Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 108 - 207 of 431 • previousnext

s-108 μη δὲ προσδόκα τόδε·
s-109 ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν̓, τοῦδε τυγχάνω μαθὼν πάρα.
s-110 καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ̓ ἐξελέγχειν·
s-111 εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ̓ ὀρθὸν ἐξείρηχ̓ ὅμως.
s-112 τίν̓ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον;
s-113 ἆῤ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
s-114 τί χρὴ ποεῖν, γυναῖκες;
s-115 πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ̓ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
s-116 ἀλλ̓ εἶμι·
s-117 καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
s-118 ἡμεῖς δὲ προσμένωμεν;
s-119 τί χρὴ ποεῖν;
s-120 μίμν̓, ὡς ὅδ̓ ἀνὴρ οὐκ ἐμῶν ὑπ̓ ἀγγέλων, ἀλλ̓ αὐτόκλητος ἐκ δόμων πορεύεται.
s-121 τί χρή, γύναι, μολόντα μ̓ Ἡρακλεῖ λέγειν;
s-122 δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
s-123 ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
s-124 ἀλλ̓ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ̓ ἐγώ.
s-125 καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
s-126 τίς γυνὴ δῆτ̓ ἐστὶν ἣν ἥκεις ἄγων;
s-127 ὧν δ̓ ἔβλαστεν οὐκ ἔχω λέγειν.
s-128 οὗτος, βλέφ̓ ὧδε·
s-129 πρὸς τίν̓ ἐννέπειν δοκεῖς;
s-130 σὺ δ̓ εἰς τί δή με τοῦτ̓ ἐρωτήσας ἔχεις;
s-131 τόλμησον εἰπεῖν, εἰ φρονεῖς, σ̓ ἱστορῶ.
s-132 τοῦτ̓ αὔτ̓ ἔχρῃζον, τοῦτό σου μαθεῖν·
s-133 λέγεις δέσποιναν εἶναι τήνδε σήν;
s-134 ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
s-135 τί ποτε ποικίλας ἔχεις;
s-136 σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
s-137 ἄπειμι·
s-138 μῶρος δ̓ πάλαι κλύων σέθεν.
s-139 λέγ̓, εἴ τι χρῄζεις·
s-140 καὶ γὰρ οὐ σιγηλὸς εἶ.
s-141 τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
s-142 φημί·
s-143 πρὸς τί δ̓ ἱστορεῖς;
s-144 τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ̓ ἐμοῦ κλύειν πάρα;
s-145 ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ̓ εἰσήκουσ̓ ὄχλος.
s-146 κλύειν γ̓ ἔφασκον·
s-147 οὐκ ἐπώμοτος λέγων δάμαρτ̓ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
s-148 ἅνθρωπος, δέσποιν̓, ἀποστήτω·
s-149 μή, πρός σε τοῦ κατ̓ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
s-150 οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐ δ̓ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
s-151 οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε·
s-152 ἀλλ̓ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
s-153 εἰ δ̓ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
s-154 ἀλλ̓ εἰπὲ πᾶν τἀληθές·
s-155 ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
s-156 κοὔπω τις αὐτῶν ἔκ γ̓ ἐμοῦ λόγον κακὸν ἠνέγκατ̓ οὐ δ̓ ὄνειδος·
s-157 ἀλλὰ ταῦτα μὲν ῥείτω κατ̓ οὖρον·
s-158 σοὶ δ̓ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ̓ ἔμ̓ ἀψευδεῖν ἀεί.
s-159 πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ γυναικὶ τῇδε κἀπ̓ ἐμοῦ κτήσει χάριν.
s-160 ἀλλ̓, φίλη δέσποιν̓, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐ δὲ κρύψομαι.
s-161 ταύτης δεινὸς ἵμερός ποθ̓ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ̓ εἵνεχ̓ πολύφθορος καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
s-162 ἐπεί γε μὲν δὴ πάντ̓ ἐπίστασαι λόγον, κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, οὓς εἶπας ἐς τήνδ̓, ἐμπέδως εἰρηκέναι·
s-163 ἀλλ̓ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ̓ ἐπακτὸν ἐξαρούμεθα, θεοῖσι δυσμαχοῦντες.
s-164 ἀλλ̓ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ̓ ἐπιστολὰς φέρῃς, τ̓ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ̓ ἄγῃς·
s-165 ἀλλ̓ ἐπὶ τάνδ̓ ἄῤ ἄκοιτιν τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, τίνες πάμπληκτα παγκόνιτά τ̓ ἐξῆλθον ἄεθλ̓ ἀγώνων;
s-166 μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου φάσμα ταύρου, Ἀχελῷος ἀπ̓ Οἰνιαδᾶν, δὲ Βακχίας ἀπὸ ἦλθε παλίντονα Θήβας τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, παῖς Διός·
s-167 οἳ τότ̓ ἀολλεῖς ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
s-168 μόνα δ̓ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
s-169 δ̓ εὐῶπις ἁβρὰ τηλαυγεῖ παῤ ὄχθῳ ἧστο, τὸν ὃν προσμένουσ̓ ἀκοίταν.
s-170 ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·
s-171 τὸ δ̓ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει·
s-172 ἦμος, φίλαι, κατ̓ οἶκον ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ̓ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ̓ οἷα πάσχω συγκατοικτιουμένη.
s-173 καὶ νῦν δύ̓ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα.
s-174 ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
s-175 τὸ δ̓ αὖ ξυνοικεῖν τῇδ̓ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
s-176 ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, τὴν δὲ φθίνουσαν·
s-177 ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ̓ ὑπεκτρέπει πόδα.
s-178 ταῦτ̓ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ̓ ἀνήρ.
s-179 δ̓ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ̓ ὑμῖν φράσω.
s-180 ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν.
s-181 ἐκθνῄσκων δ̓ θὴρ τοσοῦτον εἶπε·
s-182 παῖ γέροντος Οἰνέως, τοσόνδ̓ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ̓ ὑστάτην σ̓ ἔπεμψ̓ ἐγώ·
s-183 ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν̓ εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
s-184 φίλτροις δ̓ ἐάν πως τήνδ̓ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ̓ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον·
s-185 οὕτως ἔχει γ̓ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ̓ οὐ προσωμίλησά πω·
s-186 ἀλλ̓ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐ δ̓ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
s-187 ἀλλ̓ αὐτίκ̓ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη·
s-188 διὰ τάχους δ̓ ἐλεύσεται.
s-189 μόνον παῤ ὑμῶν εὖ στεγοίμεθ̓·
s-190 τί χρὴ ποεῖν;
s-191 σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
s-192 ἀλλ̓ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ̓ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
s-193 διδοὺς δὲ τόνδε φράζ̓ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μη δ̓ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ̓ ἕρκος ἱερὸν μήτ̓ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
s-194 οὕτω γὰρ ηὔγμην, εἴ ποτ̓ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ̓ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
s-195 καὶ τῶνδ̓ ἀποίσεις σῆμ̓, κεῖνος εὐμαθὲς σφραγῖδος ἕρκει τῷδ̓ ἐπὸν μαθήσεται.
s-196 ἀλλ̓ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ̓ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ̓ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
s-197 στείχοις ἂν ἤδη·
s-198 καὶ γὰρ ἐξεπίστασαι τά γ̓ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
s-199 ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
s-200 ἀλλ̓ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ̓, αὐτὴν ὡς ἐδεξάμην φίλως.
s-201 τί δῆτ̓ ἂν ἄλλο γ̓ ἐννέποις;
s-202 καλλιβόας τάχ̓ ὑμῖν αὐλὸς οὐκ ἀναρσίαν ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
s-203 γὰρ Διὸς Ἀλκμήνας κόρος σοῦται πάσας ἀρετᾶς λάφυῤ ἔχων ἐπ̓ οἴκους·
s-204 ὃν ἀπόπτολιν εἴχομεν παντᾷ, δυοκαιδεκάμηνον ἀμμένουσαι χρόνον, πελάγιον, ἴδριες οὐδέν·
s-205 δέ οἱ φίλα δάμαρ τάλαιναν δυστάλαινα καρδίαν πάγκλαυτος αἰὲν ὤλλυτο·
s-206 νῦν δ̓ Ἄρης οἰστρηθεὶς ἐξέλυσ̓ ἐπίπονον ἁμέραν.
s-207 ἀφίκοιτ̓ ἀφίκοιτο·

Text viewDownload CoNNL-U