Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 3 - 102 of 431 • previousnext

s-3 ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης ἐκλύεταί με·
s-4 καὶ τρόπον μὲν ἂν πόνων οὐκ ἂν διείποιμ̓·
s-5 οὐ γὰρ οἶδ̓·
s-6 ἀλλ̓ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας, ὅδ̓ ἂν λέγοι·
s-7 ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
s-8 λέχος γὰρ Ἡρακλεῖ κριτὸν ξυστᾶσ̓ ἀεί τιν̓ ἐκ φόβου φόβον τρέφω, κείνου προκηραίνουσα·
s-9 νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
s-10 τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων αἰεὶ τὸν ἄνδῤ ἔπεμπε λατρεύοντά τῳ.
s-11 νῦν δ̓ ἡνίκ̓ ἄθλων τῶνδ̓ ὑπερτελὴς ἔφυ, ἐνταῦθα δὴ μάλιστα ταρβήσασ̓ ἔχω.
s-12 ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν, ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ̓ ἀνάστατοι ξένῳ παῤ ἀνδρὶ ναίομεν, κεῖνος δ̓ ὅπου βέβηκεν οὐδεὶς οἶδε·
s-13 σχεδὸν δ̓ ἐπίσταμαί τι πῆμ̓ ἔχοντά νιν·
s-14 χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ̓ ἤδη δέκα μῆνας πρὸς ἄλλοις πέντ̓ ἀκήρυκτος μένει.
s-15 τοιαύτην ἐμοὶ δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
s-16 δέσποινα Δῃάνειρα, πολλὰ μέν σ̓ ἐγὼ κατεῖδον ἤδη πανδάκρυτ̓ ὀδύρματα τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
s-17 ἐγγὺς δ̓ ὅδ̓ αὐτὸς ἀρτίπους θρῴσκει δόμους, ὥστ̓ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ, πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ̓ ἐμοῖς λόγοις.
s-18 καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
s-19 τὸν μὲν παρελθόντ̓ ἄροτον ἐν μήκει χρόνου Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
s-20 πᾶν τοίνυν, εἰ καὶ τοῦτ̓ ἔτλη, κλύοι τις ἄν.
s-21 ἀλλ̓ ἐξαφεῖται τοῦδέ γ̓, ὡς ἐγὼ κλύω.
s-22 ποῦ δῆτα νῦν ζῶν θανὼν ἀγγέλλεται;
s-23 Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν, ἐπιστρατεύειν αὐτὸν μέλλειν ἔτι.
s-24 ἆῤ οἶσθα δῆτ̓, τέκνον, ὡς ἔλειπέ μοι μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
s-25 τὸν λόγον γὰρ ἀγνοῶ.
s-26 ἀλλ̓ εἶμι, μῆτερ·
s-27 εἰ δὲ θεσφάτων ἐγὼ βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
s-28 νῦν δ̓ ξυνήθης πότμος οὐκ εἴα πατρὸς ἡμᾶς προταρβεῖν οὐ δὲ δειμαίνειν ἄγαν.
s-29 νῦν δ̓ ὡς ξυνίημ̓, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ πᾶσαν πυθέσθαι τῶνδ̓ ἀλήθειαν πέρι.
s-30 χώρει νυν, παῖ·
s-31 καὶ γὰρ ὑστέρῳ τό γ̓ εὖ πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
s-32 πολλὰ γὰρ ὥστ̓ ἀκάμαντος νότου βορέα τις κύματ̓ ἂν εὐρέϊ πόντῳ βάντ̓ ἐπιόντα τ̓ ἴδοι, οὕτῶ δὲ τὸν Καδμογενῆ τρέφει, τὸ δ̓ αὔξει, βιότου πολύπονον ὥσπερ πέλαγος Κρήσιον.
s-33 ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα σφε δόμων ἐρύκει.
s-34 φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν χρῆναί σ̓·
s-35 ἀνάλγητα γὰρ οὐ δ̓ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·
s-36 καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω τάδ̓ αἰὲν ἴσχειν·
s-37 πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει πάθημα τοὐμόν·
s-38 ὡς δ̓ ἐγὼ θυμοφθορῶ, μήτ̓ ἐκμάθοις παθοῦσα νῦν δ̓ ἄπειρος εἶ.
s-39 τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ οὐ δ̓ ὄμβρος οὐ δὲ πνευμάτων οὐδὲν κλονεῖ, ἀλλ̓ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον ἐς τοῦθ̓ ἕως τις ἀντὶ παρθένου γυνὴ κληθῇ λάβῃ τ̓ ἐν νυκτὶ φροντίδων μέρος, ἤτοι πρὸς ἀνδρὸς τέκνων φοβουμένη.
s-40 τότ̓ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
s-41 πάθη μὲν οὖν δὴ πόλλ̓ ἔγωγ̓ ἐκλαυσάμην·
s-42 ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ ὡρμᾶτ̓ ἀπ̓ οἴκων Ἡρακλῆς, τότ̓ ἐν δόμοις λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην ξυνθήμαθ̓, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ, πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι, ἀλλ̓ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
s-43 τοιαῦτ̓ ἔφραζε πρὸς θεῶν εἱμαρμένα τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
s-44 εὐφημίαν νῦν ἴσχ̓·
s-45 δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων ὄκνου σε λύσω·
s-46 τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ̓ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης ἄγοντ̓ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
s-47 τίν̓ εἶπας, γεραιέ, τόνδε μοι λόγον;
s-48 καὶ τοῦ τόδ̓ ἀστῶν ξένων μαθὼν λέγεις;
s-49 ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ Λίχας κῆρυξ ταῦτα·
s-50 τοῦδ̓ ἐγὼ κλύων ἀπῇξ̓, ὅπως τοι πρῶτος ἀγγείλας τάδε πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
s-51 αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
s-52 κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς κρίνει παραστάς, οὐ δ̓ ἔχει βῆναι πρόσω·
s-53 τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων οὐκ ἂν μεθεῖτο, πρὶν καθ̓ ἡδονὴν κλύειν.
s-54 ὄψει δ̓ αὐτὸν αὐτίκ̓ ἐμφανῆ.
s-55 Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν̓ ἔχεις, ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
s-56 ἀνολολυξάτω δόμοις ἐφεστίοις ἀλαλαγαῖς μελλόνυμφος, ἐν δὲ κοινὸς ἀρσένων ἴτω κλαγγὰ τὸν εὐφαρέτραν Ἀπόλλω προστάταν·
s-57 ἀείρομαι οὐ δ̓ ἀπώσομαι τὸν αὐλόν, τύραννε τᾶς ἐμᾶς φρενός.
s-58 ἰδού μ̓ ἀναταράσσει, εὐοῖ μ̓, κισσὸς ἄρτι βακχίαν ὑποστρέφων ἅμιλλαν.
s-59 ἴδ̓, φίλα γύναι, τάδ̓ ἀντίπρῳρα δή σοι βλέπειν πάρεστ̓ ἐναργῆ.
s-60 χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
s-61 ἀλλ̓ εὖ μὲν ἵγμεθ̓, εὖ δὲ προσφωνούμεθα, γύναι, κατ̓ ἔργου κτῆσιν·
s-62 φίλτατ̓ ἀνδρῶν, πρῶθ̓ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθ̓ Ἡρακλῆ προσδέξομαι.
s-63 ἔγωγέ τοι σφ̓ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
s-64 λέγε.
s-65 αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ̓ εἰσὶ καὶ τίνες;
s-66 ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθ̓ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
s-67 κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
s-68 τοῦ λόγου δ̓ οὐ χρὴ φθόνον, γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
s-69 κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
s-70 χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν ὥσθ̓ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
s-71 κοὐχ ἡλίωσε τοὔπος, ἀλλ̓ ὅθ̓ ἁγνὸς ἦν, στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν τὴν Εὐρυτείαν.
s-72 τόνδε γὰρ μεταίτιον μόνον βροτῶν ἔφασκε τοῦδ̓ εἶναι πάθους·
s-73 δείπνοις δ̓ ἡνίκ̓ ἦν ᾠνωμένος, ἔρριψεν ἐκτὸς αὐτόν.
s-74 ἔργου δ̓ ἕκατι τοῦδε μηνίσας ἄναξ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος πρατόν νιν ἐξέπεμψεν οὐ δ̓ ἠνέσχετο, ὁθούνεκ̓ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ ἔκτεινεν·
s-75 εἰ γὰρ ἐμφανῶς ἠμύνατο, Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
s-76 ὕβριν γὰρ οὐ στέργουσιν οὐ δὲ δαίμονες.
s-77 τάσδε δ̓ ἅσπερ εἰσορᾷς ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον χωροῦσι πρὸς σέ·
s-78 ταῦτα γὰρ πόσις τε σὸς ἐφεῖτ̓, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
s-79 αὐτὸν δ̓ ἐκεῖνον, εὖτ̓ ἂν ἁγνὰ θύματα ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως, φρόνει νιν ὡς ἥξοντα·
s-80 ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ, τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
s-81 πῶς δ̓ οὐκ ἐγὼ χαίροιμ̓ ἄν, ἀνδρὸς εὐτυχῆ κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
s-82 ὅμως δ̓ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
s-83 ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης χώρας ἀοίκους ἀπάτοράς τ̓ ἀλωμένας, αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
s-84 οὕτως ἐγὼ δέδοικα τάσδ̓ ὁρωμένη.
s-85 δυστάλαινα, τίς ποτ̓ εἶ νεανίδων;
s-86 Λίχα, τίνος ποτ̓ ἐστὶν ξένη βροτῶν;
s-87 ἔξειπ̓·
s-88 τί δ̓ οἶδ̓ ἐγώ, τί δ̓ ἄν με καὶ κρίνοις;
s-89 Εὐρύτου σπορά τις ἦν;
s-90 οὐκ οἶδα·
s-91 καὶ γὰρ οὐ δ̓ ἀνιστόρουν μακράν.
s-92 οὐ δ̓ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
s-93 σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
s-94 οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ προύφηνεν οὔ τε μείζον̓ οὔ τ̓ ἐλάσσονα, ἀλλ̓ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν διήνεμον λέλοιπεν·
s-95 πρὸς δὲ δώματα χωρῶμεν ἤδη πάντες, ὡς σύ θ̓ οἷ θέλεις σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
s-96 τούτων ἔχω γὰρ πάντ̓ ἐπιστήμην ἐγώ.
s-97 τί δ̓ ἐστί;
s-98 τοῦ με τήνδ̓ ἐφίστασαι βάσιν;
s-99 σταθεῖσ̓ ἄκουσον·
s-100 σοὶ ταῖσδέ τ̓ οὐδὲν εἴργεται, τούτους δ̓ ἔα.
s-101 καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
s-102 τί φής;

Text viewDownload CoNNL-U