s-1
| εἰ δ̓ ἄγε νῦν, Ἐρατώ, πάρ θ̓ ἵστασο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν. |
s-2
| καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων· |
s-3
| καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. |
s-4
| διὸ καὶ Λύσανδρον ἐζημίωσαν ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. |
s-5
| Κλέαρχος δ̓ ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. |
s-6
| ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. |
s-7
| διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα. |
s-8
| εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο τῷ περὶ Εὐγενείας· |
s-9
| παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου. |
s-10
| ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος. |
s-11
| προσκυνοῦσι γοῦν αὐτήν. |
s-12
| καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. |
s-13
| λέγει γοῦν ὁ Πρίαμος· |
s-14
| παρὰ δὲ τοῖς Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. |
s-15
| Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδὲ αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένη. |
s-16
| καὶ ἡ Κλυταιμήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ Ἀγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων. |
s-17
| θαυμάσαι δ̓ ἂν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. |
s-18
| κοιμῶνται γοῦν παῤ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ. |
s-19
| οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δἰ ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ. |
s-20
| ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν· |
s-21
| διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. |
s-22
| ἀλλ̓ οὐκ εἰκός, φησὶν ὁ Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ̓ εἰς γέρας· |
s-23
| ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο. |
s-24
| ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. |
s-25
| ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. |
s-26
| πολυγύναιος δ̓ ἐγένετο καὶ Αἰγεύς· |
s-27
| παραδοὺς δ̓ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. |
s-28
| Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν. |
s-29
| Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ̓ ἐξ ἁρπαγῆς, ἄλλας δ̓ ἐκ νομίμων γάμων· |
s-30
| Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. |
s-31
| πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ. |
s-32
| μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν. |
s-33
| ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει. |
s-34
| ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν· |
s-35
| ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα. |
s-36
| προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. |
s-37
| καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. |
s-38
| γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι. |
s-39
| ἐπὶ πάσαις δ̓ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν· |
s-40
| καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. |
s-41
| εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται. |
s-42
| καὶ ἡ Κλεοπάτρα δ̓ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην. |
s-43
| φιλογύνης δ̓ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. |
s-44
| Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως· |
s-45
| εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς· |
s-46
| αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν· |
s-47
| κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ̓ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου. |
s-48
| Ἀναξίλας δ̓ ἐν Νεοττίδι φησίν ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗτος οὐ γένος δύναιτ̓ ἂν παρανομώτερον φράσαι. |
s-49
| οὐκ ἔνεσθ̓· |
s-50
| αὗται δ̓ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. |
s-51
| εἷς μόνος δ̓ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· |
s-52
| πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ̓ ἐκ τῆς οἰκίας. |
s-53
| οἱ Σινώπῃ δ̓ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν; |
s-54
| ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; |
s-55
| οὐ δύ̓ ἀποπνίξασ̓ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν, ἀλλ̓ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ· |
s-56
| ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ̓ αὐτῷ σκάφει. |
s-57
| ἡ Θεανὼ δ̓ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; |
s-58
| οἱ δ̓ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι καὶ φέρονθ̓ ὑψοῦ πρὸς αἴθραν. |
s-59
| συντεμόντι δ̓ οὐδὲ ἓν ἔσθ̓ ἑταίρας ὅσα περ ἔστιν θηρί̓ ἐξωλέστερον. |
s-60
| τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν· |
s-61
| ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ̓ ἐλευθέρων. |
s-62
| ἔπειτ̓ ἔχειν προῖκ̓, οὐχὶ τιμὴν πάσχομεν; |
s-63
| ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι. |
s-64
| οἱ μέν γε συγγνώμην ἔχουσ̓ ἀδικούμενοι, αὗται δ̓ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ̓ ἔτι· |
s-65
| Ξέναρχος δ̓ ἐν Ὕπνῳ φησὶν· |
s-66
| ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ̓ ἔχει. |
s-67
| εἶτ̓ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; |
s-68
| ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ̓ ἔνδον μένει, ἡ δ̓ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον. |
s-69
| κακὸς κακῶς ἀπόλοιθ̓ ὅστις γυναῖκα δεύτερος ἔγημε· |
s-70
| τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς. |
s-71
| καὶ προελθών φησιν· |
s-72
| ὦ Ζεῦ πολυτίμητ̓, εἶτ̓ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας; |
s-73
| Ἄλκηστιν ἀντέθηκα χρηστήν. |
s-74
| ἀλλ̓ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· |
s-75
| οἴμοι δείλαιος, ταχέως γέ μ̓ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ̓ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. |
s-76
| κακὸς κακῶς ἀπόλοιθ̓ ὁ γήμας δεύτερος θνητῶν. |
s-77
| ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· |
s-78
| οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ̓· |
s-79
| ὁ δ̓ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν. |
s-80
| γεγάμηκε δήπου. |
s-81
| τί σὺ λέγεις; |
s-82
| ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον; |
s-83
| οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον. |
s-84
| γεγάμηκα γὰρ αὐτός· |
s-85
| διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. |
s-86
| ἀνερρίφθω κύβος. |
s-87
| πέραινε, σωθείης δέ· |
s-88
| γήμας δ̓ οὐδὲ εἷς σέσωσθ̓ ὅλως. |
s-89
| ἐξώλης ἀπόλοιθ̓ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ̓ ὁ δεύτερος, εἶθ̓ ὁ τρίτος, εἶθ̓ ὁ τέταρτος, εἶθ̓ ὁ Μεταγένης. |
s-90
| ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; |
s-91
| ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ̓ εἴπῃς μόνον. |
s-92
| οὐκ αἰσθάνονται δ̓ οὐδ̓ οἱ παῤ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς· |
s-93
| οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι· |
s-94
| ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. |
s-95
| καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη· |
s-96
| οὐ σύμφορον νέα ̓στὶ πρεσβύτῃ γυνή. |
s-97
| οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. |
s-98
| δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν· |
s-99
| τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα. |
s-100
| καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. |