, κασιγνήτη, μ̓ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ̓ ἁγνίσαι. |
s-154
| ἀρκέσω θνῄσκουσ̓ ἐγώ. |
s-155
| Κρέοντ̓ ἐρώτα· |
s-156
| τί ταῦτ̓ ἀνιᾷς μ̓, οὐδὲν ὠφελουμένη; |
s-157
| ἀλγοῦσα μὲν δῆτ̓ εἰ γελῶ γ̓ ἐν σοὶ γελῶ. |
s-158
| τί δῆτ̓ ἂν ἀλλὰ νῦν σ̓ ἔτ̓ ὠφελοῖμ̓ ἐγώ; |
s-159
| σῶσον σεαυτήν· |
s-160
| οὐ φθονῶ σ̓ ὑπεκφυγεῖν. |
s-161
| θάρσει· |
s-162
| σὺ μὲν ζῇς, ἡ δ̓ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. |
s-163
| οὐ γάρ ποτ̓, ὦναξ, οὐ δ̓ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ̓ ἐξίσταται. |
s-164
| ἀλλ̓ ἥδε μέντοι μὴ λέγ̓· |
s-165
| ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; |
s-166
| ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. |
s-167
| κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. |
s-168
| ὦ φίλταθ̓ Αἷμον, ὥς σ̓ ἀτιμάζει πατήρ. |
s-169
| ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. |
s-170
| ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; |
s-171
| Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. |
s-172
| ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε μη δ̓ ἀνειμένας. |
s-173
| φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας ἤδη τὸν Ἅιδην εἰσορῶσι τοῦ βίου. |
s-174
| οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· |
s-175
| νῦν γὰρ ἐσχάτας ὕπερ ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις, κατ̓ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κόνις λόγου τ̓ ἄνοια καὶ φρενῶν ἐρινύς. |
s-176
| τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; |
s-177
| τὰν οὔθ̓ ὕπνος αἱρεῖ ποθ̓ ὁ πάντ̓ ἀγρεύων, οὔ τε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. |
s-178
| τό τ̓ ἔπειτα καὶ τὸ μέλλον καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδ̓, οὐδὲν ἕρπει θνατῶν βιότῳ πάμπολύ γ̓ ἐκτὸς ἄτας. |
s-179
| εἰδότι δ̓ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ. |
s-180
| σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. |
s-181
| πράσσει δ̓ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. |
s-182
| ἆῤ ἀχνύμενος τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτης λεχέων ὑπεραλγῶν; |
s-183
| τάχ̓ εἰσόμεσθα μάντεων ὑπέρτερον. |
s-184
| ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει; |
s-185
| πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ̓ ἐφέψομαι. |
s-186
| ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. |
s-187
| οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ̓ ὄπισθεν ἑστάναι. |
s-188
| τούτου γὰρ οὕνεκ̓ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. |
s-189
| μή νύν ποτ̓, ὦ παῖ, τὰς φρένας ὑφ̓ ἡδονῆς γυναικὸς οὕνεκ̓ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. |
s-190
| ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ̓ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. |
s-191
| πρὸς ταῦτ̓ ἐφυμνείτω Δία ξύναιμον. |
s-192
| ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ̓ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. |
s-193
| ἀλλ̓ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. |
s-194
| αὕτη πόλεις ὄλλυσιν, ἥδ̓ ἀναστάτους οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς τροπὰς καταρρήγνυσι· |
s-195
| τῶν δ̓ ὀρθουμένων σῴζει τὰ πολλὰ σώμαθ̓ ἡ πειθαρχία. |
s-196
| ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. |
s-197
| γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον. |
s-198
| σοῦ δ̓ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. |
s-199
| ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ̓ ἄθαπτον μήθ̓ ὑπ̓ ὠμηστῶν κυνῶν εἴασ̓ ὀλέσθαι μήθ̓ ὑπ̓ οἰωνῶν τινος. |
s-200
| τοιάδ̓ ἐρεμνὴ σῖγ̓ ἐπέρχεται φάτις. |
s-201
| μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ̓ ὀρθῶς ἔχειν. |