s-203
| ἦσαν δὲ πολλοί, χάριτι τοῦ Ἀλκιβιάδου καὶ δἰ εὔνοιαν στρατευόμενοι προθύμως. |
s-204
| γενομένων δὲ τῶν ὅρκων ἐπὶ Βυζαντίους ἀφεστῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. |
s-205
| οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· |
s-206
| Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδ̓ ἔφυγεν. |
s-207
| ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. |
s-208
| διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. |
s-209
| οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτ̓ ἀκούσαντες ᾐδέσθησαν καὶ ἀπέλυσαν τοὺς ἄνδρας. |
s-210
| ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. |
s-211
| πολὺ δὲ καὶ δάκρυον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο, καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυχημάτων, λογιζομένοις ὡς οὔτ̓ ἂν Σικελίας διήμαρτον οὔτ̓ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαντας Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνάμεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέουσαν ἐκπεπτωκέναι τῆς θαλάττης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιάζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστήσας οὐ μόνον τῆς θαλάττης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολεμίους. |
s-212
| τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνήσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· |
s-213
| σφραγὶς δ̓ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται· |
s-214
| ἐψηφίσαντο δὲ τὴν οὐσίαν ἀποδοῦναι αὐτῷ, καὶ τὰς ἀρὰς ἀφοσιώσασθαι πάλιν Εὐμολπίδας καὶ Κήρυκας, ἃς ἐποιήσαντο τοῦ δήμου προστάξαντος. |
s-215
| ἀφοσιουμένων δὲ τῶν ἄλλων, Θεόδωρος ὁ ἱεροφάντης ἀλλ̓ ἐγώ, εἶπεν, οὐδὲ κατηρασάμην αὐτῷ κακὸν οὐδέν, εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν. |
s-216
| οὕτω δὲ τοῦ Ἀλκιβιάδου λαμπρῶς εὐημεροῦντος ὑπέθραττεν ἐνίους ὅμως ὁ τῆς καθόδου καιρός. |
s-217
| ᾗ γὰρ ἡμέρᾳ κατέπλευσεν, ἐδρᾶτο τὰ Πλυντήρια τῇ θεῷ. |
s-218
| δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες. |
s-219
| ὅθεν ἐν ταῖς μάλιστα τῶν ἀποφράδων τὴν ἡμέραν ταύτην ἄπρακτον Ἀθηναῖοι νομίζουσιν. |
s-220
| οὐ φιλοφρόνως οὖν οὐδ̓ εὐμενῶς ἐδόκει προσδεχομένη τὸν Ἀλκιβιάδην ἡ θεὸς παρακαλύπτεσθαι καὶ ἀπελαύνειν ἑαυτῆς. |
s-221
| οὐ μὴν ἀλλὰ πάντων γεγονότων τῷ Ἀλκιβιάδῃ κατὰ γνώμην, καὶ πληρουμένων ἑκατὸν τριήρων αἷς αὖθις ἐκπλεῖν ἔμελλε, φιλοτιμία τις οὐκ ἀγεννὴς προσπεσοῦσα κατέσχεν αὐτὸν ἄχρι μυστηρίων. |
s-222
| καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορήσαντα παρὰ τοὺς πολεμίους· |
s-223
| αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· |
s-224
| οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά τ̓ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν. |
s-225
| μεγάλη γὰρ οὖσα καὶ τόλμης καὶ συνέσεως γέμουσα ἀφ̓ ὧν κατώρθωσεν, ὕποπτον αὐτοῦ τὸ ἐλλεῖπον, ὡς οὐ σπουδάσαντος, ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι παρεῖχε· |
s-226
| ἤλπιζον δὲ καὶ Χίους ἑαλωκότας ἀκούσεσθαι καὶ τὴν ἄλλην Ἰωνίαν. |
s-227
| ὅθεν ἠγανάκτουν μὴ ταχὺ πάντα μηδ̓ εὐθέως, ὡς ἐβούλοντο, πυνθανόμενοι διαπεπραγμένον, οὐχ ὑπολογιζόμενοι τὴν ἀχρηματίαν, ἀφ̓ ἧς πολεμῶν πρὸς ἀνθρώπους βασιλέα μέγαν χορηγὸν ἔχοντας ἠναγκάζετο πολλάκις ἐκπλέων καὶ ἀπολείπων τὸ στρατόπεδον μισθοὺς καὶ τροφὰς πορίζειν. |
s-228
| καὶ γὰρ τὸ τελευταῖον ἔγκλημα διὰ ταύτην ἔλαβε τὴν αἰτίαν. |
s-229
| Λυσάνδρου γὰρ ἐπὶ τὴν ναυαρχίαν ἀποσταλέντος ὑπὸ Λακεδαιμονίων, καὶ τετρώβολον ἀντὶ τριωβόλου τῷ ναύτῃ διδόντος ἐξ ὧν ἔλαβε παρὰ Κύρου χρημάτων, αὐτὸς ἤδη γλίσχρως χορηγῶν καὶ τὸ τριώβολον ἀπῆρεν ἀργυρολογήσων ἐπὶ Καρίας. |
s-230
| ὡς δὲ ταῦτ̓ ἤκουσεν ὁ Ἀλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προὐκαλεῖτο τὸν Λύσανδρον. |
s-231
| ὁ δ̓ ἠγάπα νενικηκὼς καὶ οὐκ ἀντανήγετο. |
s-232
| τῶν δὲ μισούντων τὸν Ἀλκιβιάδην ἐν τῷ στρατοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν εἰς Ἀθήνας κατηγορήσων. |
s-233
| ἐνεκάλουν δ̓ αὐτῷ καὶ τὴν τῶν τειχῶν κατασκευήν, ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ περὶ Βισάνθην αὑτῷ καταφυγὴν ὡς ἐν τῇ πατρίδι μὴ δυνάμενος βιοῦν ἢ μὴ βουλόμενος. |
s-234
| οἱ δ̓ Ἀθηναῖοι πεισθέντες ἑτέρους εἵλοντο στρατηγούς, ἐνδεικνύμενοι τὴν πρὸς ἐκεῖνον ὀργὴν καὶ κακόνοιαν. |
s-235
| ταῦτα δὲ λέγοντος τοῦ Ἀλκιβιάδου, καὶ παραινοῦντος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί· |
s-236
| ὁ δ̓ Ἀλκιβιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπῄει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε Λακεδαιμονίους διαναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν. |
s-237
| ὅτι μέντοι τὰς ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. |
s-238
| ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δ̓ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι. |
s-239
| τῶν δ̓ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. |
s-240
| ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν. |
s-241
| ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν. |
s-242
| εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος. |
s-243
| Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· |
s-244
| ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλ̓ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. |
s-245
| ἔτι δ̓ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· |
s-246
| οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθ̓ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθ̓ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας. |
s-247
| ταῦτα δ̓ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυνθάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε καὶ διενοεῖτο. |
s-248
| ἕτεροι δέ φασιν ἰδεῖν τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Μαγαῖον ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. |
s-249
| ἀλλὰ τὴν μὲν ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς. |
s-250
| οἱ δὲ πεμφθέντες πρὸς αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν. |
s-251
| ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κορινθίαν μὲν προσαγορευθεῖσαν, ἐκ δὲ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην. |