Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Partdev
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 102 - 201 of 248 • previousnext

s-102 λέγω δὲ τὰς πομπὰς τῶν παρθένων καὶ τὰς ἀποδύσεις καὶ τοὺς ἀγῶνας ἐν ὄψει τῶν νέων, ἀγομένων οὐ γεωμετρικαῖς, ἀλλ̓ ἐρωτικαῖς, ὥς φησιν Πλάτων, ἀνάγκαις·
s-103 οὐ μὴν ἀλλὰ καὶ ἀτιμίαν τινὰ προσέθηκε τοῖς ἀγάμοις.
s-104 εἴργοντο γὰρ ἐν ταῖς γυμνοπαιδίαις τῆς θέας·
s-105 τοῦ δὲ χειμῶνος οἱ μὲν ἄρχοντες αὑτοὺς ἐκέλευον ἐν κύκλῳ γυμνοὺς περιϊέναι τὴν ἀγοράν, οἱ δὲ περιϊόντες ᾖδον εἰς αὑτοὺς ᾠδήν τινα πεποιημένην, ὡς δίκαια πάσχοιεν, ὅτι τοῖς νόμοις ἀπειθοῦσι·
s-106 τιμῆς δὲ καὶ θεραπείας ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρηντο.
s-107 ὅθεν καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν.
s-108 ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν, εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα γεγέννηκας.
s-109 τὴν δὲ ἁρπασθεῖσαν νυμφεύτρια καλουμένη παραλαβοῦσα, τὴν μὲν κεφαλὴν ἐν χρῷ περιέκειρεν, ἱματίῳ δὲ ἀνδρείῳ καὶ ὑποδήμασιν ἐνσκευάσασα κατέκλινεν ἐπὶ στιβάδα μόνην ἄνευ φωτός.
s-110 συνδιατρίψας δὲ χρόνον οὐ πολὺν ἀπῄει κοσμίως οὗπερ εἰώθει τὸ πρότερον, καθευδήσων μετὰ τῶν ἄλλων νέων.
s-111 καὶ τοῦτο ἔπραττον οὐκ ὀλίγον χρόνον, ἀλλ̓ ὥστε καὶ παῖδας γενέσθαι ἐνίοις πρὶν ἐς ἡμέραν θεάσασθαι τὰς ἑαυτῶν γυναῖκας.
s-112 τοσαύτην δὲ τοῖς γάμοις ἐπιστήσας αἰδῶ καὶ τάξιν, οὐδὲν ἧττον ἐξέβαλε τὴν κενὴν καὶ γυναικώδη ζηλοτυπίαν, ἐν καλῷ καταστήσας ὕβριν μὲν καὶ ἀναξίαν πᾶσαν εἴργειν ἀπὸ τοῦ γάμου, παίδων δὲ καὶ τεκνώσεως κοινωνεῖν τοῖς ἀξίοις, καταγελῶντας τῶν ὡς ἄμικτα καὶ ἀκοινώνητα ταῦτα μετιόντων σφαγαῖς καὶ πολέμοις.
s-113 ἐξῆν μὲν γὰρ ἀνδρὶ πρεσβυτέρῳ νέας γυναικός, εἰ δὴ τινα τῶν καλῶν καὶ ἀγαθῶν ἀσπάσαιτο νέων καὶ δοκιμάσειεν, εἰσαγαγεῖν παῤ αὐτὴν καὶ πλήσαντα γενναίου σπέρματος ἴδιον αὑτοῖς ποιήσασθαι τὸ γεννηθέν.
s-114 ἐξῆν δὲ πάλιν ἀνδρὶ χρηστῷ, τῶν εὐτέκνων τινὰ καὶ σωφρόνων θαυμάσαντι γυναικῶν ἑτέρῳ γεγαμημένην, πεῖσαι τὸν ἄνδρα συνελθεῖν, ὥσπερ ἐν χώρᾳ, καλλικάρπῳ φυτεύοντα καὶ ποιούμενον παῖδας ἀγαθούς, ἀγαθῶν ὁμαίμους καὶ συγγενεῖς ἐσομένους.
s-115 πρῶτον μὲν γάρ οὐκ ἰδίους ἡγεῖτο τῶν πατέρων τοὺς παῖδας, ἀλλὰ κοινοὺς τῆς πόλεως Λυκοῦργος, ὅθεν οὐκ ἐκ τῶν τυχόντων, ἀλλ̓ ἐκ τῶν ἀρίστων ἐβούλετο γεγονότας εἶναι τοὺς πολίτας.
s-116 ταῦτα δὲ οὕτως πραττόμενα φυσικῶς καὶ πολιτικῶς τότε τοσοῦτον ἀπεῖχε τῆς ὕστερον λεγομένης γενέσθαι περὶ τὰς γυναῖκας εὐχερείας ὥστε ὅλως ἄπιστον εἶναι τὸ τῆς μοιχείας παῤ αὑτοῖς.
s-117 καὶ λόγος ἀπομνημονεύεται Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί πάσχουσιν οἱ μοιχοὶ παῤ αὑτοῖς, εἶπεν·
s-118 ξένε, οὐδεὶς γίνεται μοιχὸς παῤ ἡμῖν.
s-119 ταῦρον, ἔφη Γεράδας, ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται.
s-120 πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος;
s-121 γελάσας Γεράδας, πῶς δ̓ ἄν, ἔφη, ἐν Σπάρτῃ μοιχὸς γένοιτο;
s-122 ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων.
s-123 τὸ δὲ γεννηθὲν οὐκ ἦν κύριος γεννήσας τρέφειν, ἀλλ̓ ἔφερε λαβὼν εἰς τόπον τινὰ λέσχην καλούμενον, ἐν καθήμενοι τῶν φυλετῶν οἱ πρεσβύτατοι καταμαθόντες τὸ παιδάριον, εἰ μὲν εὐπαγὲς εἴη καὶ ῥωμαλέον, τρέφειν ἐκέλευον, κλῆρον αὐτῷ τῶν ἐνακισχιλίων προσνείμαντες·
s-124 ὅθεν οὐδὲ ὕδατι τὰ βρέφη, ἀλλ̓ οἴνῳ περιέλουον αἱ γυναῖκες, βάσανόν τινα ποιούμεναι τῆς κράσεως αὐτῶν.
s-125 διὸ καὶ τῶν ἔξωθεν ἔνιοι τοῖς τέκνοις Λακωνικὰς ἐωνοῦντο τίτθας·
s-126 καὶ τήν γε τὸν Ἀθηναῖον Ἀλκιβιάδην τιτθεύσασαν Ἀμύκλαν ἱστοροῦσι γεγονέναι Λάκαιναν.
s-127 ἀλλὰ τούτῳ, ὡς Πλάτων φησί, Ζώπυρον ἐπέστησε παιδαγωγὸν Περικλῆς, οὐδέν τι τῶν ἄλλων διαφέροντα δούλων·
s-128 ἄρχοντα δ̓ αὑτοῖς παρίστατο τῆς ἀγέλης τὸν τῷ φρονεῖν διαφέροντα καὶ θυμοειδέστατον ἐν τῷ μάχεσθαι·
s-129 καὶ πρὸς τοῦτον ἀφεώρων καὶ προστάττοντος ἠκροῶντο καὶ κολάζοντος ἐκαρτέρουν, ὥστε τὴν παιδείαν εἶναι μελέτην εὐπειθείας.
s-130 γράμματα μὲν οὖν ἕνεκα τῆς χρείας ἐμάνθανον·
s-131 γενόμενοι δὲ δωδεκαετεῖς ἄνευ χιτῶνος ἤδη διετέλουν, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων ἄπειροι·
s-132 πλὴν ὀλίγας ἡμέρας τινὰς τοῦ ἐνιαυτοῦ τῆς τοιαύτης φιλανθρωπίας μετεῖχον.
s-133 ἐκάθευδον δὲ ὁμοῦ κατ̓ ἴλην καὶ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὑτοῖς συνεφόρουν, τοῦ παρὰ τὸν Εὐρώταν πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες.
s-134 ἤδη δὲ τοῖς τηλικούτοις ἐρασταὶ τῶν εὐδοκίμων νέων συνανεστρέφοντο·
s-135 καὶ προσεῖχον οἱ πρεσβύτεροι, καὶ μᾶλλον ἐπιφοιτῶντες εἰς τὰ γυμνάσια, καὶ μαχομένοις καὶ σκώπτουσιν ἀλλήλους παρατυγχάνοντες, οὐ παρέργως, ἀλλὰ τρόπον τινὰ πάντες οἰόμενοι πάντων καὶ πατέρες εἶναι καὶ παιδαγωγοὶ καὶ ἄρχοντες, ὥστε μήτε καιρὸν ἀπολείπεσθαι μήτε χωρίον ἔρημον τοῦ νουθετοῦντος τὸν ἁμαρτάνοντα καὶ κολάζοντος.
s-136 οὐ μὴν ἀλλὰ καὶ παιδονόμος ἐκ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἐτάττετο, καὶ κατ̓ ἀγέλας αὐτοὶ προΐσταντο τῶν λεγομένων εἰρένων ἀεὶ τὸν σωφρονέστατον καὶ μαχιμώτατον.
s-137 οὗτος οὖν εἴρην, εἴκοσι ἔτη γεγονώς, ἄρχει τε τῶν ὑποτεταγμένων ἐν ταῖς μάχαις, καὶ κατ̓ οἶκον ὑπηρέταις χρῆται πρὸς τὸ δεῖπνον.
s-138 καὶ φέρουσι κλέπτοντες, οἱ μὲν ἐπὶ τοὺς κήπους βαδίζοντες, οἱ δὲ εἰς τὰ τῶν ἀνδρῶν συσσίτια παρεισρέοντες εὖ μάλα πανούργως καὶ πεφυλαγμένως·
s-139 ἂν δ̓ ἁλῷ, πολλὰς λαμβάνει πληγὰς τῇ μάστιγι, ῥᾳθύμως δοκῶν κλέπτειν καὶ ἀτέχνως.
s-140 κλέπτουσι δὲ καὶ τῶν σιτίων τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ῥᾳθύμως φυλάττουσι.
s-141 γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως δἰ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
s-142 φέρεται, γάρ εἰς μῆκος, ὅταν τὸ πνεῦμα μὴ πολλὴν σχῇ διατριβὴν καὶ ἀσχολίαν ὑπὸ πλήθους τροφῆς εἰς βάθος καὶ πλάτος πιεζόμενον, ἀλλ̓ ἄνω βαδίζῃ διὰ κουφότητα, τοῦ σώματος ἐκλύτως καὶ ῥᾳδίως ἐπιδιδόντος.
s-143 τὸ δ̓ αὐτὸ τοῦτο καὶ καλοὺς δοκεῖ ποιεῖν·
s-144 ἀλλὰ γὰρ μὲν αἰτία τοῦ συμβαίνοντος ἐν μέσῳ προκείσθω σκοπεῖν.
s-145 οὕτω δὲ κλέπτουσι πεφροντισμένως οἱ παῖδες, ὥστε λέγεταί τίς ἤδη σκύμνον ἀλώπεκος κεκλοφὼς καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενος ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖς ὄνυξι καὶ τοῖς ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν.
s-146 καὶ τοῦτο μὲν οὐδὲ ἀπὸ τῶν νῦν ἐφήβων ἄπιστόν ἐστιν, ὧν πολλοὺς ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας ἑωράκαμεν ἐναποθνήσκοντας ταῖς πληγαῖς.
s-147 δειπνήσας δὲ εἴρην κατακείμενος τῷ μὲν ᾆσαι προσέταξε τῶν παίδων, τῷ δὲ ἐρώτημά τι προὔβαλε πεφροντισμένης δεόμενον ἀποκρίσεως·
s-148 ἐκ τούτου δὲ καὶ κρίνειν τὰ καλὰ καὶ πολυπραγμονεῖν εὐθὺς ἐξ ἀρχῆς εἰθίζοντο περὶ τῶν πολιτῶν.
s-149 ἔδει δὲ τὴν ἀπόκρισιν καὶ μετ̓ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον·
s-150 δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα.
s-151 πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει.
s-152 ἐκοινώνουν δὲ οἱ ἐρασταὶ τοῖς παισὶ τῆς δόξης ἐπ̓ ἀμφότερα·
s-153 καὶ λέγεταί ποτε παιδὸς ἐν τῷ μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων.
s-154 ἐδίδασκον δὲ τοὺς παῖδας καὶ λόγῳ χρῆσθαι πικρίαν ἔχοντι μεμιγμένην χάριτι καὶ πολλὴν ἀπὸ βραχείας λέξεως ἀναθεώρησιν.
s-155 τὸ μὲν γάρ σιδηροῦν νόμισμα μικρὰν ἔχειν ἐποίησεν ἀπὸ πολλοῦ σταθμοῦ δύναμιν Λυκοῦργος, ὡς εἴρηται, τὸ δὲ τοῦ λόγου νόμισμα τοὐναντίον ἀπ̓ εὐτελοῦς καὶ ὀλίγης λέξεως εἰς πολλὴν καὶ περιττὴν κατεσκεύασε διάνοιαν, τῇ πολλῇ σιωπῇ τοὺς παῖδας ἀποφθεγματικοὺς καὶ πεπαιδευμένους πρὸς τὰς ἀποκρίσεις μηχανώμενος.
s-156 ὡς γάρ τὸ σπέρμα τῶν πρὸς τὰς συνουσίας ἀκολάστων ἄγονον ὡς τὰ πολλὰ καὶ ἄκαρπόν ἐστιν, οὕτως πρὸς τὸ λαλεῖν ἀκρασία κενὸν τὸν λόγον ποιεῖ καὶ ἀνόητον.
s-157 Ἆγις μὲν οὖν βασιλεύς, σκώπτοντος Ἀττικοῦ τινος τὰς Λακωνικὰς μαχαίρας εἰς τὴν μικρότητα, καὶ λέγοντος ὅτι ῥᾳδίως αὐτὰς οἱ θαυματοποιοὶ καταπίνουσιν ἐν τοῖς θεάτροις, καὶ μὴν μάλιστα, εἶπεν, ἡμεῖς ἐφικνούμεθα τοῖς ἐγχειριδίοις τῶν πολεμίων·
s-158 καὶ γὰρ Λυκοῦργος αὐτὸς βραχυλόγος τις ἔοικε γενέσθαι καὶ ἀποφθεγματικός, εἰ δεῖ τεκμαίρεσθαι τοῖς ἀπομνημονεύμασιν·
s-159 οἷόν ἐστι τὸ περὶ τὰς πολιτείας πρὸς τὸν ἀξιοῦντα ποιεῖν δημοκρατίαν ἐν τῇ πόλει·
s-160 σὺ γάρ, ἔφη, πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.
s-161 φέρονται δὲ αὐτοῦ καὶ δἰ ἐπιστολῶν ἀποκρίσεις τοιαῦται πρὸς τοὺς πολίτας.
s-162 πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα;
s-163 οὐκ ἂν εἴη ἀτείχιστος πόλις ἅτις ἄνδρεσσι, καὶ οὐ πλίνθοις ἐστεφάνωται.
s-164 τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί.
s-165 Λεωνίδας βασιλεὺς ἀκαίρως τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι.
s-166 Χαρίλαος δὲ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς ὀλιγότητος αὑτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν.
s-167 Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστὴν ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν, εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν.
s-168 Θεόπομπος δὲ ξένου τινὸς εὔνοιαν ἐνδεικνυμένου, καὶ φάσκοντος ὡς παρὰ τοῖς αὑτοῦ πολίταις φιλολάκων καλεῖται, κάλλιον ἦν τοι, εἶπεν, ξένε, φιλοπολίταν καλεῖσθαι.
s-169 Πλειστῶναξ δὲ Παυσανίου, ῥήτορος Ἀθηναίου τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις·
s-170 μόνοι γάρ Ἑλλάνων ἄμμες οὐδὲν κακὸν μεμαθήκαμεν παῤ ὑμῶν.
s-171 εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν.
s-172 μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας.
s-173 σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε·
s-174 ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν.
s-175 ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι.
s-176 τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν·
s-177 δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν·
s-178 αἰ δὲ λῇς, αὐγάσδεο.
s-179 ἄμμες δὲ γ̓ ἐσσόμεσθα πολλῷ κάρρονες.
s-180 μὲν γὰρ οὕτως πεποίηκε περὶ τῶν Λακεδαιμονίων·
s-181 Πίνδαρος δέ φησιν·
s-182 ἔνθα βουλαὶ γερόντων καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα.
s-183 Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς·
s-184 ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν, ὡς Λακωνικὸς ποιητὴς εἴρηκε.
s-185 καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων.
s-186 ἐχρῶντο δὲ καὶ γυμνασίοις μαλακωτέροις παρὰ τὰς στρατείας, καὶ τὴν ἄλλην δίαιταν οὐχ οὕτω κεκολασμένην οὐδ̓ ὑπεύθυνον τοῖς νέοις παρεῖχον, ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον.
s-187 ἐχώρει δὲ βασιλεὺς ἐπὶ τοὺς πολεμίους ἔχων μεθ̓ ἑαυτοῦ στεφανίτην ἀγῶνα νενικηκότα.
s-188 καὶ φασὶ γέ τινα χρημάτων πολλῶν ἐν Ὀλυμπίοις διδομένων αὐτῷ μὴ δεξάμενον, ἀλλὰ πολλῷ πόνῳ καταπαλαίσαντα τὸν ἀνταγωνιστήν, ὥς τις εἶπεν αὐτῷ, τί σοι πλέον, Λάκων, γέγονε διὰ τῆς νίκης; φάναι μειδιάσαντα, πρὸ τοῦ βασιλέως τεταγμένος μαχοῦμαι τοῖς πολεμίοις.
s-189 αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν, Φιλοστέφανος δὲ καὶ τὴν κατ̓ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν·
s-190 ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι.
s-191 δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν.
s-192 καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδ̓ ὁτιοῦν ἔδει, διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον.
s-193 οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες.
s-194 οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τᾶς ἀναγκαίας οἰκονομίας.
s-195 τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τᾶς καλουμένας λέσχας ἀναστρέφεσθαι.
s-196 καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετ̓ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν χρείαν ἀγοραῖον συντελούντων·
s-197 οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς Λυκοῦργος·
s-198 μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους πόλις ἔχει·
s-199 δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως·
s-200 μὴ λέγετε, εἶπεν, ξένοι·
s-201 καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.

Text viewDownload CoNNL-U