s-104
| ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ̓ ἔχει. |
s-105
| τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ̓ ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ̓ ἕλοι τήν θ̓ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐ δ̓ ὑπ̓ Ὀμφάλῃ πόνων λατρεύματ̓ οὐ δ̓ ὁ ῥιπτὸς Ἰφίτου μόρος· |
s-106
| ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει. |
s-107
| ἀλλ̓ ἡνίκ̓ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ̓ ἑτοιμάσας ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τόνδ̓ εἶπε δεσπόζειν θρόνων, κτείνει τ̓ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε. |
s-108
| μη δὲ προσδόκα τόδε· |
s-109
| ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν̓, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. |
s-110
| καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ̓ ἐξελέγχειν· |
s-111
| εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ̓ ὀρθὸν ἐξείρηχ̓ ὅμως. |
s-112
| τίν̓ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον; |
s-113
| ἆῤ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο; |
s-114
| τί χρὴ ποεῖν, γυναῖκες; |
s-115
| πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ̓ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις. |
s-116
| ἀλλ̓ εἶμι· |
s-117
| καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις. |
s-118
| ἡμεῖς δὲ προσμένωμεν; |
s-119
| ἢ τί χρὴ ποεῖν; |
s-120
| μίμν̓, ὡς ὅδ̓ ἀνὴρ οὐκ ἐμῶν ὑπ̓ ἀγγέλων, ἀλλ̓ αὐτόκλητος ἐκ δόμων πορεύεται. |
s-121
| τί χρή, γύναι, μολόντα μ̓ Ἡρακλεῖ λέγειν; |
s-122
| δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ. |
s-123
| ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους. |
s-124
| ἀλλ̓ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ̓ ἐγώ. |
s-125
| ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς; |
s-126
| τίς ἡ γυνὴ δῆτ̓ ἐστὶν ἣν ἥκεις ἄγων; |
s-127
| ὧν δ̓ ἔβλαστεν οὐκ ἔχω λέγειν. |
s-128
| οὗτος, βλέφ̓ ὧδε· |
s-129
| πρὸς τίν̓ ἐννέπειν δοκεῖς; |
s-130
| σὺ δ̓ εἰς τί δή με τοῦτ̓ ἐρωτήσας ἔχεις; |
s-131
| τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ̓ ἱστορῶ. |
s-132
| τοῦτ̓ αὔτ̓ ἔχρῃζον, τοῦτό σου μαθεῖν· |
s-133
| λέγεις δέσποιναν εἶναι τήνδε σήν; |
s-134
| ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν; |
s-135
| τί ποτε ποικίλας ἔχεις; |
s-136
| σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς. |
s-137
| ἄπειμι· |
s-138
| μῶρος δ̓ ἦ πάλαι κλύων σέθεν. |
s-139
| λέγ̓, εἴ τι χρῄζεις· |
s-140
| καὶ γὰρ οὐ σιγηλὸς εἶ. |
s-141
| τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου; |
s-142
| φημί· |
s-143
| πρὸς τί δ̓ ἱστορεῖς; |
s-144
| τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ̓ ἐμοῦ κλύειν πάρα; |
s-145
| ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ̓ εἰσήκουσ̓ ὄχλος. |
s-146
| κλύειν γ̓ ἔφασκον· |
s-147
| οὐκ ἐπώμοτος λέγων δάμαρτ̓ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν; |
s-148
| ἅνθρωπος, ὦ δέσποιν̓, ἀποστήτω· |
s-149
| μή, πρός σε τοῦ κατ̓ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον. |
s-150
| οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐ δ̓ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. |
s-151
| οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε· |
s-152
| ἀλλ̓ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. |
s-153
| εἰ δ̓ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός. |
s-154
| ἀλλ̓ εἰπὲ πᾶν τἀληθές· |
s-155
| ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· |
s-156
| κοὔπω τις αὐτῶν ἔκ γ̓ ἐμοῦ λόγον κακὸν ἠνέγκατ̓ οὐ δ̓ ὄνειδος· |
s-157
| ἀλλὰ ταῦτα μὲν ῥείτω κατ̓ οὖρον· |
s-158
| σοὶ δ̓ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ̓ ἔμ̓ ἀψευδεῖν ἀεί. |
s-159
| πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ γυναικὶ τῇδε κἀπ̓ ἐμοῦ κτήσει χάριν. |
s-160
| ἀλλ̓, ὦ φίλη δέσποιν̓, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐ δὲ κρύψομαι. |
s-161
| ταύτης ὁ δεινὸς ἵμερός ποθ̓ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ̓ εἵνεχ̓ ἡ πολύφθορος καθῃρέθη πατρῷος Οἰχαλία δόρει. |
s-162
| ἐπεί γε μὲν δὴ πάντ̓ ἐπίστασαι λόγον, κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, οὓς εἶπας ἐς τήνδ̓, ἐμπέδως εἰρηκέναι· |
s-163
| ἀλλ̓ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ̓ ἐπακτὸν ἐξαρούμεθα, θεοῖσι δυσμαχοῦντες. |
s-164
| ἀλλ̓ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ̓ ἐπιστολὰς φέρῃς, ἅ τ̓ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ̓ ἄγῃς· |
s-165
| ἀλλ̓ ἐπὶ τάνδ̓ ἄῤ ἄκοιτιν τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, τίνες πάμπληκτα παγκόνιτά τ̓ ἐξῆλθον ἄεθλ̓ ἀγώνων; |
s-166
| ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου φάσμα ταύρου, Ἀχελῷος ἀπ̓ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ ἦλθε παλίντονα Θήβας τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, παῖς Διός· |
s-167
| οἳ τότ̓ ἀολλεῖς ἴσαν ἐς μέσον ἱέμενοι λεχέων· |
s-168
| μόνα δ̓ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα. |
s-169
| ἁ δ̓ εὐῶπις ἁβρὰ τηλαυγεῖ παῤ ὄχθῳ ἧστο, τὸν ὃν προσμένουσ̓ ἀκοίταν. |
s-170
| ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω· |
s-171
| τὸ δ̓ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει· |
s-172
| ἦμος, φίλαι, κατ̓ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ̓ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ̓ οἷα πάσχω συγκατοικτιουμένη. |
s-173
| καὶ νῦν δύ̓ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα. |
s-174
| ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ· |
s-175
| τὸ δ̓ αὖ ξυνοικεῖν τῇδ̓ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων; |
s-176
| ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, τὴν δὲ φθίνουσαν· |
s-177
| ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ̓ ὑπεκτρέπει πόδα. |
s-178
| ταῦτ̓ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ̓ ἀνήρ. |
s-179
| ᾗ δ̓ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ̓ ὑμῖν φράσω. |
s-180
| ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν. |
s-181
| ἐκθνῄσκων δ̓ ὁ θὴρ τοσοῦτον εἶπε· |
s-182
| παῖ γέροντος Οἰνέως, τοσόνδ̓ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ̓ ὑστάτην σ̓ ἔπεμψ̓ ἐγώ· |
s-183
| ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν̓ εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον. |
s-184
| φίλτροις δ̓ ἐάν πως τήνδ̓ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ̓ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον· |
s-185
| οὕτως ἔχει γ̓ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ̓ οὐ προσωμίλησά πω· |
s-186
| ἀλλ̓ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐ δ̓ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη. |
s-187
| ἀλλ̓ αὐτίκ̓ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη· |
s-188
| διὰ τάχους δ̓ ἐλεύσεται. |
s-189
| μόνον παῤ ὑμῶν εὖ στεγοίμεθ̓· |
s-190
| τί χρὴ ποεῖν; |
s-191
| σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς. |
s-192
| ἀλλ̓ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ̓ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός. |
s-193
| διδοὺς δὲ τόνδε φράζ̓ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μη δ̓ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ̓ ἕρκος ἱερὸν μήτ̓ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ. |
s-194
| οὕτω γὰρ ηὔγμην, εἴ ποτ̓ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ̓ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι. |
s-195
| καὶ τῶνδ̓ ἀποίσεις σῆμ̓, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἕρκει τῷδ̓ ἐπὸν μαθήσεται. |
s-196
| ἀλλ̓ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ̓ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ̓ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι. |
s-197
| στείχοις ἂν ἤδη· |
s-198
| καὶ γὰρ ἐξεπίστασαι τά γ̓ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. |
s-199
| ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα. |
s-200
| ἀλλ̓ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ̓, αὐτὴν ὡς ἐδεξάμην φίλως. |
s-201
| τί δῆτ̓ ἂν ἄλλο γ̓ ἐννέποις; |
s-202
| ὁ καλλιβόας τάχ̓ ὑμῖν αὐλὸς οὐκ ἀναρσίαν ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας. |
s-203
| ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος σοῦται πάσας ἀρετᾶς λάφυῤ ἔχων ἐπ̓ οἴκους· |