s-101
| δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα. |
s-102
| ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας· |
s-103
| ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. |
s-104
| ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν. |
s-105
| ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος. |
s-106
| Δοῦρις δ̓ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης· |
s-107
| ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. |
s-108
| καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· |
s-109
| ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε· |
s-110
| παίδευμα δ̓ Ἔρως σοφίας, ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. |
s-111
| καὶ γὰρ ἄλυπον τέρψιν τιν̓ ἔχων εἰς ἐλπίδ̓ ἄγει. |
s-112
| τοῖς δ̓ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ̓ ἀγρίων ναίοιμι τρόπων |
s-113
| τὸ δ̓ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ̓ ὀρθῶς ὅταν ἔλθῃ. |
s-114
| καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη· |
s-115
| εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. |
s-116
| ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε· |
s-117
| σὺ δ̓, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. |
s-118
| καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ, μὴ δρῶν δ̓ ὑπ̓ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε. |
s-119
| διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν Ἔρωτα θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. |
s-120
| ὧν ἑνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δἰ ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα μετιοῦσιν συναύξεται· |
s-121
| Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. |
s-122
| καὶ Κρῆτες δ̓ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ. |
s-123
| ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ̓ αἰσχροῦ καὶ ἐπονειδίστου βίου. |
s-124
| δἰ ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις. |
s-125
| τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος· |
s-126
| πορευομένῳ δ̓ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. |
s-127
| καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ̓ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. |
s-128
| τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ̓ ὑπόπτερον; |
s-129
| ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ̓ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. |
s-130
| πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; |
s-131
| διόπερ ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι δίδυμα( γὰρ) τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ̓ εὐαίωνι τύχᾳ, τὸ δ̓ ἐπὶ συγχύσει βιοτᾶς. |
s-132
| ὁ δ̓ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως· |
s-133
| τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις; |
s-134
| τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; |
s-135
| ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. |
s-136
| εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ̓ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. |
s-137
| ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; |
s-138
| ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις ὅτ̓ ἦν μετ̓ αὐτῶν. |
s-139
| ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερὰ ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦῤ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. |
s-140
| περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν· |
s-141
| τί φῄς; |
s-142
| οὔτε τοῦτο πείθομαι οὔθ̓ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. |
s-143
| θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν· |
s-144
| τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παῤ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν· |
s-145
| ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός. |
s-146
| ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ̓ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. |
s-147
| καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. |
s-148
| ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. |
s-149
| Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν· |
s-150
| τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν ἔρωτος, ἀστραπὴν τιν̓ ὀμμάτων ἔχει· |
s-151
| ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ̓ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών. |
s-152
| Λικύμνιος δ̓ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. |
s-153
| λέγει δ̓ οὕτως· |
s-154
| ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον. |
s-155
| στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ̓ ὄσσοις ἀμπέτασον χάριν. |
s-156
| ὁ δ̓ Ἀνακρέων τί φησίν; |
s-157
| ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ̓ οὐκ ἄεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. |
s-158
| Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος. |
s-159
| ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· |
s-160
| οὐκ ἀκαίρως δ̓, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· |
s-161
| χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. |
s-162
| λέγει δὲ οὕτως ὁ φιλόσοφος· |
s-163
| τὸ ξύρεσθαι τὸν πώγωνα κατ̓ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. |
s-164
| καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην. |
s-165
| διὸ καὶ Ἄλεξις ἔφη που· |
s-166
| ἂν πιττοκοπούμενὸν τιν̓ ἢ ξυρούμενον ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον· |
s-167
| ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν. |
s-168
| τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν; |
s-169
| δἰ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ̓ ὑπονοεῖς. |
s-170
| Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· |
s-171
| μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; |
s-172
| ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ̓ εὑρηκέναι. |
s-173
| ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ̓ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. |
s-174
| ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. |
s-175
| καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος. |
s-176
| βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. |
s-177
| ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος. |
s-178
| καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν. |
s-179
| Ἡρακλείδης δ̓ ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται παντὸς μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. |
s-180
| διὸ καὶ φασὶν περὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται. |
s-181
| Εὐριπίδης τε ἔφη· |
s-182
| καὶ οἱ παῤ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν· |
s-183
| αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν. |
s-184
| ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων. |
s-185
| θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν· |
s-186
| καλὸν δ̓ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν οὐδ̓ οὕτω γεραρόν· |
s-187
| βασιλῆι δὲ ἀνδρὶ ἔοικεν. |
s-188
| ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. |
s-189
| θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη κάλλεος εἵνεκα οἷο, ἵν̓ ἀθανάτοισι μετείῃ. |
s-190
| αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; |
s-191
| οἷς καὶ σύνεισιν· |
s-192
| Σωκράτης δ̓ ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; |
s-193
| ἡμεῖς δ̓ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; |
s-194
| ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. |
s-195
| ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις. |
s-196
| ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος· |
s-197
| σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι. |
s-198
| ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ̓ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν ἐρωτοδιδάσκαλε· |
s-199
| οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει. |
s-200
| μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων. |