s-406
| τὰ δ̓ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. |
s-407
| ἀλλ̓ ἀρκέσει καὶ ταῦτα· |
s-408
| πρόσνειμαι δέ μοι χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς. |
s-409
| τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον; |
s-410
| Ἰόλην ἔλεξας, ὥς γ̓ ἐπεικάζειν ἐμέ. |
s-411
| ἔγνως. |
s-412
| τοσοῦτον δή σ̓ ἐπισκήπτω, τέκνον· |
s-413
| ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν βούλει, πατρῴων ὁρκίων μεμνημένος, προσθοῦ δάμαρτα, μη δ̓ ἀπιστήσῃς πατρί· |
s-414
| πείθου· |
s-415
| τὸ γάρ τοι μεγάλα πιστεύσαντ̓ ἐμοὶ σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν. |
s-416
| ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς. |
s-417
| ἁνὴρ ὅδ̓, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ φθίνοντι μοῖραν· |
s-418
| ἀλλά τοι θεῶν ἀρὰ μενεῖ σ̓ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. |
s-419
| ὤμοι, τάχ̓, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις. |
s-420
| σὺ γάρ μ̓ ἀπ̓ εὐνασθέντος ἐκκινεῖς κακοῦ. |
s-421
| δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω. |
s-422
| οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν. |
s-423
| ἀλλ̓ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; |
s-424
| πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε; |
s-425
| τούτων μάρτυρας καλῶ θεούς. |
s-426
| τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν θεοῖσι δεικνὺς ἔργον· |
s-427
| οὐ γὰρ ἄν ποτε κακὸς φανείην σοί γε πιστεύσας, πάτερ. |
s-428
| καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν σπαραγμὸν ἤ τιν̓ οἶστρον, ἐς πυράν με θῇς. |
s-429
| ἄγ̓ ἐγκονεῖτ̓, αἴρεσθε· |
s-430
| ἄγε νυν, πρὶν τήνδ̓ ἀνακινῆσαι νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος λιθοκόλλητον στόμιον παρέχουσ̓, ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον τελέουσ̓ ἀεκούσιον ἔργον. |
s-431
| αἴρετ̓, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ τούτων θέμενοι συγγνωμοσύνην, μεγάλην δὲ θεῶν ἀγνωμοσύνην εἰδότες ἔργων τῶν πρασσομένων, οἳ φύσαντες καὶ κλῃζόμενοι πατέρες τοιαῦτ̓ ἐφορῶσι πάθη. |