Sentence view
Universal Dependencies - Ancient Greek - PROIEL
Language | Ancient Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | train |
---|
Annotation | Haug, Dag |
---|
showing 1 - 100 of 15016 • next
Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα τε καὶ θωμαστά τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα ἀκλεᾶ γένηται τά τε ἄλλα καὶ δι’ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι
s-1
64362

Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς
s-2
64363
Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς
τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος
s-3
64364

τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ
s-4
64365
τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ
ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον
s-5
64366
ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον
πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπ’ ἧς ἀπίκοντο ἐξεμπολημένων σφι σχεδόν πάντων ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα
s-6
64367

τὸ δέ οἱ οὔνομα εἶναι κατὰ τὸ αὐτὸ τὸ καὶ Ἕλληνές λέγουσι Ἰοῦν τὴν Ἰνάχου
s-7
64368
τὸ δέ οἱ οὔνομα εἶναι κατὰ τὸ αὐτὸ τὸ καὶ Ἕλληνές λέγουσι Ἰοῦν τὴν Ἰνάχου
ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα
s-8
64369

καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπ’ αὐτάς
s-9
64370
καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπ’ αὐτάς
τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι
s-10
64371
τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι
ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ’ Αἰγύπτου
s-11
64372
ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ’ Αἰγύπτου
οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι οὐκ ὡς Ἕλληνές καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι
s-12
64373

μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς οὐ γὰρ ἔχουσι τὸ ὄνομα ἀπηγήσασθαι φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην
s-13
64374

εἴησαν δ’ ἄν οὗτοι Κρῆτες
s-14
64375
εἴησαν δ’ ἄν οὗτοι Κρῆτες
ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι
s-15
64376

καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν ἐνθεῦτεν διαπρηξαμένους καὶ τὰ ἄλλα τῶν εἵνεκεν ἀπίκατο ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην
s-16
64377

πέμψαντά δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα
s-17
64378

τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς
s-18
64379
τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς
οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι
s-19
64380
οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι
δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου ἀκηκοότα ταῦτα ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος δι’ ἁρπαγῆς γενέσθαι γυναῖκα ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας
s-20
64381

οὐδὲ γὰρ ἐκείνους διδόναι
s-21
64382
οὐδὲ γὰρ ἐκείνους διδόναι
οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν
s-22
64383

τοὺς δέ προϊσχομένων ταῦτα προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρ’ ἄλλων δίκας γίνεσθαι
s-23
64384

μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρ’ ἀλλήλων τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι
s-24
64385

προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην ἢ σφέας ἐς τὴν Εὐρώπην
s-25
64386
προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην ἢ σφέας ἐς τὴν Εὐρώπην
τὸ μέν νυν ἁρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων νομίζειν ἔργον εἶναι τὸ δὲ ἁρπασθεισέων σπουδήν ποιήσασθαι τιμωρέειν ἀνοήτων τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων
s-26
64387

δῆλα γὰρ δὴ ὅτι εἰ μὴ αὐταὶ ἐβούλοντο οὐκ ἂν ἡρπάζοντο
s-27
64388
δῆλα γὰρ δὴ ὅτι εἰ μὴ αὐταὶ ἐβούλοντο οὐκ ἂν ἡρπάζοντο
σφέας μὲν δὴ τοὺς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν
s-28
64389

ἀπὸ τούτου αἰεὶ ἡγήσασθαι τὸ Ἑλληνικὸν σφίσι εἶναι πολέμιον
s-29
64390
ἀπὸ τούτου αἰεὶ ἡγήσασθαι τὸ Ἑλληνικὸν σφίσι εἶναι πολέμιον
τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα οἰκηιεῦνται οἱ Πέρσαι
s-30
64391
τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα οἰκηιεῦνται οἱ Πέρσαι
τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικόν ἥγηνται κεχωρίσθαι
s-31
81643
τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικόν ἥγηνται κεχωρίσθαι
οὕτω μὲν Πέρσαι λέγουσι γενέσθαι καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχήν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας
s-32
64392

περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες
s-33
64393
περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες
οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτήν ἐς Αἴγυπτον ἀλλ’ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νέος
s-34
64394

ἐπεὶ δ’ ἔμαθε ἔγκυος ἐοῦσα αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντήν αὐτήν τοῖσι Φοίνιξι συνεκπλῶσαι ὡς ἂν μὴ κατάδηλος γένηται
s-35
64395

ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι
s-36
64396
ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι
ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἢ ἄλλως κως ταῦτα ἐγένετο
s-37
64397
ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἢ ἄλλως κως ταῦτα ἐγένετο
τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών
s-38
83392

τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε
s-39
64398
τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε
τὰ δὲ ἐπ’ ἐμεῦ ἦν μεγάλα πρότερον ἦν σμικρά
s-40
64399
τὰ δὲ ἐπ’ ἐμεῦ ἦν μεγάλα πρότερον ἦν σμικρά
τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τῷ αὐτῷ μένουσαν ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως
s-41
64400

Κροῖσος ἦν Λυδὸς μὲν γένος παῖς δὲ Ἀλυάττεω τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον
s-42
64401

οὗτος ὁ Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν
s-43
64402

τοὺς δὲ φίλους προσεποιήσατο
s-44
75040
τοὺς δὲ φίλους προσεποιήσατο
κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ
s-45
64403
κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ
φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους
s-46
75041
φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους
πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι
s-47
64404
πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι
τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγένετο τῶν πολίων ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή
s-48
64405

ἡ δὲ ἡγεμονίη οὕτω περιῆλθε ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου καλεομένους δὲ Μερμνάδας
s-49
64406

ἦν Κανδαύλης τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι τύραννος Σαρδίων ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος
s-50
64407

Ἄγρων μὲν γὰρ ὁ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων Κανδαύλης δὲ ὁ Μύρσου ὕστατος
s-51
64408

οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοὶ Λυδοῦ τοῦ Ἄτυος ἀπ’ ὅτευ ὁ δῆμος Λύδιος ἐκλήθη ὁ πᾶς οὗτος πρότερον Μηίων καλεόμενος
s-52
64409

παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν μέχρι Κανδαύλεω τοῦ Μύρσου
s-53
64410

οὗτος δὴ ὦν ὁ Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός
s-54
64411
οὗτος δὴ ὦν ὁ Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός
ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην
s-55
75037
ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην
ὥστε δὲ ταῦτα νομίζων ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης ὁ Δασκύλου ἀρεσκόμενος μάλιστα τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο ὁ Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων
s-56
64412

χρόνου δὲ οὐ πολλοῦ διελθόντος χρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶς ἔλεγε πρὸς τὸν Γύγην τοιάδε
s-57
64413

Γύγη οὐ γὰρ σε δοκέω πείθεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός
s-58
64414
Γύγη οὐ γὰρ σε δοκέω πείθεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός
ὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν
s-59
75004
ὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν
ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν
s-60
75005
ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν
ὃ δ’ ἀμβώσας εἶπε
s-61
64415
ὃ δ’ ἀμβώσας εἶπε
δέσποτα τίνα λέγεις λόγον οὐκ ὑγιέα κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν
s-62
75002
δέσποτα τίνα λέγεις λόγον οὐκ ὑγιέα κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν
ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή
s-63
64416
ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή
πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται ἐκ τῶν μανθάνειν δεῖ
s-64
64417
πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται ἐκ τῶν μανθάνειν δεῖ
ἐν τοῖσι ἓν τόδε ἐστί σκοπέειν τινὰ τὰ ἑωυτοῦ
s-65
64418
ἐν τοῖσι ἓν τόδε ἐστί σκοπέειν τινὰ τὰ ἑωυτοῦ
ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην καὶ σέο δέομαι μὴ δέεσθαι ἀνόμων
s-66
64419
ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην καὶ σέο δέομαι μὴ δέεσθαι ἀνόμων
ὃ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν
s-67
64420
ὃ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν
ὃ δ’ ἀμείβετο τοῖσιδε
s-68
75038
ὃ δ’ ἀμείβετο τοῖσιδε
θάρσεε Γύγη καὶ μὴ φοβεῦ μήτε ἐμέ ὡς σέο πειρώμενος λέγω λόγον τόνδε μήτε γυναῖκα τὴν ἐμήν μὴ τὶ τοι ἐξ αὐτῆς γένηται βλάβος
s-69
64421

ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ
s-70
64422
ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ
ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω
s-71
64423
ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω
μετὰ δ’ ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον
s-72
64424
μετὰ δ’ ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον
κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος
s-73
64425
κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος
ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ’ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι
s-74
64426

ἐπεὰν δέ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνήν κατὰ νώτου τε αὐτῆς γένῃ σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων
s-75
64427

αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον
s-76
64542

ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου
s-77
64543
ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου
μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια
s-78
64544

θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν εἴρετο ὁ Κροῖσος τάδε
s-79
64545
θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν εἴρετο ὁ Κροῖσος τάδε
ξεῖνε Ἀθηναῖε παρ’ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας
s-80
64546

νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον
s-81
64547
νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον
ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα
s-82
64548
ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα
Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
s-83
64549
Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
ὦ βασιλεῦ Τέλλον Ἀθηναῖον
s-84
75703
ὦ βασιλεῦ Τέλλον Ἀθηναῖον
ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως
s-85
64550
ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως
κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον
s-86
64551
κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον
Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε καὶ ἀγαθοί καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα
s-88
75704

τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι ὡς τὰ παρ’ ἡμῖν τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο
s-89
64553
τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι ὡς τὰ παρ’ ἡμῖν τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο
γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα
s-90
64554

καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως
s-91
75705
καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως
ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο ὁ Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία ἐπειρώτα τίνα δεύτερον μετ’ ἐκεῖνον ἴδοι δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι
s-92
64555

Κλέοβίν τε καὶ Βίτωνα
s-94
75706
Κλέοβίν τε καὶ Βίτωνα
τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε
s-95
64557
τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε
ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος
s-96
64558
ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος
ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρόν
s-97
64559

οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ
s-98
75709
οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ
ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν
s-99
64560
ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν
ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο ἡ μήτηρ
s-100
83397
ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο ἡ μήτηρ
Edit as list • Text view • Dependency trees