Sentence view
Universal Dependencies - Ancient Greek - PROIEL
Language | Ancient Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | test |
---|
Annotation | Haug, Dag |
---|
showing 101 - 200 of 1047 • previous • next
ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης
s-101
65278

κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων
s-102
65279

ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε
s-103
75739
ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε
λαγὸν μηχανησάμενος καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον γράψας τά οἱ ἐδόκεε
s-104
65280

ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ ἀπέστελλε ἐς τοὺς Πέρσας ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι
s-105
65281

ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε
s-106
65282
ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε
εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο
s-107
65283
εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο
τὰ δὲ γράμματα ἔλεγε τάδε
s-108
75740
τὰ δὲ γράμματα ἔλεγε τάδε
ὦ παῖ Καμβύσεω σὲ γὰρ θεοὶ ἐπορῶσι
s-109
65284
ὦ παῖ Καμβύσεω σὲ γὰρ θεοὶ ἐπορῶσι
οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ
s-110
65285
οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ
σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι
s-111
65286
σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι
κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας
s-112
65287
κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας
τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις
s-113
75741
τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις
τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ
s-114
65288

σύ νυν ἢν βούλῃ ἐμοὶ πείθεσθαι τῆς περ Ἀστυάγης ἄρχει χώρης ταύτης ἁπάσης ἄρξεις
s-115
65289
σύ νυν ἢν βούλῃ ἐμοὶ πείθεσθαι τῆς περ Ἀστυάγης ἄρχει χώρης ταύτης ἁπάσης ἄρξεις
Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους
s-116
65290
Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους
καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ ἔστι τοι τὰ σὺ βούλεαι ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων
s-117
65291

πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται
s-118
65292
πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται
ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος
s-119
65293
ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος
ἀκούσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι
s-120
65294
ἀκούσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι
φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι
s-121
75763
φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι
ἐποίεε δὴ ταῦτα
s-122
65295
ἐποίεε δὴ ταῦτα
γράψας ἐς βυβλίον τὰ ἐβούλετο ἁλίην τῶν Περσέων ἐποιήσατο
s-123
65296
γράψας ἐς βυβλίον τὰ ἐβούλετο ἁλίην τῶν Περσέων ἐποιήσατο
μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι
s-124
75764
μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι
νῦν τε ἔφη λέγων ὦ Πέρσαι προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον
s-125
65297
νῦν τε ἔφη λέγων ὦ Πέρσαι προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον
Κῦρος μὲν ταῦτα προηγόρευσε
s-126
65298
Κῦρος μὲν ταῦτα προηγόρευσε
ἔστι δὲ Πέρσεων συχνὰ γένεα
s-127
65299
ἔστι δὲ Πέρσεων συχνὰ γένεα
καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων
s-128
83307
καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων
ἔστι δὲ τάδε ἐξ ὧν οἱ ἄλλοι πάντες ἀρτέαται Πέρσαι Πασαργάδαι Μαράφιοι Μάσπιοι
s-129
65300
ἔστι δὲ τάδε ἐξ ὧν οἱ ἄλλοι πάντες ἀρτέαται Πέρσαι Πασαργάδαι Μαράφιοι Μάσπιοι
τούτων Πασαργάδαι εἰσὶ ἄριστοι ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι
s-130
65301

ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι
s-131
65302
ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι
οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί οἱ δὲ ἄλλοι νομάδες Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι
s-132
65303
οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί οἱ δὲ ἄλλοι νομάδες Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι
Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους
s-133
65337
Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους
ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι ὡς μὲν ἐμοὶ δοκέειν ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι
s-134
75006

οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες
s-135
65338

θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι
s-136
65339
θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι
τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν
s-137
65340
τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν
ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων
s-138
75065
ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων
καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα Ἀράβιοι δὲ Ἀλιλάτ Πέρσαι δὲ Μίτραν
s-139
65341
καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα Ἀράβιοι δὲ Ἀλιλάτ Πέρσαι δὲ Μίτραν
θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε
s-140
65342
θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε
οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν
s-141
65343
οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν
οὐ σπονδῇ χρέωνται οὐκὶ αὐλῷ οὐ στέμμασι οὐκὶ οὐλῇσι
s-142
75066
οὐ σπονδῇ χρέωνται οὐκὶ αὐλῷ οὐ στέμμασι οὐκὶ οὐλῇσι
τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα
s-143
65344

ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά
s-144
65345
ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά
ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι
s-145
75060
ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι
ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται
s-146
65346
ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται
ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην μάλιστα δὲ τὸ τρίφυλλον ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα
s-147
65347

διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν
s-148
65348

ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι
s-149
65349
ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι
ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει
s-150
65350
ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει
ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο
s-151
65351
ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο
ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι
s-152
65352
ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι
ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται
s-153
65353

σίτοισι δὲ ὀλίγοισι χρέωνται ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι
s-154
65354
σίτοισι δὲ ὀλίγοισι χρέωνται ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι
καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον
s-155
65355

εἰ δέ τι παραφέροιτο ἐσθίοντας ἂν οὐ παύεσθαι
s-156
65356
εἰ δέ τι παραφέροιτο ἐσθίοντας ἂν οὐ παύεσθαι
οἴνῳ δὲ κάρτα προσκέαται καί σφι οὐκ ἐμέσαι ἔξεστι οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου
s-157
65357
οἴνῳ δὲ κάρτα προσκέαται καί σφι οὐκ ἐμέσαι ἔξεστι οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου
ταῦτα μέν νυν οὕτω φυλάσσεται
s-158
65358
ταῦτα μέν νυν οὕτω φυλάσσεται
μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων
s-159
75500
μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων
τὸ δ’ ἂν ἅδῃ σφι βουλευομένοισι τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στέγαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται
s-160
65359

καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι χρέωνται αὐτῷ
s-161
75532
καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι χρέωνται αὐτῷ
ἢν δὲ μὴ ἅδῃ μετιεῖσι
s-162
75533
ἢν δὲ μὴ ἅδῃ μετιεῖσι
τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται μεθυσκόμενοι ἐπιδιαγινώσκουσι
s-163
65360
τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται μεθυσκόμενοι ἐπιδιαγινώσκουσι
ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες
s-164
65361
ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες
ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι
s-165
65362
ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι
ἢν δὲ ᾖ ὁ ἕτερος ὑποδεέστερος ὀλίγῳ τὰς παρειὰς φιλέονται
s-166
65363
ἢν δὲ ᾖ ὁ ἕτερος ὑποδεέστερος ὀλίγῳ τὰς παρειὰς φιλέονται
ἢν δὲ πολλῷ ᾖ ὁ ἕτερος ἀγεννέστερος προσπίπτων προσκυνέει τὸν ἕτερον
s-167
65364
ἢν δὲ πολλῷ ᾖ ὁ ἕτερος ἀγεννέστερος προσπίπτων προσκυνέει τὸν ἕτερον
τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς δευτέρα δὲ τοὺς δευτέρους
s-168
65365
τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς δευτέρα δὲ τοὺς δευτέρους
μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι
s-169
65366
μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι
ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι
s-170
65367

ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι οὗτοι δὲ καὶ τῶν ὁμούρων οἳ δὲ μάλα τῶν ἐχομένων
s-171
65368

κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι
s-172
75541
κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι
προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον
s-173
65369
προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον
ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα
s-174
65370
ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα
καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας
s-175
65371

καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι καὶ δὴ καὶ ἀπ’ Ἑλλήνων μαθόντες παισὶ μίσγονται
s-176
65372

γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας
s-177
65373
γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας
πολλῷ δ’ ἔτι πλεῦνας παλλακὰς κτῶνται
s-178
75542
πολλῷ δ’ ἔτι πλεῦνας παλλακὰς κτῶνται
ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας
s-179
65374
ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας
τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος
s-180
65375
τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος
τὸ πολλὸν δ’ ἡγέαται ἰσχυρὸν εἶναι
s-181
65376
τὸ πολλὸν δ’ ἡγέαται ἰσχυρὸν εἶναι
παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι
s-182
65377

πρὶν δὲ ἢ πενταέτης γένηται οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει
s-183
65378
πρὶν δὲ ἢ πενταέτης γένηται οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει
τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται ἵνα ἢν ἀποθάνῃ τρεφόμενος μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ
s-184
65379
τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται ἵνα ἢν ἀποθάνῃ τρεφόμενος μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ
αἰνέω μέν νυν τόνδε τὸν νόμον αἰνέω δὲ καὶ τόνδε τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν
s-185
65380

ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων οὕτω τῷ θυμῷ χρᾶται
s-186
65381

ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα ἢ μοιχίδια
s-187
65382

οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν
s-188
65383
οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν
ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι ταῦτα οὐδὲ λέγειν ἔξεστι
s-189
65384
ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι ταῦτα οὐδὲ λέγειν ἔξεστι
αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται δεύτερα δὲ τὸ ὀφείλειν χρέος
s-190
65385
αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται δεύτερα δὲ τὸ ὀφείλειν χρέος
πολλῶν μὲν καὶ ἄλλων εἵνεκα
s-191
75566
πολλῶν μὲν καὶ ἄλλων εἵνεκα
μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν
s-192
81330
μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν
ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην ἢ λεύκην ἔχῃ ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι
s-193
65386

φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν
s-194
65387
φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν
ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης
s-195
65388
ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης
καὶ τὰς λευκὰς περιστεράς τὴν αὐτὴν αἰτίην ἐπιφέροντες
s-196
81333
καὶ τὰς λευκὰς περιστεράς τὴν αὐτὴν αἰτίην ἐπιφέροντες
ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι οὐ χεῖρας ἐναπονίζονται οὐδὲ ἄλλον οὐδένα περιορῶσι ἀλλὰ σέβονται ποταμοὺς μάλιστα
s-197
65389

καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι τὸ Πέρσας μὲν αὐτοὺς λέληθε ἡμέας μέντοι οὔ
s-198
65390
καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι τὸ Πέρσας μὲν αὐτοὺς λέληθε ἡμέας μέντοι οὔ
τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὸ αὐτὸ γράμμα τὸ Δωριέες μὲν σὰν καλέουσι Ἴωνες δὲ σίγμα
s-199
65391

ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα οὐ τὰ μὲν τὰ δ’ οὔ ἀλλὰ πάντα ὁμοίως
s-200
65392
ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα οὐ τὰ μὲν τὰ δ’ οὔ ἀλλὰ πάντα ὁμοίως
Edit as list • Text view • Dependency trees