s-3
| τοῦ δὲ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον. |
s-4
| οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο Ἀλκιβιάδῃ μετ̓ ὀλίγων ἄλλων δἰ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε. |
s-5
| τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. |
s-6
| μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον· |
s-7
| εἶτ̓ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας· |
s-8
| ὁλᾷς Θέωλον; |
s-9
| τὴν κεφαλὴν κόλακος ἔχει. |
s-10
| ὀρθῶς γε τοῦτ̓ Ἀλκιβιάδης ἐτραύλισεν. |
s-11
| ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος, οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. |
s-12
| ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν ἅμαξα φορτίων ἐπῄει. |
s-13
| πρῶτον μὲν οὖν ἐκέλευε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· |
s-14
| ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· |
s-15
| αὐλείτωσαν οὖν, ἔφη, Θηβαίων παῖδες· |
s-16
| οὐ γὰρ ἴσασι διαλέγεσθαι· |
s-17
| τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων ὁ Ἁλκιβιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλλους. |
s-18
| ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς μανθάνοντας. |
s-19
| ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθέρων διατριβῶν καὶ προεπηλακίσθη παντάπασιν ὁ αὐλός. |
s-20
| ἐν δὲ ταῖς Ἀντιφῶντος λοιδορίαις γέγραπται ὅτι παῖς ὤν, ἐκ τῆς οἰκίας ἀπέδρα πρὸς Δημοκράτη τινὰ τῶν ἐραστῶν· |
s-21
| βουλομένου δ̓ αὐτὸν ἀποκηρύττειν Ἀρίφρονος, Περικλῆς οὐκ εἴασεν, εἰπών· |
s-22
| οὐδένα γὰρ ἡ τύχη περιέσχεν ἔξωθεν καὶ περιέφραξε τοῖς λεγομένοις ἀγαθοῖς τοσοῦτον ὥστ̓ ἄτρωτον ὑπὸ φιλοσοφίας γενέσθαι, καὶ λόγοις ἀπρόσιτον παρρησίαν καὶ δηγμὸν ἔχουσιν· |
s-23
| ἃ γὰρ ἐξῆν αὐτῷ λαβεῖν ἅπαντα, τούτων ἡμῖν τὰ μέρη καταλέλοιπεν. |
s-24
| οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο· |
s-25
| ἑστιάσας δὲ καὶ φιλοφρονηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ, καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τά τέλη τὰ δημόσια ταῖς τιμαῖς ὑπερβάλλειν ἀντωνούμενον. |
s-26
| παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· |
s-27
| καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. |
s-28
| ἕωθεν οὖν προελθὼν μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. |
s-29
| ἐπεὶ δ̓ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνομάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος, θορυβουμένου τοῦ ἀνθρώπου καὶ ἀναχωροῦντος, ἑστὼς ὁ Ἀλκιβιάδης ἄπωθεν πρὸς τοὺς ἄρχοντας, ἐμὲ γράψατ̓, ἔφη, ἐμὸς φίλος ἐστίν, ἐγγυῶμαι. |
s-30
| ταῦτ̓ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν. |
s-31
| εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. |
s-32
| ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες· |
s-33
| ὁ δ̓ Ἀλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάντου. |
s-34
| διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. |
s-35
| ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ̓ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δ̓ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν· |
s-36
| Ἀλκιβιάδης δ̓ ἦν μὲν ἀμέλει καὶ πρὸς ἡδονὰς ἀγώγιμος· |
s-37
| ἡ γὰρ ὑπὸ Θουκυδίδου λεγομένη παρανομία εἰς τὸ σῶμα τῆς διαίτης ὑποψίαν τοιαύτην δίδωσιν. |
s-38
| οὐ μὴν ἀλλὰ μᾶλλον αὐτοῦ τῆς φιλοτιμίας ἐπιλαμβανόμενοι καὶ τῆς φιλοδοξίας οἱ διαφθείροντες ἐνέβαλλον οὐ καθ̓ ὥραν εἰς μεγαλοπραγμοσύνην, ἀναπείθοντες ὡς, ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν, οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημαγωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον. |
s-39
| ὥσπερ οὖν ὁ σίδηρος ἐν τῷ πυρὶ μαλασσόμενος αὖθις ὑπὸ τοῦ ψυχροῦ πυκνοῦται καὶ σύνεισι τοῖς μορίοις εἰς αὑτόν, οὕτως ἐκεῖνον ὁ Σωκράτης θρύψεως διάπλεων καὶ χαυνότητος ὁσάκις ἂν λάβοι, πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα. |
s-40
| τὴν δὲ παιδικὴν ἡλικίαν παραλλάσσων ἐπέστη γραμματοδιδασκάλῳ καὶ βιβλίον ᾔτησεν Ὁμηρικόν. |
s-41
| εἰπόντος δὲ τοῦ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου, κονδύλῳ καθικόμενος αὐτοῦ παρῆλθεν. |
s-42
| ἑτέρου δὲ φήσαντος ἔχειν Ὅμηρον ὑφ̓ αὑτοῦ διωρθωμένον, εἶτ̓, ἔφη, γράμματα διδάσκεις, Ὅμηρον ἐπανορθοῦν ἱκανὸς ὤν; |
s-43
| οὐχὶ τοὺς νέους παιδεύεις; |
s-44
| Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐτοῦ. |
s-45
| πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθ̓ ἑαυτὸν ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης, εἶτα, ἔφη, βέλτιον οὐκ ἦν σκοπεῖν αὐτὸν ὅπως οὐκ ἀποδώσει λόγον Ἀθηναίοις; |
s-46
| ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν τοῖς ἀγῶσιν. |
s-47
| ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον· |
s-48
| ἐπεὶ δ̓ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ Ἀλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι τὴν δόξαν, ὁ Σωκράτης βουλόμενος αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ πρῶτος ἐμαρτύρει καὶ παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ διδόναι τὴν πανοπλίαν. |
s-49
| καὶ ταῦτα μὲν ὕστερον ἐπράχθη. |
s-50
| Ἱππονίκῳ δὲ τῷ Καλλίου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε κόνδυλον, οὐχ ὑπ̓ ὀργῆς ἢ διαφορᾶς τινος προαχθείς, ἀλλ̓ ἐπὶ γέλωτι, συνθέμενος πρὸς τοὺς ἑταίρους. |
s-51
| ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις· |
s-52
| ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν. |
s-53
| εὔτακτος δ̓ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, λυπουμένη δ̓ ὑπ̓ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. |
s-54
| ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε δἰ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδ̓ ἀφελέσθαι τολμήσαντος. |
s-55
| αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδ̓ ἀπάνθρωπος εἶναι· |
s-56
| καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν. |
s-57
| ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. |
s-58
| ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας, γίνεται τοίνυν, εἶπεν, ὃ βούλομαι· |
s-59
| βούλομαι γὰρ Ἀθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι. |
s-60
| καὶ ὅτι μὲν δυνατὸς ἦν εἰπεῖν, οἵ τε κωμικοὶ μαρτυροῦσι καὶ τῶν ῥητόρων ὁ δυνατώτατος ἐν τῷ κατὰ Μειδίου, λέγων τὸν Ἀλκιβιάδην καὶ δεινότατον εἰπεῖν γενέσθαι πρὸς τοῖς ἄλλοις. |
s-61
| αἱ δ̓ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· |
s-62
| ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. |
s-63
| σὲ δ̓ ἀείσομαι, ὦ Κλεινίου παῖ. |
s-64
| τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. |
s-65
| οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε. |
s-66
| λέγεται γὰρ ὡς ἦν Ἀθήνησι Διομήδης, ἀνὴρ οὐ πονηρός, Ἀλκιβιάδου φίλος, ἐπιθυμῶν δὲ νίκην Ὀλυμπικὴν αὐτῷ γενέσθαι· |
s-67
| καὶ πυνθανόμενος ἅρμα δημόσιον Ἀργείοις εἶναι, τὸν Ἀλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι τὸ ἅρμα. |
s-68
| πριάμενος δὲ ὁ Ἀλκιβιάδης ἴδιον ἀπεγράψατο, τὸν δὲ Διομήδη χαίρειν εἴασε χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. |
s-69
| φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ τούτου, καὶ λόγος Ἰσοκράτει γέγραπται περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ Ἀλκιβιάδου παιδός, ἐν ᾧ Τισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος. |
s-70
| ἦν γάρ, ὡς Εὔπολίς φησι, λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. |
s-71
| ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δ̓ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν. |
s-72
| ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν. |
s-73
| ὡς δ̓ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδ̓ ἂν προσδοκήσαντα. |
s-74
| φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδ̓ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς, καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. |
s-75
| οὐ γὰρ τοιούτων εἵνεκ̓ ὄστραχ̓ εὑρέθη. |
s-76
| πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν· |
s-77
| ἐπεὶ δ̓ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων. |
s-78
| εἶτ̓ ἐκείνους μὲν οὐκ ἔπεισε φίλος ὢν Βοιωτοῖς μὴ συνόμνυσθαι μηδὲ Κορινθίοις, Ἀθηναίοις δὲ κωλύει τὸν βουλόμενον τῶν Ἑλλήνων φίλον εἶναι καὶ σύμμαχον, εἰ μὴ δόξειε Λακεδαιμονίοις. |
s-79
| ἀποδεξαμένης δὲ τῆς βουλῆς, τοῦ δὲ δήμου τῇ ὑστεραίᾳ μέλλοντος ἐκκλησιάζειν, δείσας ὁ Ἀλκιβιάδης διεπράξατο τοὺς πρέσβεις ἐν λόγοις γενέσθαι πρὸς αὐτόν. |
s-80
| ὡς δὲ συνῆλθον ἔλεγε· |
s-81
| τί πεπόνθατε, ἄνδρες Σπαρτιᾶται; |
s-82
| φέρε δή, τὴν εὐήθειαν ταύτην ἀφέντες, εἰ βούλεσθε χρήσασθαι μετρίοις Ἀθηναίοις καὶ μηδὲν ἐκβιασθῆναι παρὰ γνώμην, οὕτω διαλέγεσθε περὶ τῶν δικαίων ὡς οὐκ ὄντες αὐτοκράτορες. |
s-83
| ταῦτα δ̓ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν. |
s-84
| τῇ δ̓ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δ̓ οἱ πρέσβεις. |
s-85
| ἐρωτώμενοι δ̓ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως ἐφ̓ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες. |
s-86
| οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθηναίοις. |
s-87
| μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν· |
s-88
| Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν. |
s-89
| ἔπεισε δὲ καὶ Πατρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. |
s-90
| οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβούλευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις, καὶ τὸν ἐν Ἀγραύλου προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν. |
s-91
| ὀμνύουσι γὰρ ὅροις χρήσασθαι τῆς Ἀττικῆς πυροῖς, κριθαῖς, ἀμπέλοις, ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον. |
s-92
| οἷον ἦν καὶ τὸ Ἀγάθαρχον εἷρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· |
s-93
| καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκάλουν, πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών. |
s-94
| Ἀριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες. |
s-95
| ἐδόκει δὲ καὶ Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο Ἀλκιβιάδας. |
s-96
| μέγα γὰρ αὔξῃ κακὸν ἅπασι τούτοις. |
s-97
| οἱ μὲν ἐγέλων, οἱ δ̓ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. |
s-98
| οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν. |
s-99
| Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος ἐπεθύμουν Ἀθηναῖοι, καὶ τελευτήσαντος ἥπτοντο, καὶ τὰς λεγομένας βοηθείας καὶ συμμαχίας ἔπεμπον ἑκάστοτε τοῖς ἀδικουμένοις ὑπὸ Συρακουσίων ἐπιβάθρας τῆς μείζονος στρατείας τιθέντες. |
s-100
| καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὂν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενος, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο. |
s-101
| καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας. |
s-102
| ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας. |