Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 401 - 500 of 763 • previousnext

s-401 δὲ μηθέν, φησί, σοί, ψυχή, μελέτω·
s-402 μαθεῖν γὰρ αἰσθέσθαι θ̓ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ̓ ἤθελον.
s-403 αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
s-404 δόντος δ̓ ἐπιστρέψασα μετὰ μικρὸν λέγει Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν̓ ἔξεστί σοι.
s-405 εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ̓, ὅσον ᾔτησε δούς.
s-406 εἰς τὸν πότον δ̓ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν·
s-407 βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ̓ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;
s-408 δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπεπέμψατ̓ αὐτήν·
s-409 οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ̓ σοὶ χρήσας τότε.
s-410 ἐν συμποσίῳ δ̓, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ̓ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
s-411 κᾆθ̓ ὡς ἐπηρώτησε πότεῤ ἄνω θέλεις ἐλθοῦσ̓ ἅμα βαλεῖν κάτω;
s-412 ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.
s-413 καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι.
s-414 παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ ψυχρὸν γ̓, ἔφη, τἀγγεῖον, Γνάθαιν̓, ἔχεις.
s-415 τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, Δίφιλε, εἰς αὐτὸ γ̓ αἰεὶ δραμάτων ἐμβάλλομεν.
s-416 δ̓ εἶπε τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.
s-417 μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο.
s-418 περιλαμβάνουσα δ̓ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ̓, ἔφη, τὰ τραύματα;
s-419 κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ̓ ὢν ἀνείλατ̓ εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν.
s-420 ναὶ τὴν φίλην Δήμητρα, δικαίως τοι δέρος, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.
s-421 παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, Γνάθαινα, τοῦτ̓ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.
s-422 ἐπεὶ προέβη τοῖς ἔτεσιν Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ̓ ἕκαστον.
s-423 εἶτ̓ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν̓ ἀστεῖον πάνυ τῇ θ̓ ἡλικίᾳ σφόδρα νέον πρὸς τῶν θεῶν, μειράκιον, καλός, φησί, πῶς ἵστης;
s-424 φράσον.
s-425 Στρατοκλῆς δύ̓ ἐρίφους προῖκ̓ ἐδίδου τοῖς γνωρίμοις λοπάδας δ̓ ἐνάλμους ἐπισυνήρτυεν, δοκῶν καὶ διψᾶν ὑποδιπλοῦσθ̓ ἂν εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς.
s-426 Γνάθαινα δ̓ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς, Στρατοκλῆς ἐπ̓ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.
s-427 ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ̓ αὐτῆς συμπορευομένῃ λέγει·
s-428 δικαιότερον ἦν, τέκνον, νὴ τὼ θεώ...
s-429 καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει·
s-430 εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ̓ ὢν ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τὸ τ̓ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός·
s-431 Γνάθαινα δ̓ εἰς τὴν πορφύραν καὶ τὰ δόρατ̓ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν.
s-432 δ̓ ἄφνω καιρίμην πληγεὶς παπαῖ, ζωγρεῖς, γύναι, φήσ̓, ἕνεκα τοῦ στρατιωτικοῦ·
s-433 μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον.
s-434 μοὶ μὲν δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
s-435 ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαζε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ̓ ὑπ̓ αὐτῆς πεντάκις.
s-436 μετὰ ταῦτ̓ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ὀργιζόμενος πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ̓ ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παῤ αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δ̓ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
s-437 ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον·
s-438 περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον·
s-439 διὰ τοῦθ̓ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ̓, ἵν̓ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.
s-440 γραῦς δ̓ ἀγανακτήσασα τάλαν, ἔφη, τέκνον;
s-441 περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.
s-442 ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων·
s-443 ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν τρισάθλιε ὀνηλάτ̓, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.
s-444 οὐδέποτε γὰρ τοῦτ̓ ἐστί σοι πεπραγμένον.
s-445 ἑξῆς δὲ καὶ ταῦτ̓ ἀναγράφει·
s-446 Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντ̓·
s-447 ἀπόκριναι, φησίν, ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ἔρῤ, αἰσχροποιέ;
s-448 καταπλαγεὶς δ̓ Εὐριπίδης τὴν τόλμαν αὐτῆς σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
s-449 δὲ γελάσασ̓ ἀπεκρίθη·
s-450 Γλυκέριον λαβοῦσα παῤ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον·
s-451 εἶτ̓ ἐπεὶ τέλος ἔδοξ̓ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλεὐ ἀποφέρειν θοἰμάτιον.
s-452 γναφεὺς δ̓ εἶπεν·
s-453 ἂν γ̓ ἐλᾳδίου ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, κόμισαι.
s-454 τὸ κωλῦον γάρ ἐστι τοῦτό με.
s-455 τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ̓ αὐτὸς εἶχεν.
s-456 ἐπεκαλεῖτο δ̓ Αἴξ, ὅτι τὸν μέγαν δὴ κατέφαγεν ἐραστήν ποτε Θαλλὸν·
s-457 παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι.
s-458 Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον.
s-459 αὕτη δ̓ ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον·
s-460 εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ.
s-461 λέγει δ̓ οὖν ὑστεροῦσα παρὰ πολύ·
s-462 Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
s-463 ἀλλ̓ ἐγχεάτω μοι τέτταρας κοτύλας πιεῖν εἰς τὴν μεγάλην.
s-464 ἔπειτεν βασιλεὺς λέγει·
s-465 δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.
s-466 Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
s-467 κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν Μοίριχος μέγ̓, εἶπεν·
s-468 οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
s-469 περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.
s-470 Πύθων, φήσ̓, ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, ἐπ̓ αἴγεἰ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.
s-471 μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων.
s-472 αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν.
s-473 αὕτη δὲ ἦν γναφέως θυγάτηρ.
s-474 τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ.
s-475 ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν.
s-476 κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, δὲ τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;
s-477 σφόδρα δ̓ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις Γνάθαινα.
s-478 καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ̓ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι·
s-479 διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν.
s-480 κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα Γλυκέρα τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, Στίλπων.
s-481 γυνὴ τοι σώματος δἰ ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.
s-482 Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν Λυγκεύς.
s-483 παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, χαριέντως γ̓, ἔφη, νεανίσκε, τὸ σωμάτιον διάκεισαι.
s-484 τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;
s-485 τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.
s-486 Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.
s-487 νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον θάρρει, παιδίον;
s-488 οὐ γὰρ στεφανίτης ἀγών ἐστιν, ἀλλ̓ ἀργυρίτης.
s-489 Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ εἰ δὲ λίθον, ἔφη, εἶχες, ἀποψήσασθαι ἄν σοι ἔδωκα.
s-490 Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ̓ ἀγῶνός τινος, ἐν τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παῤ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.
s-491 πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ̓ Ἑλλησπόντου πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ;
s-492 τοῦ δ̓ εἰπόντος εἰς ποίαν; εἰς Σίγειον εἶπεν.
s-493 Χαιρεφῶντος δ̓ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ Γνάθαινα λαβέ, ἔφησεν, ὑπερήφανε.
s-494 τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;
s-495 Μετάνειρα δὲ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.
s-496 διαπηδῶντος δ̓ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην πρόσεχε, φησί, μὴ ἀνατραπῇς.
s-497 τοῦτο ἱστορεῖ Ἡγήσανδρος.
s-498 Ἀριστόδημος δ̓ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας·
s-499 ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος πῶς; ἔφησεν·
s-500 ἐμμελὴς δ̓ ἦν πάνυ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι·

Text viewDownload CoNNL-U