Sentence view
Universal Dependencies - Ancient Greek - PROIEL
Language | Ancient Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | test |
---|
Annotation | Haug, Dag |
---|
showing 1 - 100 of 1047 • next
Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι
s-1
64490
Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι
Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα πυθόμενον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον πέμψαντα ἄγγελον κατειπεῖν ὅκως ἄν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται
s-2
64491

Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι
s-3
64492
Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι
Ἀλυάττης δέ ὡς οἱ ταῦτα ἐξαγγέλθη αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ
s-4
64493

ὃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν
s-5
64494
ὃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν
Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν μηχανᾶται τοιάδε
s-6
75552

ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι ἐπεὰν αὐτὸς σημήνῃ τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους
s-7
64495

ταῦτα δὲ ἐποίεέ τε καὶ προηγόρευε Θρασύβουλος τῶνδε εἵνεκεν ὅκως ἂν δὴ ὁ κῆρυξ ὁ Σαρδιηνὸς ἰδών τε σωρὸν μέγαν σίτου κεχυμένον καὶ τοὺς ἀνθρώπους ἐν εὐπαθείῃσι ἐόντας ἀγγείλῃ Ἀλυάττῃ
s-8
64496

τὰ δὴ καὶ ἐγένετο
s-9
64497
τὰ δὴ καὶ ἐγένετο
ὡς γὰρ δὴ ἰδών τε ἐκεῖνα ὁ κῆρυξ καὶ εἶπας πρὸς Θρασύβουλον τοῦ Λυδοῦ τὰς ἐντολὰς ἀπῆλθε ἐς τὰς Σάρδις ὡς ἐγὼ πυνθάνομαι δι’ οὐδὲν ἄλλο ἐγένετο ἡ διαλλαγή
s-10
64498

ἐλπίζων γὰρ ὁ Ἀλυάττης σιτοδείην τε εἶναι ἰσχυρὴν ἐν τῇ Μιλήτῳ καὶ τὸν λεὼν τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ ἤκουε τοῦ κήρυκος νοστήσαντος ἐκ τῆς Μιλήτου τοὺς ἐναντίους λόγους ἢ ὡς αὐτὸς κατεδόκεε
s-11
64499

μετὰ δὲ ἥ τε διαλλαγή σφι ἐγένετο ἐπ’ ᾧ τε ξείνους ἀλλήλοισι εἶναι καὶ συμμάχους καὶ δύο τε ἀντὶ ἑνὸς νηοὺς τῇ Ἀθηναίῃ οἰκοδόμησε ὁ Ἀλυάττης ἐν τῇ Ἀσσησῷ
s-12
64500

αὐτός τε ἐκ τῆς νούσου ἀνέστη
s-13
75578
αὐτός τε ἐκ τῆς νούσου ἀνέστη
κατὰ μέν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυάττῃ ὧδε ἔσχε
s-14
64501
κατὰ μέν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυάττῃ ὧδε ἔσχε
Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος ὁ τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας
s-15
64502
Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος ὁ τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας
ἐτυράννευε δὲ ὁ Περίανδρος Κορίνθου
s-16
64503
ἐτυράννευε δὲ ὁ Περίανδρος Κορίνθου
τῷ δὴ λέγουσι Κορίνθιοι ὁμολογέουσι δέ σφι Λέσβιοι ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ
s-17
75580

τοῦτον τὸν Ἀρίονα λέγουσι τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι
s-18
64505

ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων
s-19
64506

τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα
s-20
64507
τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα
τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι χρήματα μὲν σφι προϊέντα ψυχὴν δὲ παραιτεόμενον
s-21
64508
τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι χρήματα μὲν σφι προϊέντα ψυχὴν δὲ παραιτεόμενον
οὔκων δὴ πείθειν αὐτὸν τούτοισι ἀλλὰ κελεύειν τοὺς πορθμέας ἢ αὐτὸν διαχρᾶσθαί μιν ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην
s-22
64509

ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι ἐπειδή σφι οὕτω δοκέοι περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι
s-23
64510

ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι
s-24
64511
ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι
καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ
s-25
64512
καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ
ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα
s-26
81292
ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα
τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ
s-27
64513

καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον
s-28
64514
καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον
τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον
s-29
75597
τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον
ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός
s-30
64515

Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων
s-31
64516

ὡς δὲ ἄρα παρεῖναι αὐτούς κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος
s-32
64517
ὡς δὲ ἄρα παρεῖναι αὐτούς κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος
καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι
s-33
64519
καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι
ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι
s-34
64520
ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι
καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος
s-35
75605
καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος
Ἀλυάττης δὲ ὁ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα
s-36
64521

ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων Γλαύκου τοῦ Χίου ποίημα ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε
s-37
64522

τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος ὁ Ἀλυάττεω ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα
s-38
64523

ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι
s-39
64524
ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι
ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ’ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος
s-40
64525

ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος ἣ τότε ἐπολιορκέετο καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι
s-41
64526
ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος ἣ τότε ἐπολιορκέετο καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι
πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε ὁ Κροῖσος μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν μέζονα ἐπαιτιώμενος τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων
s-42
64527

ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι
s-43
64528

ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην
s-44
64529

ὦ βασιλεῦ νησιῶται ἵππον συνωνέονται μυρίην ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι
s-45
64530

Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν
s-46
64531
Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν
αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι
s-47
75647
αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι
τὸν δὲ ὑπολαβόντα φάναι
s-48
64532
τὸν δὲ ὑπολαβόντα φάναι
ὦ βασιλεῦ προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ οἰκότα ἐλπίζων
s-49
75648

κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ προσφυέως γὰρ δόξαι λέγειν πειθόμενον παύσασθαι τῆς ναυπηγίης
s-50
64534

καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο
s-51
64535
καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο
χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπ’ ἑωυτῷ εἶχε καταστρεψάμενος ὁ Κροῖσος
s-52
64536

εἰσὶ δὲ οἵδε Λυδοί Φρύγες Μυσοί Μαριανδυνοί Χάλυβες Παφλαγόνες Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί Κᾶρες Ἴωνες Δωριέες Αἰολέες Πάμφυλοι
s-53
64538

κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατά θεωρίης πρόφασιν ἐκπλώσας ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι τῶν ἔθετο
s-54
64539

αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι
s-55
64540
αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι
ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται
s-56
64541
ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται
Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε
s-57
65243
Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε
Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν
s-58
75718
Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν
ἀπικομένους δὲ εἴρετο ὁ Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν
s-59
65244
ἀπικομένους δὲ εἴρετο ὁ Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν
οἳ δὲ κατὰ τὰ αὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον
s-60
65245

ὁ δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε
s-61
65246
ὁ δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε
ἔστι τε ὁ παῖς καὶ περίεστι καί μιν ἐπ’ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα
s-62
65247

ὁ δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας
s-63
65248
ὁ δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας
καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε
s-64
65249
καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε
καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν
s-65
65250
καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν
εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν
s-67
75719

οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει
s-68
65252
οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει
παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται
s-69
65253

ἀμείβεται ὁ Ἀστυάγης τοῖσιδε
s-70
65254
ἀμείβεται ὁ Ἀστυάγης τοῖσιδε
καὶ αὐτὸς ὦ Μάγοι ταύτῃ πλεῖστος γνώμην εἰμί βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν
s-71
65255

ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν
s-72
65256

εἶπαν πρὸς ταῦτα οἱ Μάγοι
s-73
65257
εἶπαν πρὸς ταῦτα οἱ Μάγοι
ὦ βασιλεῦ καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν
s-74
75725
ὦ βασιλεῦ καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν
κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων ἐόντες ξεῖνοι
s-75
65258

σέο δ’ ἐνεστεῶτος βασιλέος ἐόντος πολιήτεω καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν
s-76
65259

οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί
s-77
65260
οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί
καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν πᾶν ἂν σοὶ προεφράζομεν
s-78
65261
καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν πᾶν ἂν σοὶ προεφράζομεν
νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα
s-79
65262

τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους
s-80
65263
τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους
ἀκούσας ταῦτα ὁ Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε
s-81
65264
ἀκούσας ταῦτα ὁ Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε
ὦ παῖ σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον
s-82
65265
ὦ παῖ σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον
τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις
s-83
75726
τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις
νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας
s-84
65266
νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας
πομποὺς δὲ ἐγὼ ἅμα πέμψω
s-85
75727
πομποὺς δὲ ἐγὼ ἅμα πέμψω
ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ
s-86
65267

ταῦτα εἶπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον
s-87
65268
ταῦτα εἶπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον
νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι καὶ δεξάμενοι ὡς ἐπύθοντο μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο
s-88
65269

ὁ δέ σφι ἔλεγε φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ’ ἡμαρτηκέναι πλεῖστον κατ’ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην
s-89
65270

ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς
s-90
65271
ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς
ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι
s-91
75731
ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι
τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός
s-92
65272
τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός
ἤιέ τε ταύτην αἰνέων διὰ παντός
s-93
83304
ἤιέ τε ταύτην αἰνέων διὰ παντός
ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα ἡ Κυνώ
s-94
83305
ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα ἡ Κυνώ
οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι ὁ παῖς κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε
s-95
65273

ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε
s-96
65274
ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε
Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος δῶρα πέμπων τίσασθαι Ἀστυάγεα ἐπιθυμέων
s-97
65275

ἀπ’ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα
s-98
65276
ἀπ’ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα
Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος
s-99
75733

πρὸ δ’ ἔτι τούτου τάδε οἱ κατέργαστο
s-100
65277
πρὸ δ’ ἔτι τούτου τάδε οἱ κατέργαστο
Edit as list • Text view • Dependency trees