Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 401 - 500 of 490 • previous
ἀλλ̓ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
s-401
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383737
ἀλλ̓ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
ἐγὼ δέ γ̓ ἄνδῤ ὄπωπα μωρίας πλέων, ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
s-402
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383740
ἐγὼ δέ γ̓ ἄνδῤ ὄπωπα μωρίας πλέων, ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
κᾆτ̓ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θ̓ ὅμοιος εἶπε τοιοῦτον λόγον·
s-403
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383741
κᾆτ̓ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θ̓ ὅμοιος εἶπε τοιοῦτον λόγον·
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
s-404
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383742
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
s-405
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383743
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
τοιαῦτ̓ ἄνολβον ἄνδῤ ἐνουθέτει παρών.
s-406
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383744
τοιαῦτ̓ ἄνολβον ἄνδῤ ἐνουθέτει παρών.
μῶν ᾐνιξάμην;
s-407
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383746
μῶν ᾐνιξάμην;
ἄπειμι·
s-408
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383747
ἄπειμι·
ἄφερπέ νυν·
s-409
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383749
ἄφερπέ νυν·
ἀλλ̓ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τιν̓ ἰδεῖν τῷδ̓, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει.
s-410
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383752
ἀλλ̓ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τιν̓ ἰδεῖν τῷδ̓, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει.
ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σ̓ ἐγείνατο.
s-411
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383754
ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σ̓ ἐγείνατο.
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν.
s-412
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383755
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν.
εἰ δέ τις στρατοῦ βίᾳ σ̓ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδ̓ ἐγὼ τέμνω πλόκον.
s-413
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383756
εἰ δέ τις στρατοῦ βίᾳ σ̓ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδ̓ ἐγὼ τέμνω πλόκον.
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
s-414
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383762
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
ἐκεῖνος οὔ τε στεφάνων οὔ τε βαθεῖαν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔ τε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος, οὔ τ̓ ἐννυχίαν τέρψιν ἰαύειν.
s-415
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383763
ἐκεῖνος οὔ τε στεφάνων οὔ τε βαθεῖαν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔ τε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος, οὔ τ̓ ἐννυχίαν τέρψιν ἰαύειν.
ἐρώτων δ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
s-416
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383764
ἐρώτων δ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
κεῖμαι δ̓, ἀμέριμνος οὕτως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας.
s-417
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383765
κεῖμαι δ̓, ἀμέριμνος οὕτως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας.
καὶ πρὶν μὲν αἰὲν νυχίου δείματος ἦν μοι προβολὰ καὶ βελέων θούριος Αἴας·
s-418
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383766
καὶ πρὶν μὲν αἰὲν νυχίου δείματος ἦν μοι προβολὰ καὶ βελέων θούριος Αἴας·
νῦν δ̓ οὗτος ἀνεῖται στυγερῷ δαίμονι·
s-419
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383767
νῦν δ̓ οὗτος ἀνεῖται στυγερῷ δαίμονι·
τίς μοι, τίς ἔτ̓ οὖν τέρψις ἐπέσται;
s-420
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383768
τίς μοι, τίς ἔτ̓ οὖν τέρψις ἐπέσται;
γενοίμαν ἵν̓ ὑλᾶεν ἔπεστι πόντου πρόβλημ̓ ἁλίκλυστον, ἄκραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσείποιμεν Ἀθάνας.
s-421
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383769
γενοίμαν ἵν̓ ὑλᾶεν ἔπεστι πόντου πρόβλημ̓ ἁλίκλυστον, ἄκραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσείποιμεν Ἀθάνας.
σὲ δὴ τὰ δεινὰ ῥήματ̓ ἀγγέλλουσί μοι τλῆναι καθ̓ ἡμῶν ὧδ̓ ἀνοιμωκτὶ χανεῖν;
s-422
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383772
σὲ δὴ τὰ δεινὰ ῥήματ̓ ἀγγέλλουσί μοι τλῆναι καθ̓ ἡμῶν ὧδ̓ ἀνοιμωκτὶ χανεῖν;
ποίου κέκραγας ἀνδρὸς ὧδ̓ ὑπέρφρονα;
s-423
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383775
ποίου κέκραγας ἀνδρὸς ὧδ̓ ὑπέρφρονα;
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτ̓ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
s-424
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383779
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτ̓ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
s-425
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383782
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
καὶ σοὶ προσέρπον τοῦτ̓ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχ̓, εἰ μὴ νοῦν κατακτήσει τινά·
s-426
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383783
καὶ σοὶ προσέρπον τοῦτ̓ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχ̓, εἰ μὴ νοῦν κατακτήσει τινά·
οὐ σωφρονήσεις;
s-427
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383785
οὐ σωφρονήσεις;
σοῦ γὰρ λέγοντος οὐκέτ̓ ἂν μάθοιμ̓ ἐγώ·
s-428
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383787
σοῦ γὰρ λέγοντος οὐκέτ̓ ἂν μάθοιμ̓ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
s-429
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383788
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
εἴθ̓ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
s-430
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383789
εἴθ̓ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
s-431
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383790
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσ̓ ἁλίσκεται, εἰ σοῦ γ̓ ὅδ̓ ἁνὴρ οὐ δ̓ ἐπὶ σμικρῶν λόγων, Αἴας, ἔτ̓ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
s-432
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383792
τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσ̓ ἁλίσκεται, εἰ σοῦ γ̓ ὅδ̓ ἁνὴρ οὐ δ̓ ἐπὶ σμικρῶν λόγων, Αἴας, ἔτ̓ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
ἀλλ̓ οἴχεται δὴ πάντα ταῦτ̓ ἐρριμμένα.
s-433
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383793
ἀλλ̓ οἴχεται δὴ πάντα ταῦτ̓ ἐρριμμένα.
τίς ταῦτ̓ ἀπεῖρξεν;
s-434
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383795
τίς ταῦτ̓ ἀπεῖρξεν;
ἆῤ ὑμὶν οὗτος ταῦτ̓ ἔδρασεν ἔνδικα;
s-435
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383797
ἆῤ ὑμὶν οὗτος ταῦτ̓ ἔδρασεν ἔνδικα;
δύστηνε, ποῖ βλέπων ποτ̓ αὐτὰ καὶ θροεῖς;
s-436
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383800
δύστηνε, ποῖ βλέπων ποτ̓ αὐτὰ καὶ θροεῖς;
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
s-437
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383801
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
τοιοῦτος ὢν τοιῷδ̓ ὀνειδίζεις σποράν;
s-438
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383804
τοιοῦτος ὢν τοιῷδ̓ ὀνειδίζεις σποράν;
ἔκκριτον δέ νιν δώρημα κείνῳ ̓ δωκεν Ἀλκμήνης γόνος.
s-439
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383806
ἔκκριτον δέ νιν δώρημα κείνῳ ̓ δωκεν Ἀλκμήνης γόνος.
ἆῤ ὧδ̓ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδ̓ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐ δ̓ ἐπαισχύνει λέγων;
s-440
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383807
ἆῤ ὧδ̓ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδ̓ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐ δ̓ ἐπαισχύνει λέγων;
εὖ νυν τόδ̓ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
s-441
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383808
εὖ νυν τόδ̓ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
πρὸς ταῦθ̓ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
s-442
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383810
πρὸς ταῦθ̓ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδ̓ ἐπ̓ ἀλκίμῳ νεκρῷ.
s-443
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383814
τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδ̓ ἐπ̓ ἀλκίμῳ νεκρῷ.
ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
s-444
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383817
ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
ἤκουσεν αἰσχρά·
s-445
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383818
ἤκουσεν αἰσχρά·
τί γάρ σ̓ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
s-446
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383820
τί γάρ σ̓ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
οὔ φησ̓ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
s-447
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383821
οὔ φησ̓ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
εἴπ̓·
s-448
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383823
εἴπ̓·
ἄκουέ νυν.
s-449
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383825
ἄκουέ νυν.
τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδ̓ ἀναλγήτως βαλεῖν·
s-450
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383826
τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδ̓ ἀναλγήτως βαλεῖν·
μη δ̓ ἡ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
s-451
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383827
μη δ̓ ἡ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
ὥστ̓ οὐκ ἂν ἐνδίκως γ̓ ἀτιμάζοιτό σοι·
s-452
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383829
ὥστ̓ οὐκ ἂν ἐνδίκως γ̓ ἀτιμάζοιτό σοι·
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους φθείροις ἄν.
s-453
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383830
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους φθείροις ἄν.
σὺ ταῦτ̓, Ὀδυσσεῦ, τοῦδ̓ ὑπερμαχεῖς ἐμοί;
s-454
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383832
σὺ ταῦτ̓, Ὀδυσσεῦ, τοῦδ̓ ὑπερμαχεῖς ἐμοί;
ἐμίσουν δ̓, ἡνίκ̓ ἦν μισεῖν καλόν.
s-455
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383834
ἐμίσουν δ̓, ἡνίκ̓ ἦν μισεῖν καλόν.
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
s-456
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383835
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
μὴ χαῖῤ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
s-457
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383836
μὴ χαῖῤ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
s-458
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383839
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
παῦσαι·
s-459
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383840
παῦσαι·
κρατεῖς τοι τῶν φίλων νικώμενος.
s-460
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383841
κρατεῖς τοι τῶν φίλων νικώμενος.
μέμνησ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
s-461
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383842
μέμνησ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
ὅδ̓ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ̓ ἦν.
s-462
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383843
ὅδ̓ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ̓ ἦν.
τί ποτε ποήσεις;
s-463
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383844
τί ποτε ποήσεις;
ἐχθρὸν ὧδ̓ αἰδεῖ νέκυν;
s-464
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383845
ἐχθρὸν ὧδ̓ αἰδεῖ νέκυν;
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
s-465
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383846
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
τοιούσδ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
s-466
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383849
τοιούσδ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
s-467
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383850
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
s-468
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383851
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
s-469
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383853
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
καὶ γὰρ αὐτὸς ἐνθάδ̓ ἵξομαι.
s-470
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383855
καὶ γὰρ αὐτὸς ἐνθάδ̓ ἵξομαι.
ἦ πάνθ̓ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
s-471
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383856
ἦ πάνθ̓ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
s-472
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383858
σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ̓ ἔσει.
s-473
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383859
ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ̓ ἔσει.
σοὶ δὲ δρᾶν ἔξεσθ̓ ἃ χρῇς.
s-474
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383861
σοὶ δὲ δρᾶν ἔξεσθ̓ ἃ χρῇς.
ὅστις σ̓, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ̓ ἀνήρ.
s-475
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383862
ὅστις σ̓, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ̓ ἀνήρ.
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ̓ ἀγγέλλομαι, ὅσον τότ̓ ἐχθρὸς ἦ, τοσόνδ̓ εἶναι φίλος.
s-476
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383863
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ̓ ἀγγέλλομαι, ὅσον τότ̓ ἐχθρὸς ἦ, τοσόνδ̓ εἶναι φίλος.
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
s-477
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383864
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
ἄριστ̓ Ὀδυσσεῦ, πάντ̓ ἔχω σ̓ ἐπαινέσαι λόγοισι, καί μ̓ ἔψευσας ἐλπίδος πολύ.
s-478
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383865
ἄριστ̓ Ὀδυσσεῦ, πάντ̓ ἔχω σ̓ ἐπαινέσαι λόγοισι, καί μ̓ ἔψευσας ἐλπίδος πολύ.
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐ δ̓ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὠ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
s-479
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383866
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐ δ̓ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὠ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
τοιγάρ σφ̓ Ὀλύμπου τοῦδ̓ ὁ πρεσβεύων πατὴρ μνήμων τ̓ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
s-480
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383867
τοιγάρ σφ̓ Ὀλύμπου τοῦδ̓ ὁ πρεσβεύων πατὴρ μνήμων τ̓ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
τὰ δ̓ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
s-481
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383869
τὰ δ̓ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ·
s-482
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383870
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ·
σὺ δὲ ἀνὴρ καθ̓ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
s-483
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383871
σὺ δὲ ἀνὴρ καθ̓ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
ἀλλ̓ ἤθελον μέν·
s-484
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383872
ἀλλ̓ ἤθελον μέν·
εἰ δὲ μή ̓ στί σοι φίλον πράσσειν τάδ̓ ἡμᾶς, εἶμ̓ ἐπαινέσας τὸ σόν.
s-485
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383873
εἰ δὲ μή ̓ στί σοι φίλον πράσσειν τάδ̓ ἡμᾶς, εἶμ̓ ἐπαινέσας τὸ σόν.
ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος.
s-486
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383875
ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος.
ἀλλ̓ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ̓ ὑψίβατον τρίποδ̓ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ̓ ἐπίκαιρον·
s-487
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383876
ἀλλ̓ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ̓ ὑψίβατον τρίποδ̓ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ̓ ἐπίκαιρον·
μία δ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω.
s-488
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383877
μία δ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω.
παῖ, σὺ δὲ πατρός γ̓, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδ̓ ἐπικούφιζ̓·
s-489
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383878
παῖ, σὺ δὲ πατρός γ̓, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδ̓ ἐπικούφιζ̓·
ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος.
s-490
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383879
ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος.
Edit as list • Text view • Dependency trees