s-202
| ὁ καλλιβόας τάχ̓ ὑμῖν αὐλὸς οὐκ ἀναρσίαν ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας. |
s-203
| ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος σοῦται πάσας ἀρετᾶς λάφυῤ ἔχων ἐπ̓ οἴκους· |
s-204
| ὃν ἀπόπτολιν εἴχομεν παντᾷ, δυοκαιδεκάμηνον ἀμμένουσαι χρόνον, πελάγιον, ἴδριες οὐδέν· |
s-205
| ἁ δέ οἱ φίλα δάμαρ τάλαιναν δυστάλαινα καρδίαν πάγκλαυτος αἰὲν ὤλλυτο· |
s-206
| νῦν δ̓ Ἄρης οἰστρηθεὶς ἐξέλυσ̓ ἐπίπονον ἁμέραν. |
s-207
| ἀφίκοιτ̓ ἀφίκοιτο· |
s-208
| μὴ σταίη πολύκωπον ὄχημα ναὸς αὐτῷ, πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε, νασιῶτιν ἑστίαν ἀμείψας, ἔνθα κλῄζεται θυτήρ· |
s-209
| ὅθεν μόλοι πανίμερος, τᾶς πειθοῦς παγχρίστῳ συγκραθεὶς ἐπὶ προφάσει φάρους. |
s-210
| οὐκ οἶδ̓· |
s-211
| ἀθυμῶ δ̓, εἰ φανήσομαι τάχα κακὸν μέγ̓ ἐκπράξασ̓ ἀπ̓ ἐλπίδος καλῆς. |
s-212
| ὡς δ̓ εἰδῇς ἅπαν, ᾗ τοῦτ̓ ἐπράχθη, μείζον̓ ἐκτενῶ λόγον. |
s-213
| καί μοι τάδ̓ ἦν πρόρρητα καὶ τοιαῦτ̓ ἔδρων· |
s-214
| κἄδρων τοιαῦτα. |
s-215
| νῦν δ̓, ὅτ̓ ἦν ἐργαστέον, ἔχρισα μὲν κατ̓ οἶκον ἐν δόμοις κρυφῇ μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, κἄθηκα συμπτύξασ̓ ἀλαμπὲς ἡλίου κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε. |
s-216
| εἴσω δ̓ ἀποστείχουσα δέρκομαι φάτιν ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν. |
s-217
| τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα, ἀκτῖν̓ ἐς ἡλιῶτιν· |
s-218
| τοιόνδε κεῖται προπετές· |
s-219
| ἐκ δὲ γῆς, ὅθεν προύκειτ̓, ἀναζέουσι θρομβώδεις ἀφροί, γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ χυθέντος εἰς γῆν Βακχίας ἀπ̓ ἀμπέλου. |
s-220
| ὁρῶ δέ μ̓ ἔργον δεινὸν ἐξειργασμένην. |
s-221
| πόθεν γὰρ ἄν ποτ̓, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ ἐμοὶ παρέσχ̓ εὔνοιαν, ἧς ἔθνῃσχ̓ ὕπερ; |
s-222
| ὧν ἐγὼ μεθύστερον, ὅτ̓ οὐκέτ̓ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι. |
s-223
| μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ· |
s-224
| τὸν γὰρ βαλόντ̓ ἄτρακτον οἶδα καὶ θεὸν Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, φθείρει τὰ πάντα κνώδαλ̓· |
s-225
| ἐκ δὲ τοῦδ̓ ὅδε σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας πῶς οὐκ ὀλεῖ καὶ τόνδε; |
s-226
| καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· |
s-227
| ταρβεῖν μὲν ἔργα δείν̓ ἀναγκαίως ἔχει, τὴν δ̓ ἐλπίδ̓ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος. |
s-228
| τοιαῦτα δ̓ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ κοινωνός, ἀλλ̓ ᾧ μηδέν ἐστ̓ οἴκοι βαρύ. |
s-229
| σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· |
s-230
| ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ̓ ἓν εἱλόμην, ἢ μηκέτ̓ εἶναι ζῶσαν, ἢ σεσωσμένην ἄλλου κεκλῆσθαι μητέῤ, ἢ λῴους φρένας τῶν νῦν παρουσῶν τῶνδ̓ ἀμείψασθαί ποθεν. |
s-231
| οἴμοι, τιν̓ ἐξήνεγκας, ὦ τέκνον, λόγον; |
s-232
| τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ̓ ἂν ἀγένητον ποεῖν; |
s-233
| πῶς εἶπας, ὦ παῖ; |
s-234
| τοῦ παῤ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής; |
s-235
| ποῦ δ̓ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι; |
s-236
| οὗ νιν τὰ πρῶτ̓ ἐσεῖδον ἄσμενος πόθῳ. |
s-237
| μέλλοντι δ̓ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς κῆρυξ ἀπ̓ οἴκων ἵκετ̓ οἰκεῖος Λίχας, τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον· |
s-238
| ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο, ταυροκτονεῖ μὲν δώδεκ̓ ἐντελεῖς ἔχων λείας ἀπαρχὴν βοῦς· |
s-239
| ἀτὰρ τὰ πάνθ̓ ὁμοῦ ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα. |
s-240
| καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο· |
s-241
| ἦλθε δ̓ ὀστέων ἀδαγμὸς ἀντίσπαστος· |
s-242
| εἶτα φοινίας ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο. |
s-243
| κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται, ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· |
s-244
| κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ̓ ὁμοῦ. |
s-245
| ἅπας δ̓ ἀνηυφήμησεν οἰμωγῇ λεώς, τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου· |
s-246
| κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. |
s-247
| ἀμφὶ δ̓ ἐκτύπουν πέτραι, Λοκρῶν τ̓ ὄρειοι πρῶνες Εὐβοίας τ̓ ἄκραι. |
s-248
| ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, μη δ̓ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί· |
s-249
| ἀλλ̓ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς ἐνταῦθ̓ ὅπου με μή τις ὄψεται βροτῶν· |
s-250
| εἰ δ̓ οἶκτον ἴσχεις, ἀλλά μ̓ ἔκ γε τῆσδε γῆς πόρθμευσον ὡς τάχιστα, μη δ̓ αὐτοῦ θάνω. |
s-251
| τοσαῦτ̓ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει θέντες σφε πρὸς γῆν τήνδ̓ ἐκέλσαμεν μόλις βρυχώμενον σπασμοῖσι· |
s-252
| καί νιν αὐτίκα ἢ ζῶντ̓ ἐσόψεσθ̓ ἢ τεθνηκότ̓ ἀρτίως. |
s-253
| τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ̓ ἐμῷ καὶ δρῶσ̓ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη τίσαιτ̓ Ἐρινύς τ̓. |
s-254
| τί σῖγ̓ ἀφέρπεις; |
s-255
| οὐ κάτοισθ̓ ὁθούνεκα ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ; |
s-256
| ἐᾶτ̓ ἀφέρπειν· |
s-257
| οὖρος ὀφθαλμῶν ἐμῶν αὐτῇ γένοιτ̓ ἄπωθεν ἑρπούσῃ καλός. |
s-258
| ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ; |
s-259
| ἀλλ̓ ἑρπέτω χαίρουσα· |
s-260
| τὴν δὲ τέρψιν ἣν τὠμῷ δίδωσι πατρί, τήνδ̓ αὐτὴ λάβοι. |
s-261
| ἴδ̓ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ τοὔπος τὸ θεοπρόπον ἡμῖν τᾶς παλαιφάτου προνοίας, ὅ τ̓ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων τῷ Διὸς αὐτόπαιδι· |
s-262
| καὶ τάδ̓ ὀρθῶς ἔμπεδα κατουρίζει. |
s-263
| πῶς γὰρ ἂν ὁ μὴ λεύσσων ἔτι ποτ̓ ἔτ̓ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν; |
s-264
| μελαγχαίτα δ̓ ἄμμιγά νιν αἰκίζει Νέσσου ὑποφόνια δολιόμυθα κέντῤ ἐπιζέσαντα. |
s-265
| ἁ δ̓ ἐρχομένα μοῖρα προφαίνει δολίαν καὶ μεγάλαν ἄταν. |
s-266
| ἔρρωγεν παγὰ δακρύων· |
s-267
| κέχυται νόσος, ὦ πόποι, οἷον ἀναρσίων οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι. |
s-268
| ἁ δ̓ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ τῶνδ̓ ἐφάνη πράκτωρ. |
s-269
| τί φημι; |
s-270
| ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ κωκυτὸν εἴσω, καί τι καινίζει στέγη. |
s-271
| ὦ παῖδες, ὡς ἄῤ ἡμὶν οὐ σμικρῶν κακῶν ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον. |
s-272
| τί δ̓, ὦ γεραιά, καινοποιηθὲν λέγεις; |
s-273
| βέβηκε Δῃάνειρα τὴν πανυστάτην ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. |
s-274
| πάντ̓ ἀκήκοας. |
s-275
| τέθνηκεν ἡ τάλαινα; |
s-276
| δεύτερον κλύεις. |
s-277
| τίνι τρόπῳ θανεῖν σφε φής; |
s-278
| εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει. |
s-279
| αὑτὴν διηΐστωσε. |
s-280
| τίς θυμὸς ἢ τίνες νόσοι τάνδ̓ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; |
s-281
| πως ἐμήσατο πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; |
s-282
| ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν; |
s-283
| ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις. |
s-284
| τίς ἦν; |
s-285
| φέῤ εἰπέ. |
s-286
| αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε. |
s-287
| τί φωνεῖς; |
s-288
| ἔτεκεν ἔτεκε δὴ μεγάλαν ἁ νέορτος ἅδε νύμφα δόμοισι τοῖσδ̓ ἐρινύν. |
s-289
| μᾶλλον δ̓, εἰ παροῦσα πλησία ἔλευσσες οἷ̓ ἔδρασε, κάρτ̓ ἂν ᾤκτισας. |
s-290
| καὶ ταῦτ̓ ἔτλη τις χεὶρ γυναικεία κτίσαι; |
s-291
| πεύσει δ̓, ὥστε μαρτυρεῖν ἐμοί. |
s-292
| ἐπεὶ δὲ τῶνδ̓ ἔληξεν, ἐξαίφνης σφ̓ ὁρῶ τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην. |
s-293
| κἀγὼ λαθραῖον ὄμμ̓ ἐπεσκιασμένη φρούρουν· |
s-294
| ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη. |
s-295
| τοσαῦτα φωνήσασα συντόνῳ χερὶ λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος προύκειτο μαστῶν περονίς, ἐκ δ̓ ἐλώπισεν πλευρὰν ἅπασαν ὠλένην τ̓ εὐώνυμον. |
s-296
| κἀγὼ δρομαία βᾶσ̓, ὅσονπερ ἔσθενον, τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε. |
s-297
| κἀν ᾧ τὸ κεῖσε δεῦρό τ̓ ἐξορμώμεθα, ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ πλευρὰν ὑφ̓ ἧπαρ καὶ φρένας πεπληγμένην. |
s-298
| ἰδὼν δ̓ ὁ παῖς ᾤμωξεν· |
s-299
| ἔγνω γὰρ τάλας τοὔργον κατ̓ ὀργὴν ὡς ἐφάψειεν τόδε, ὄψ̓ ἐκδιδαχθεὶς τῶν κατ̓ οἶκον οὕνεκα ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. |
s-300
| τοιαῦτα τἀνθάδ̓ ἐστίν· |
s-301
| τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, τάδε δὲ μένομεν ἐπ̓ ἐλπίσιν· |