Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 301 - 400 of 6003 • previous • next
κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσ̓, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
s-301
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277190
κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσ̓, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
s-302
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277191
τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ̓ ἀπιθήσει Ἀργείων, ὅτε κέν τιν̓ ἐποτρύνῃ καὶ ἀνώγῃ.
s-303
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277192
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ̓ ἀπιθήσει Ἀργείων, ὅτε κέν τιν̓ ἐποτρύνῃ καὶ ἀνώγῃ.
εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ̓ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
s-304
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277194
εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ̓ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
πρῶτον ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος·
s-305
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277195
πρῶτον ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος·
τίφθ̓ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα δἰ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
s-306
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277197
τίφθ̓ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα δἰ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
s-307
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277198
τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
s-308
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277200
τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
ἀλλ̓ ἕπἐ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ̓ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
s-309
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277201
ἀλλ̓ ἕπἐ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ̓ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
βὰν δ̓ ἐπὶ Τυδεΐδην Διομήδεα·
s-310
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277203
βὰν δ̓ ἐπὶ Τυδεΐδην Διομήδεα·
τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν·
s-311
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277204
τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν·
ἀμφὶ δ̓ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δ̓ ἔχον ἀσπίδας·
s-312
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277205
ἀμφὶ δ̓ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δ̓ ἔχον ἀσπίδας·
αὐτὰρ ὅ γ̓ ἥρως εὗδ̓, ὑπὸ δ̓ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
s-313
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277207
αὐτὰρ ὅ γ̓ ἥρως εὗδ̓, ὑπὸ δ̓ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ̓ ἄντην·
s-314
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277208
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ̓ ἄντην·
ἔγρεο Τυδέος υἱέ·
s-315
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277209
ἔγρεο Τυδέος υἱέ·
τί πάννυχον ὕπνον ἀωτεῖς;
s-316
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277210
τί πάννυχον ὕπνον ἀωτεῖς;
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δ̓ ἔτι χῶρος ἐρύκει;
s-317
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277211
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δ̓ ἔτι χῶρος ἐρύκει;
ὣς φάθ̓, ὃ δ̓ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
s-318
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277212
ὣς φάθ̓, ὃ δ̓ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
σχέτλιός ἐσσι γεραιέ·
s-319
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277213
σχέτλιός ἐσσι γεραιέ·
σὺ μὲν πόνου οὔ ποτε λήγεις.
s-320
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277214
σὺ μὲν πόνου οὔ ποτε λήγεις.
σὺ δ̓ ἀμήχανός ἐσσι γεραιέ.
s-321
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277216
σὺ δ̓ ἀμήχανός ἐσσι γεραιέ.
τὸν δ̓ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
s-322
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277217
τὸν δ̓ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
s-323
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277218
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
s-324
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277220
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
βῆ δ̓ ἰέναι, τοὺς δ̓ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
s-325
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277226
βῆ δ̓ ἰέναι, τοὺς δ̓ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
οἳ δ̓ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλ̓ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
s-326
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277227
οἳ δ̓ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλ̓ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ̓, ὁππότ̓ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
s-327
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277231
πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ̓, ὁππότ̓ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
τοὺς δ̓ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
s-328
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277232
τοὺς δ̓ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὕτω νῦν φίλα τέκνα φυλάσσετε·
s-329
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277233
οὕτω νῦν φίλα τέκνα φυλάσσετε·
μη δέ τιν̓ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
s-330
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277234
μη δέ τιν̓ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
ὣς εἰπὼν τάφροιο διέσσυτο·
s-331
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277235
ὣς εἰπὼν τάφροιο διέσσυτο·
τοῖς δ̓ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν·
s-332
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277237
τοῖς δ̓ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν·
αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
s-333
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277238
αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ̓ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων·
s-334
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277239
τάφρον δ̓ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων·
ἔνθα καθεζόμενοι ἔπἐ ἀλλήλοισι πίφαυσκον·
s-335
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277241
ἔνθα καθεζόμενοι ἔπἐ ἀλλήλοισι πίφαυσκον·
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
s-336
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277242
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ̓ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς.
s-337
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277243
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ̓ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής·
s-338
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277244
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής·
μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ̓ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
s-339
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277245
μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ̓ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
s-340
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277248
ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
s-341
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277249
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
ὣς ἔφαθ̓, οἳ δ̓ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
s-342
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277254
ὣς ἔφαθ̓, οἳ δ̓ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
s-343
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277256
αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
s-344
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277257
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γ̓ αἱρήσεαι ὅν κ̓ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
s-345
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277258
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γ̓ αἱρήσεαι ὅν κ̓ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μη δὲ σύ γ̓ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρον̓ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μη δ̓ εἰ βασιλεύτερός ἐστιν.
s-346
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277259
μη δὲ σύ γ̓ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρον̓ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μη δ̓ εἰ βασιλεύτερός ἐστιν.
ὣς ἔφατ̓, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
s-347
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277260
ὣς ἔφατ̓, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
τοῖς δ̓ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
s-348
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277261
τοῖς δ̓ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
τούτου γ̓ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
s-349
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277263
τούτου γ̓ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
τὸν δ̓ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
s-350
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277264
τὸν δ̓ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
Τυδεΐδη μήτ̓ ἄρ με μάλ̓ αἴνεε μήτέ τι νείκει·
s-351
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277265
Τυδεΐδη μήτ̓ ἄρ με μάλ̓ αἴνεε μήτέ τι νείκει·
εἰδόσι γάρ τοι ταῦτα μετ̓ Ἀργείοις ἀγορεύεις.
s-352
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277266
εἰδόσι γάρ τοι ταῦτα μετ̓ Ἀργείοις ἀγορεύεις.
ἀλλ̓ ἴομεν·
s-353
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277267
ἀλλ̓ ἴομεν·
ὣς εἰπόνθ̓ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
s-354
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277269
ὣς εἰπόνθ̓ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
s-355
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277273
ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
Μηριόνης δ̓ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν·
s-356
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277274
Μηριόνης δ̓ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν·
πολέσιν δ̓ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς·
s-357
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277275
πολέσιν δ̓ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς·
ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως·
s-358
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277276
ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως·
μέσσῃ δ̓ ἐνὶ πῖλος ἀρήρει.
s-359
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277277
μέσσῃ δ̓ ἐνὶ πῖλος ἀρήρει.
δὴ τότ̓ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
s-360
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277280
δὴ τότ̓ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
τὼ δ̓ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥ̓ ἰέναι, λιπέτην δὲ κατ̓ αὐτόθι πάντας ἀρίστους.
s-361
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277281
τὼ δ̓ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥ̓ ἰέναι, λιπέτην δὲ κατ̓ αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη·
s-362
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277282
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη·
τοὶ δ̓ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα δἰ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
s-363
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277283
τοὶ δ̓ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα δἰ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῷ ὄρνιθ̓ Ὀδυσεύς, ἠρᾶτο δ̓ Ἀθήνῃ·
s-364
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277284
χαῖρε δὲ τῷ ὄρνιθ̓ Ὀδυσεύς, ἠρᾶτο δ̓ Ἀθήνῃ·
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω κινύμενος·
s-365
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277285
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω κινύμενος·
νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
s-366
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277286
νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
δεύτερος αὖτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
s-367
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277287
δεύτερος αὖτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
s-368
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277288
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
s-369
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277291
ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
s-370
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277292
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
s-371
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277294
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
ὣς ἔφαν εὐχόμενοι, τῶν δ̓ ἔκλυε Παλλὰς Ἀθήνη.
s-372
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277295
ὣς ἔφαν εὐχόμενοι, τῶν δ̓ ἔκλυε Παλλὰς Ἀθήνη.
οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ̓ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
s-373
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277297
οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ̓ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
s-374
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277298
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ;
s-375
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277299
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ;
ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
s-376
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277302
ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
s-377
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277304
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
s-378
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277305
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
Ἕκτορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
s-379
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277306
Ἕκτορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ̓ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δ̓ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ̓ ἀπὸ δόξης·
s-380
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277307
ἀλλ̓ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δ̓ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ̓ ἀπὸ δόξης·
ὣς φάτο καί ῥ̓ ἐπίορκον ἐπώμοσε, τὸν δ̓ ὀρόθυνεν·
s-381
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277311
ὣς φάτο καί ῥ̓ ἐπίορκον ἐπώμοσε, τὸν δ̓ ὀρόθυνεν·
οὐ δ̓ ἄῤ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
s-382
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277313
οὐ δ̓ ἄῤ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ̓ ὅτε δή ῥ̓ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ̓ ὅμιλον, βῆ ῥ̓ ἀν̓ ὁδὸν μεμαώς·
s-383
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277314
ἀλλ̓ ὅτε δή ῥ̓ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ̓ ὅμιλον, βῆ ῥ̓ ἀν̓ ὁδὸν μεμαώς·
τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
s-384
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277315
τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
ἀλλ̓ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν·
s-385
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277317
ἀλλ̓ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν·
ἔπειτα δέ κ̓ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως·
s-386
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277318
ἔπειτα δέ κ̓ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως·
εἰ δ̓ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
s-387
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277319
εἰ δ̓ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην·
s-388
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277320
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην·
ὃ δ̓ ἄῤ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
s-389
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277321
ὃ δ̓ ἄῤ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
τὼ μὲν ἐπεδραμέτην, ὃ δ̓ ἄῤ ἔστη δοῦπον ἀκούσας.
s-390
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277324
τὼ μὲν ἐπεδραμέτην, ὃ δ̓ ἄῤ ἔστη δοῦπον ἀκούσας.
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
s-391
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277325
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
ἀλλ̓ ὅτε δή ῥ̓ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥ̓ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα φευγέμεναι·
s-392
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277326
ἀλλ̓ ὅτε δή ῥ̓ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥ̓ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα φευγέμεναι·
τοὶ δ̓ αἶψα διώκειν ὁρμήθησαν.
s-393
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277327
τοὶ δ̓ αἶψα διώκειν ὁρμήθησαν.
ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ̓ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
s-394
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277329
ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ̓ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
s-395
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277330
δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ̓ ἡμάρτανε φωτός·
s-396
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277332
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ̓ ἡμάρτανε φωτός·
δεξιτερὸν δ̓ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη·
s-397
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277333
δεξιτερὸν δ̓ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη·
ἄραβος δὲ διὰ στόμα γίγνετ̓ ὀδόντων·
s-398
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277335
ἄραβος δὲ διὰ στόμα γίγνετ̓ ὀδόντων·
τὼ δ̓ ἀσθμαίνοντε κιχήτην, χειρῶν δ̓ ἁψάσθην·
s-399
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277337
τὼ δ̓ ἀσθμαίνοντε κιχήτην, χειρῶν δ̓ ἁψάσθην·
ὃ δὲ δακρύσας ἔπος ηὔδα·
s-400
tlg0012.tlg001.perseus-grc1.tb.xml@2277338
ὃ δὲ δακρύσας ἔπος ηὔδα·
Edit as list • Text view • Dependency trees