s-201
| Κόρινθον ἦλθον. |
s-202
| ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην· |
s-203
| κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα. |
s-204
| οὕτω δ̓ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην. |
s-205
| ἐστὶν δ̓ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά· |
s-206
| εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. |
s-207
| διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ· |
s-208
| ἀλλ̓ ἔγωγ̓ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ̓ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ̓ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ̓ ἀναλίσκων ἐφ̓ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην. |
s-209
| καὶ ἐν τῷ ἐπιγραφομένῳ δ̓ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι· |
s-210
| περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον. |
s-211
| τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων· |
s-212
| Ἄλεξις δ̓ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δἰ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται· |
s-213
| πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ̓ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς. |
s-214
| ἐπειδὰν δ̓ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης. |
s-215
| τυγχάνει μικρά τις οὖσα· |
s-216
| φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. |
s-217
| διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ̓ ἐξέρχεται· |
s-218
| τοῦτο τοῦ μήκους ἀφεῖλεν. |
s-219
| οὐκ ἔχει τις ἰσχία· |
s-220
| ὑπενέδυσ̓ ἐρραμμέν̓ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. |
s-221
| κοιλίαν ἁδρὰν ἔχει· |
s-222
| στηθί̓ ἔστ̓ αὐταῖσι τούτων ὧν ἔχουσ̓ οἱ κωμικοί· |
s-223
| τὰς ὀφρῦς πυρρὰς ἔχει τις· |
s-224
| ζωγραφοῦσιν ἀσβόλῳ. |
s-225
| συμβέβηκ̓ εἶναι μέλαιναν· |
s-226
| κατέπλασε ψιμυθίῳ. |
s-227
| λευκόχρως λίαν τίς ἐστιν· |
s-228
| παιδέρωτ̓ ἐντρίβεται. |
s-229
| καλὸν ἔχει τοῦ σώματός τι· |
s-230
| τοῦτο γυμνὸν δείκνυται. |
s-231
| εὐφυεῖς ὀδόντας ἔσχεν· |
s-232
| ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ̓ ἑκάστοτε, ἡνίκ̓ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν· |
s-233
| ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν. |
s-234
| διὸ συμβουλεύω σοι, Θετταλὲ ποικιλόδιφρε, τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. |
s-235
| ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. |
s-236
| ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα· |
s-237
| παῤ ὧν βεβαίως ἀσφαλῶς τ̓ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν. |
s-238
| ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; |
s-239
| Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο. |
s-240
| ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων· |
s-241
| δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. |
s-242
| ἃς πῶς ποτ̓, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι; |
s-243
| ἀλλ̓ ὅ γε Φιλήμων οὕτως φησί· |
s-244
| σὺ δ̓ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον· |
s-245
| ἑστᾶσι γυμναί, μὴ ̓ξαπατηθῇς· |
s-246
| πάνθ̓ ὅρα. |
s-247
| οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· |
s-248
| ἔχεις λυποῦν τι. |
s-249
| ἀλλ̓ ἡ θύρα ̓στ̓ ἀνεῳγμένη. |
s-250
| εἰσπήδησον· |
s-251
| ἐξῆλθες· |
s-252
| οἰμώζειν λέγ̓, ἀλλοτρία ̓στί σοι. |
s-253
| καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ̓ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν· |
s-254
| πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· |
s-255
| κᾆθ̓ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο· |
s-256
| κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. |
s-257
| αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει· |
s-258
| ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· |
s-259
| κἄπειτα τοῦτ̓ εἶναι νομίζεται τέρας. |
s-260
| καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ̓ ἂν τέρας. |
s-261
| αὕτη γὰρ ὁπότ̓ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ̓ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν· |
s-262
| ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι· |
s-263
| οὕτω δὲ τιθασὸς γέγονεν ὥστ̓, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. |
s-264
| μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων· |
s-265
| τὴν ἐκ Κορίνθου Λαΐδ̓ οἶσθα; |
s-266
| ἦν ἐκείνῃ τις φίλη Ἄντεια. |
s-267
| καὶ τοῦθ̓ ἡμέτερον ἦν παίγνιον. |
s-268
| ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. |
s-269
| παῦσαι, γέρων ὢν, τοὺς τρόπους. |
s-270
| οὐκ οἶσθ̓ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ̓ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον; |
s-271
| ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς· |
s-272
| οὐχ ὧδ̓ ἐμόγησαν ἐλπίδες ὥστ̓ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος. |
s-273
| ἔα, ἐπ̓ ἀριστέῤ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν. |
s-274
| δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν. |
s-275
| περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως· |
s-276
| τοῦτο δ̓ ἐστὶν φίλας. |
s-277
| τάδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω. |
s-278
| Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. |
s-279
| πεποιήκατ̓ ἔργον οὐχ ἑταίρων γάρ, φίλαι, μὰ Δί̓ ἀλλ̓ ἑταίρων· |
s-280
| ταὐτὰ δ̓ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδῤ εὔσχημον ποιεῖ. |
s-281
| περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν· |
s-282
| ἔπειτὰ γ̓ εἰσίοντ̓, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως· |
s-283
| Εὔβουλος δ̓ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν· |
s-284
| οὗτος δ̓ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ̓ ἀφίκετο, ἀστῆς, ἐρήμου δ̓ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας. |
s-285
| αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. |
s-286
| ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη. |
s-287
| καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας δ̓ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· |
s-288
| ἆῤ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; |
s-289
| διὰ ταῦθ̓ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ̓ ἐπεδείπνει μεθ̓ ἡμῶν· |
s-290
| καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν· |
s-291
| ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ̓ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. |
s-292
| τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου. |
s-293
| περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν· |
s-294
| οἶδα δὲ καὶ ἑορτὴν Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δἰ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε· |
s-295
| τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. |
s-296
| ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. |
s-297
| θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια. |
s-298
| Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· |
s-299
| Κλέαρχος δ̓ ἐν πρώτῳ Ἐρωτικῶν Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι. |
s-300
| καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. |