Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 301 - 400 of 763 • previousnext

s-301 νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι.
s-302 διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα·
s-303 αἵδ̓ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
s-304 οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ̓ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
s-305 καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
s-306 ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας.
s-307 διόπερ ἔφη·
s-308 Κύπρου δέσποινα, τεὸν δεῦτ̓ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ̓ εὐχωλαῖς ἰανθείς.
s-309 ἤρξατο δ̓ οὕτως τοῦ μέλους·
s-310 ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν, παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
s-311 ἀρξάμενος θ̓ οὕτως ἑξῆς φησιν·
s-312 ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί.
s-313 πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
s-314 ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
s-315 ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν.
s-316 Ἀφροδίσἰ ἦγε ταῖς ἑταίραις πόλις, ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις.
s-317 ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως·
s-318 ἀνάθημα δ̓ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.
s-319 καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην·
s-320 ὑφ̓ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου.
s-321 εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι·
s-322 ἐφ̓ καὶ κατ̓ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως·
s-323 ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην.
s-324 οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν πολλοὺς ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν·
s-325 γράφει δὲ οὕτως·
s-326 Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν.
s-327 τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις·
s-328 περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ̓ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν.
s-329 διετέλουν γοῦν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν.
s-330 ἦν δὲ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ Ζαριάδρης δὲ ἦν καλός.
s-331 πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος·
s-332 ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων.
s-333 καὶ μετ̓ οὐ πολὺν χρόνον Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα.
s-334 ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων·
s-335 ἡμεῖς, θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους.
s-336 περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς θέλεις γαμηθῆναι·
s-337 τούτου γὰρ κεκλήσῃ γυνή.
s-338 κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν·
s-339 ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι.
s-340 δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους.
s-341 πλησίον δὲ τῆς κώμης γενόμενος ἐν τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν.
s-342 καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παῤ αὐτὴν·
s-343 Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης
s-344 δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην·
s-345 καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν.
s-346 καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.
s-347 τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως·
s-348 Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν.
s-349 οὗτος Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην.
s-350 δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον·
s-351 ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων·
s-352 δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δἰ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ·
s-353 ὄνομα δ̓ ἦν τῇ παιδὶ Πέττα.
s-354 καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον·
s-355 Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.
s-356 Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ;
s-357 ἦσαν αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον.
s-358 οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου;
s-359 ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι·
s-360 ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
s-361 Κῦρος δὲ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην λεγομένην εἶχε συστρατευομένην;
s-362 ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι.
s-363 συνηκολούθει δὲ αὐτῷ καὶ Μιλησία παλλακίς.
s-364 δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθ̓ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν;
s-365 περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια.
s-366 αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται;
s-367 τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἑταίρα ἐκράτει, καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν;
s-368 Εὔμαχος δὲ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμὸν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν τῶν ἐπ̓ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα.
s-369 Τιμόθεος δ̓ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ̓ ἄλλως τοὺς τρόπους.
s-370 μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους.
s-371 δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δἰ αὐτὴν Κόνωνός εἰμι υἱός.
s-372 Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν.
s-373 Δημήτριος δ̓ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν;
s-374 τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν.
s-375 ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς Δημήτριος καὶ ἄλλων δὲ πλειόνων.
s-376 Μάχων δ̓ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως·
s-377 ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ̓ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναὶ θ̓.
s-378 δὲ τοῦτ̓ ἀπεκρίθη·
s-379 πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.
s-380 πάλιν δὲ περὶ τῆς Λαμίας Μάχων οὕτω γράφει·
s-381 Δημήτριός ποθ̓ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
s-382 Λάμια δ̓ ἦν αὐλητρίς ἧς σφόδῤ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
s-383 ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσ̓ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις τουτὶ γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
s-384 κείνη δὲ γελάσασ̓ ἀλλὰ τοῦτ̓, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
s-385 Δημήτριος δ̓ εἶπ̓·
s-386 ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ̓ ἐστί, Λάμια, βασιλικῆς.
s-387 Πτολεμαῖος δ̓ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν·
s-388 Ἡρακλείδης δὲ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου·
s-389 περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος Μάχων τάδε φησίν·
s-390 ἴσως δ̓ ἂν ἀπορήσαι τις εὐλόγως θ̓ ἅμα τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετ̓ ἐνομίσθη Μανία.
s-391 τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ̓ ἦν ὄνομα.
s-392 τῷ μεγέθει μὲν ἦν τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
s-393 ἡνίκα τις σκώψειε γάρ, ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα, αὐτὴ θ̓ ὅτ̓ ἐπαινοίη τιν̓ ψέγοι πάλιν, ἐπ̓ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
s-394 διὸ τῆς μανίας τὸ ῥῆμ̓ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
s-395 ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ̓, Μανία·
s-396 Γνάθαινα δ̓ εἰς τὰ στρώμαθ̓ ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
s-397 ὑπολαβοῦσ̓ Μανία ἔδωκ̓ ἄν, ἵν̓ εἶχες, φήσ̓, ἀποψᾶσθαι, τάλαν.
s-398 ὅτι δ̓ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς Μάχων ἀναγράφει·
s-399 τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ παγκρατιαστὴς καὶ συνεῖχ̓ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός.
s-400 ὑπὸ δ̓ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδῤ ἠγανάκτησ̓.

Text viewDownload CoNNL-U