s-304
| ὡς φίλου προκηδομένα βαρεῖαν ἄψοφον φέρει βάσιν. |
s-305
| αἰαῖ, ὅδ̓ ἀναύδατος φέρεται. |
s-306
| τί πάθω; |
s-307
| τί δὲ μήσομαι; |
s-308
| σίγα, τέκνον, μὴ κινήσῃς ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· |
s-309
| ζῇ γὰρ προπετής· |
s-310
| ἀλλ̓ ἴσχε δακὼν στόμα σόν. |
s-311
| πῶς φής, γέρον; |
s-312
| ἦ ζῇ; |
s-313
| ἐμμέμονεν φρήν. |
s-314
| ὦ Ζεῦ, ποῖ γᾶς ἥκω; |
s-315
| παρὰ τοῖσι βροτῶν κεῖμαι πεπονημένος ἀλλήκτοις ὀδύναις; |
s-316
| ἡ δ̓ αὖ μιαρὰ βρύκει. |
s-317
| ἆῤ ἐξῄδη σ̓ ὅσον ἦν κέρδος σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι τῷδ̓ ἀπὸ κρατὸς βλεφάρων θ̓ ὕπνον; |
s-318
| οὐ γὰρ ἔχω πῶς ἂν στέρξαιμι κακὸν τόδε λεύσσων. |
s-319
| ὦ Κηναία κρηπὶς βωμῶν, ἱερῶν οἵαν οἵων ἐπί μοι μελέῳ χάριν ἠνύσω· |
s-320
| οἵαν μ̓ ἄῤ ἔθου λώβαν, οἵαν· |
s-321
| ἣν μή ποτ̓ ἐγὼ προσιδεῖν ὁ τάλας ὤφελον ὄσσοις, τόδ̓ ἀκήλητον μανίας ἄνθος καταδερχθῆναι. |
s-322
| θαῦμ̓ ἂν πόρρωθεν ἰδοίμην. |
s-323
| ἒ ἔ, ἐᾶτέ μ̓, ἐᾶτέ με δύσμορον ὕστατον, ἐᾶθ̓ ὕστατον εὐνᾶσθαι. |
s-324
| πᾷ πᾷ μου ψαύεις; |
s-325
| ποῖ κλίνεις; |
s-326
| ἀπολεῖς μ̓, ἀπολεῖς. |
s-327
| ἀνατέτροφας ὅ τι καὶ μύσῃ. |
s-328
| ἧπταί μου, τοτοτοῖ, ἥδ̓ αὖθ̓ ἕρπει. |
s-329
| πόθεν ἔστ̓, ὦ πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει; |
s-330
| ἒ ἔ, οὐ δ̓ ἀπαράξαι κρᾶτα βίᾳ θέλει μολὼν τοῦ στυγεροῦ; |
s-331
| σὺ δὲ σύλλαβε. |
s-332
| τοιαῦτα νέμει Ζεύς. |
s-333
| τᾷδέ με τᾷδέ με πρόσλαβε κουφίσας. |
s-334
| θρῴσκει δ̓ αὖ, θρῴσκει δειλαία διολοῦσ̓ ἡμᾶς ἀποτίβατος ἀγρία νόσος. |
s-335
| ὦ Παλλὰς Παλλάς, τόδε μ̓ αὖ λωβᾶται. |
s-336
| ἰὼ παῖ, τὸν φύτοῤ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος, παῖσον ἐμᾶς ὑπὸ κλῇδος· |
s-337
| ἀκοῦ δ̓ ἄχος, ᾧ μ̓ ἐχόλωσεν σὰ μάτηρ ἄθεος, τὰν ὧδ̓ ἐπίδοιμι πεσοῦσαν αὔτως, ὧδ̓ αὔτως ὥς μ̓ ὤλεσεν. |
s-338
| κλύουσ̓ ἔφριξα τάσδε συμφοράς, φίλαι, ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. |
s-339
| κοὔπω τοιοῦτον οὔ τ̓ ἄκοιτις ἡ Διὸς προύθηκεν οὔθ̓ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί, οἷον τόδ̓ ἡ δολῶπις Οἰνέως κόρη καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι. |
s-340
| κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ̓ ὁ γηγενὴς στρατὸς Γιγάντων οὔ τε θήρειος βία, οὔθ̓ Ἑλλὰς οὔ τ̓ ἄγλωσσος οὔθ̓ ὅσην ἐγὼ γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω· |
s-341
| ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. |
s-342
| ἴθ̓, ὦ τέκνον, τόλμησον· |
s-343
| νῦν δ̓ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. |
s-344
| καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, σκέψαι θ̓ ὁποίας ταῦτα συμφορᾶς ὕπο πέπονθα· |
s-345
| δείξω γὰρ τάδ̓ ἐκ καλυμμάτων. |
s-346
| ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. |
s-347
| αἰαῖ, ἆ τάλας, ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ̓ αὖ, διῇξε πλευρῶν, οὐ δ̓ ἀγύμναστόν μ̓ ἐᾶν ἔοικεν ἡ τάλαινα διάβορος νόσος. |
s-348
| ὦναξ Ἀίδη, δέξαι μ̓, ὦ Διὸς ἀκτίς, παῖσον, ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, πάτερ, κεραυνοῦ· |
s-349
| δαίνυται γὰρ αὖ πάλιν, ἤνθηκεν, ἐξωρμήκεν. |
s-350
| ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, κοὐδεὶς τροπαῖ̓ ἔστησε τῶν ἐμῶν χερῶν. |
s-351
| νῦν δ̓ ὧδ̓ ἄναρθρος καὶ κατερρακωμένος τυφλῆς ὑπ̓ ἄτης ἐκπεπόρθημαι τάλας, ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, ὁ τοῦ κατ̓ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος. |
s-352
| ἀλλ̓ εὖ γέ τοι τόδ̓ ἴστε, κἂν τὸ μηδὲν ὦ κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε χειρώσομαι κἀκ τῶνδε· |
s-353
| προσμόλοι μόνον, ἵν̓ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην. |
s-354
| ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ ἕξουσαν, ἀνδρὸς τοῦδέ γ̓ εἰ σφαλήσεται. |
s-355
| ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· |
s-356
| δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει θυμῷ δύσοργος· |
s-357
| εἰπὼν ὃ χρῄζεις λῆξον· |
s-358
| ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; |
s-359
| ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν. |
s-360
| ἀλλ̓ οὐ δὲ μὲν δὴ τοῖς γ̓ ἐφ̓ ἡμέραν ἐρεῖς. |
s-361
| λέγ̓, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς. |
s-362
| λέγω· |
s-363
| τέθνηκεν ἀρτίως νεοσφαγής. |
s-364
| τέρας τοι διὰ κακῶν ἐθέσπισας. |
s-365
| κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις. |
s-366
| δεινοῦ λόγου κατῆρξας· |
s-367
| εἰπὲ δ̓ ᾗ νοεῖς. |
s-368
| ἅπαν τὸ χρῆμ̓ ἥμαρτε χρηστὰ μωμένη. |
s-369
| χρήστ̓, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ; |
s-370
| στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν ἀπήμπλαχ̓, ὡς προσεῖδε τοὺς ἔνδον γάμους. |
s-371
| Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον. |
s-372
| ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας· |
s-373
| ὄλωλ̓ ὄλωλα, φέγγος οὐκέτ̓ ἔστι μοι. |
s-374
| ἴθ̓, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτ̓ ἔστι σοι· |
s-375
| κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων, κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ φήμην πύθησθε θεσφάτων ὅσ̓ οἶδ̓ ἐγώ. |
s-376
| παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ̓ αὐτὴ τρέφει, τοὺς δ̓ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις· |
s-377
| ἡμεῖς δ̓ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, πράσσειν, κλύοντες ἐξυπηρετήσομεν. |
s-378
| σὺ δ̓ οὖν ἄκουε τοὔργον· |
s-379
| ἐξήκεις δ̓ ἵνα φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ. |
s-380
| ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι, τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, ἀλλ̓ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι. |
s-381
| ὅδ̓ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν πρόφαντον, οὕτω ζῶντά μ̓ ἔκτεινεν θανών. |
s-382
| φανῶ δ̓ ἐγὼ τούτοισι συμβαίνοντ̓ ἴσα μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός, ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ λύσιν τελεῖσθαι· |
s-383
| κἀδόκουν πράξειν καλῶς. |
s-384
| τὸ δ̓ ἦν ἄῤ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ. |
s-385
| τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται. |
s-386
| ἀλλ̓, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν τοιάνδ̓ ἐπελθών, πείσομαι δ̓ ἅ σοι δοκεῖ. |
s-387
| ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι· |
s-388
| ὡς πρὸς τί πίστιν τήνδ̓ ἄγαν ἐπιστρέφεις; |
s-389
| οὐ θᾶσσον οἴσεις μη δ̓ ἀπιστήσεις ἐμοί; |
s-390
| ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται. |
s-391
| ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, |
s-392
| καὶ τόδ̓ ἐξειρήσεται; |
s-393
| ὄμνυμ̓ ἔγωγε, Ζῆν̓ ἔχων ἐπώμοτον. |
s-394
| εἰ δ̓ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν. |
s-395
| οὐ μὴ λάβω· |
s-396
| δράσω γάρ· |
s-397
| εὔχομαι δ̓ ὅμως· |
s-398
| οἶσθ̓ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον; |
s-399
| οἶδ̓, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω. |
s-400
| οἴμοι, πάτερ, τί δ̓ εἶπας; |
s-401
| οἷά μ̓ εἴργασαι. |
s-402
| οἴμοι μάλ̓ αὖθις, οἷά μ̓ ἐκκαλεῖ, πάτερ, φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν. |
s-403
| καὶ πῶς ὑπαίθων σῶμ̓ ἂν ἰῴμην τὸ σόν; |