Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 501 - 600 of 763 • previousnext

s-501 ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ̓ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων.
s-502 ἀνέγραψε δ̓ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο·
s-503 ὅδε νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, στίχων τριακοσίων εἴκοσι τριῶν.
s-504 Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο.
s-505 εἶπε.
s-506 Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι·
s-507 δ̓ οὐ θέλω εἶπεν.
s-508 ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ.
s-509 δὲ ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.
s-510 Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.
s-511 Λεόντιον κατακειμένη μετ̓ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν.
s-512 ὡς δ̓ ἐπιστρέψας γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ὑστέρα με λυπεῖ ἔφη.
s-513 πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι.
s-514 δ̓ οὐ δύναμαι εἶπε·
s-515 πηλὸς ἐστι.
s-516 Θαῒς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν·
s-517 Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην λαβέ, εἶπε, καὶ ταῦτα τράγε.
s-518 ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν ὅτι ψυχαγωγοῦσιν.
s-519 μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ̓ ὑπόκρισιν ἐσκυθρώπασεν.
s-520 ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.
s-521 φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν Ἀφροδίσιον εἶ Πραξιτέλους·
s-522 Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης.
s-523 περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.
s-524 Ὑπερείδης δ̓ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί·
s-525 καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.
s-526 αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.
s-527 Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην ἐπικληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν.
s-528 δ̓ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει·
s-529 περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν·
s-530 τὰ ὅμοια δ̓ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις.
s-531 δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν Καταναῖος αὐτὸς βασιλεὺς Ἀλέξανδρος, φησίν·
s-532 καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
s-533 Γλυκέρας σῖτος οὗτος ἦν·
s-534 Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.
s-535 μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν.
s-536 οὐ γὰρ εὑρίσκομεν παῤ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου Φιλυλλίου Ἄντειά ἐστιν.
s-537 καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς.
s-538 ἐπώνυμον δ̓ ἐστὶ τοῦτο ἑταίρας·
s-539 καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει.
s-540 Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
s-541 αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι.
s-542 ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ̓ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ̓ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος·
s-543 ἀλλ̓ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως·
s-544 ἑωθινὸς γάρ, πρίν τιν̓ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
s-545 μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως·
s-546 Μένανδρος δ̓ ἐν Ψευδηρακλεῖ φησιν οὐκ ἐπείρα Νάννιον;
s-547 ἦν δὲ Κορώνη τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.
s-548 καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
s-549 ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως.
s-550 καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β̓ λέγων οὕτως·
s-551 Μένανδρος δ̓ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας·
s-552 Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
s-553 Θεολύτην δ̓ οὐδ̓ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
s-554 οὐχὶ Λαὶς μὲν τελευτῶσ̓ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
s-555 Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
s-556 περὶ δὲ Ναίδος σιωπῶ·
s-557 γομφίους γὰρ οὐκ ἔχει.
s-558 κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων·
s-559 ἐπ̓ ἄλλο δ̓ εἶδος μεταβήσομαι λόγων.
s-560 καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου·
s-561 ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος·
s-562 μακαρίζω σε, οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.
s-563 οὗτος οὖν Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην;
s-564 δὲ οὐδ̓ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν;
s-565 Ἀπελλῆς δὲ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον.
s-566 χλευασάντων δ̓ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ̓ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, μὴ θαυμάσητε, εἶπεν·
s-567 ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ̓ οὐδ̓ ὅλην τριετίαν καλὴν δείξω.
s-568 τὸ δ̓ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν·
s-569 ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα·
s-570 οὕτω δ̓ ἦν Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα.
s-571 διαζηλοτυπουμένη δέ ποτε Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον πένητα οὐδ̓ ὑβριστικῶς αὐτοῖς χρωμένη.
s-572 Ἀρίστιππος δὲ κατ̓ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις·
s-573 Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ.
s-574 ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν πρότερον ᾤκησαν ἄλλοι;
s-575 οὐ γάρ ἔφη.
s-576 οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν πολλοὶ κέχρηνται.
s-577 Στράττις δ̓ ἐν Μακεδόσιν Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων·
s-578 εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
s-579 νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι·
s-580 καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ.
s-581 τῆσδὲ ποθ̓ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαίδος·
s-582 ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
s-583 κεῖται δ̓ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
s-584 αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.
s-585 Ἀριστοτέλης δ̓ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις.
s-586 δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα;
s-587 Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
s-588 δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, δἰ ὅσης ἤλθετε πυρκαιῆς.
s-589 ἦν δ̓ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής·
s-590 ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους.
s-591 Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ̓ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις Λευκαδία·
s-592 ἣν Ὀλυμπιὰς τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.
s-593 Φιλήμονα γὰρ οἶδα τοῦτ̓ εἰρηκότα ἐν Νεαίρᾳ·
s-594 ὥσπερ Σέλευκος δεῦῤ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παῤ ἡμῶν ἀντιπέμψαι θηρίον.
s-595 οὐ γὰρ γίγνεται τοῦτ̓ αὐτόθι.
s-596 πρὸς ὃν Μυρτίλος ἔφη·
s-597 ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, Φοῖνιξ ἄττα γεραιέ.
s-598 μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως·
s-599 ἄνοιγ̓, ἄνοιγε τὴν θύραν·
s-600 ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, Σελεύκου τίγρις.

Text viewDownload CoNNL-U