Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 201 - 300 of 490 • previous • next
αἶῤ αὐτόν, αἶρε δεῦρο·
s-201
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383410
αἶῤ αὐτόν, αἶρε δεῦρο·
ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ̓ ἐμὸς τὰ πατρόθεν.
s-202
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383411
ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ̓ ἐμὸς τὰ πατρόθεν.
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ̓ ἄλλ̓ ὅμοιος·
s-203
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383413
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ̓ ἄλλ̓ ὅμοιος·
καὶ γένοἰ ἂν οὐ κακός.
s-204
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383414
καὶ γένοἰ ἂν οὐ κακός.
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ̓ οὐδὲν τῶνδ̓ ἐπαισθάνει κακῶν·
s-205
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383415
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ̓ οὐδὲν τῶνδ̓ ἐπαισθάνει κακῶν·
ὅταν δ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ̓ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ̓ τράφης.
s-206
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383417
ὅταν δ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ̓ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ̓ τράφης.
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
s-207
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383418
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ̓ ἄοκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
s-208
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383420
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ̓ ἄοκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
ἀλλ̓ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
s-209
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383422
ἀλλ̓ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
τὰ δ̓ ἄλλα τεύχη κοίν̓ ἐμοὶ τεθάψεται.
s-210
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383423
τὰ δ̓ ἄλλα τεύχη κοίν̓ ἐμοὶ τεθάψεται.
πύκαζε θᾶσσον·
s-211
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383426
πύκαζε θᾶσσον·
δέδοικ̓ ἀκούων τήνδε τὴν προθυμίαν·
s-212
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383428
δέδοικ̓ ἀκούων τήνδε τὴν προθυμίαν·
οὐ γάρ μ̓ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
s-213
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383429
οὐ γάρ μ̓ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
ὦ δέσποτ̓ Αἴας, τί ποτε δρασείεις φρενί;
s-214
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383430
ὦ δέσποτ̓ Αἴας, τί ποτε δρασείεις φρενί;
μὴ κρῖνε, μὴ ̓ ξέταζε·
s-215
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383431
μὴ κρῖνε, μὴ ̓ ξέταζε·
οἴμ̓ ὡς ἀθυμῶ·
s-216
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383433
οἴμ̓ ὡς ἀθυμῶ·
καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
s-217
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383434
καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
ἄγαν γε λυπεῖς·
s-218
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383435
ἄγαν γε λυπεῖς·
οὐ κάτοισθ̓ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν εἴμ̓ ὀφειλέτης ἔτι;
s-219
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383436
οὐ κάτοισθ̓ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν εἴμ̓ ὀφειλέτης ἔτι;
εὔφημα φώνει.
s-220
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383437
εὔφημα φώνει.
τοῖς ἀκούουσιν λέγε.
s-221
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383438
τοῖς ἀκούουσιν λέγε.
σὺ δ̓ οὐχὶ πείσει;
s-222
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383439
σὺ δ̓ οὐχὶ πείσει;
πόλλ̓ ἄγαν ἤδη θροεῖς.
s-223
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383440
πόλλ̓ ἄγαν ἤδη θροεῖς.
ταρβῶ γάρ, ὦναξ.
s-224
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383441
ταρβῶ γάρ, ὦναξ.
οὐ ξυνέρξεθ̓ ὡς τάχος;
s-225
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383442
οὐ ξυνέρξεθ̓ ὡς τάχος;
μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
s-226
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383444
μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος, εὐδαίμων, πᾶσιν περίφαντος ἀεί·
s-227
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383445
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος, εὐδαίμων, πᾶσιν περίφαντος ἀεί·
καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, θείᾳ μανίᾳ ξύναυλος·
s-228
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383447
καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, θείᾳ μανίᾳ ξύναυλος·
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ κρατοῦντ̓ ἐν Ἄρει·
s-229
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383448
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ κρατοῦντ̓ ἐν Ἄρει·
νῦν δ̓ αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος ηὕρηται.
s-230
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383449
νῦν δ̓ αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος ηὕρηται.
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
s-231
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383453
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
οἰκτίρω δέ νιν χήραν παῤ ἐχθροῖς παῖδά τ̓ ὀρφανὸν λιπεῖν.
s-232
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383457
οἰκτίρω δέ νιν χήραν παῤ ἐχθροῖς παῖδά τ̓ ὀρφανὸν λιπεῖν.
ἀλλ̓ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ̓ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
s-233
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383458
ἀλλ̓ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ̓ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
μολών τε χῶρον ἔνθ̓ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ̓ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
s-234
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383459
μολών τε χῶρον ἔνθ̓ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ̓ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
ἀλλ̓ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
s-235
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383460
ἀλλ̓ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ̓ ἐδεξάμην παῤ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
s-236
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383461
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ̓ ἐδεξάμην παῤ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δ̓ Ἀτρείδας σέβειν.
s-237
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383463
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δ̓ Ἀτρείδας σέβειν.
ἄρχοντές εἰσιν, ὥσθ̓ ὑπεικτέον.
s-238
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383464
ἄρχοντές εἰσιν, ὥσθ̓ ὑπεικτέον.
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμ̓ ὑπείκει·
s-239
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383466
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμ̓ ὑπείκει·
τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
s-240
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383467
τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
s-241
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383468
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
δεινῶν τ̓ ἄημα πνευμάτων ἐκοίμισε στένοντα πόντον·
s-242
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383469
δεινῶν τ̓ ἄημα πνευμάτων ἐκοίμισε στένοντα πόντον·
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
s-243
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383471
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
ἐπίσταμαι γὰρ ἀρτίως ὅτι ὅ τ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ̓ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα·
s-244
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383473
ἐπίσταμαι γὰρ ἀρτίως ὅτι ὅ τ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ̓ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα·
τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθ̓ ἑταιρείας λιμήν.
s-245
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383474
τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθ̓ ἑταιρείας λιμήν.
ἀλλ̓ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει·
s-246
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383475
ἀλλ̓ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει·
σὺ δὲ ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
s-247
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383476
σὺ δὲ ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
ἐγὼ γὰρ εἶμ̓ ἐκεῖσ̓ ὅποι πορευτέον·
s-248
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383478
ἐγὼ γὰρ εἶμ̓ ἐκεῖσ̓ ὅποι πορευτέον·
ἔφριξ̓ ἔρωτι, περιχαρὴς δ̓ ἀνεπτόμαν.
s-249
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383480
ἔφριξ̓ ἔρωτι, περιχαρὴς δ̓ ἀνεπτόμαν.
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
s-250
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383482
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων ὁ Δάλιος εὔγνωστος ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
s-251
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383483
Ἰκαρίων δ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων ὁ Δάλιος εὔγνωστος ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
ἔλυσεν αἰνὸν ἄχος ἀπ̓ ὀμμάτων Ἄρης.
s-252
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383484
ἔλυσεν αἰνὸν ἄχος ἀπ̓ ὀμμάτων Ἄρης.
πάνθ̓ ὁ μέγας χρόνος μαραίνει, κοὐδὲν ἀναύδατον φατίσαιμ̓ ἄν, εὖτέ γ̓ ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμοῦ τ̓ Ἀτρείδαις μεγάλων τε νεικέων.
s-253
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383486
πάνθ̓ ὁ μέγας χρόνος μαραίνει, κοὐδὲν ἀναύδατον φατίσαιμ̓ ἄν, εὖτέ γ̓ ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμοῦ τ̓ Ἀτρείδαις μεγάλων τε νεικέων.
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
s-254
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383487
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν·
s-255
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383488
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν·
μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
s-256
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383489
μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
ὥστ̓ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
s-257
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383491
ὥστ̓ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
λήγει δ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
s-258
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383492
λήγει δ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
s-259
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383494
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
βραδεῖαν ἡμᾶς ἆῤ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν ἢ ̓ φάνην ἐγὼ βραδύς.
s-260
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383497
βραδεῖαν ἡμᾶς ἆῤ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν ἢ ̓ φάνην ἐγὼ βραδύς.
τὸν ἄνδῤ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ̓ ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
s-261
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383499
τὸν ἄνδῤ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ̓ ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
ἀλλ̓ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
s-262
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383500
ἀλλ̓ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
ταῦτ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
s-263
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383501
ταῦτ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
τί δ̓ εἰδὼς τοῦδε πράγματος πάρει;
s-264
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383503
τί δ̓ εἰδὼς τοῦδε πράγματος πάρει;
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
s-265
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383504
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
s-266
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383506
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
κεῖνος δ̓ ἀπ̓ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
s-267
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383508
κεῖνος δ̓ ἀπ̓ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει·
s-268
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383509
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει·
τέκνον, δόρει βούλου κρατεῖν μέν, σὺν θεῷ δ̓ ἀεὶ κρατεῖν.
s-269
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383510
τέκνον, δόρει βούλου κρατεῖν μέν, σὺν θεῷ δ̓ ἀεὶ κρατεῖν.
πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ̓·
s-270
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383512
πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ̓·
ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ̓ ἐπισπάσειν κλέος.
s-271
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383513
ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ̓ ἐπισπάσειν κλέος.
τοσόνδ̓ ἐκόμπει μῦθον.
s-272
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383514
τοσόνδ̓ ἐκόμπει μῦθον.
εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκ̓ ὀτρύνουσά νιν ηὐδᾶτ̓ ἐπ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότ̓ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ̓ ἔπος·
s-273
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383515
εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκ̓ ὀτρύνουσά νιν ηὐδᾶτ̓ ἐπ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότ̓ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ̓ ἔπος·
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθ̓ ἡμᾶς δ̓ οὔποτ̓ ἐκρήξει μάχη.
s-274
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383516
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθ̓ ἡμᾶς δ̓ οὔποτ̓ ἐκρήξει μάχη.
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατ̓ ὀργήν, οὐ κατ̓ ἄνθρωπον φρονῶν.
s-275
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383517
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατ̓ ὀργήν, οὐ κατ̓ ἄνθρωπον φρονῶν.
τοσαῦθ̓ ὁ μάντις εἶφ̓·
s-276
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383519
τοσαῦθ̓ ὁ μάντις εἶφ̓·
ὁ δ̓ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδ̓ ἐπιστολὰς Τεῦκρος φυλάσσειν.
s-277
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383520
ὁ δ̓ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδ̓ ἐπιστολὰς Τεῦκρος φυλάσσειν.
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
s-278
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383523
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
τί μ̓ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
s-279
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383524
τί μ̓ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
τοῦδ̓ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ̓ ἐγώ.
s-280
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383525
τοῦδ̓ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ̓ ἐγώ.
οἴμοι, τί φής, ἄνθρωπε;
s-281
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383526
οἴμοι, τί φής, ἄνθρωπε;
μῶν ὀλώλαμεν;
s-282
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383527
μῶν ὀλώλαμεν;
πάρεστ̓ ἐκεῖνος ἄρτι·
s-283
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383532
πάρεστ̓ ἐκεῖνος ἄρτι·
τήνδε δ̓ ἔξοδον ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
s-284
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383533
τήνδε δ̓ ἔξοδον ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
s-285
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383537
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
οἴμοι, τί δράσω, τέκνον;
s-286
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383538
οἴμοι, τί δράσω, τέκνον;
οὐχ ἱδρυτέον·
s-287
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383539
οὐχ ἱδρυτέον·
ἀλλ̓ εἶμι κἀγὼ κεῖσ̓ ὅποιπερ ἂν σθένω.
s-288
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383540
ἀλλ̓ εἶμι κἀγὼ κεῖσ̓ ὅποιπερ ἂν σθένω.
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ̓ ἕψεται,
s-289
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383543
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ̓ ἕψεται,
πέπηγε δ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής·
s-290
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383546
πέπηγε δ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής·
ἔπηξα δ̓ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ̓ ἀνδρὶ διὰ τάχους θανεῖν.
s-291
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383547
ἔπηξα δ̓ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ̓ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω μὲν εὐσκευοῦμεν·
s-292
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383548
οὕτω μὲν εὐσκευοῦμεν·
ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
s-293
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383549
ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
αἰτήσομαι δέ σ̓ οὐ μακρὸν γέρας λαχεῖν.
s-294
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383550
αἰτήσομαι δέ σ̓ οὐ μακρὸν γέρας λαχεῖν.
πέμψον τιν̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ̓ ἕλωρ.
s-295
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383551
πέμψον τιν̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ̓ ἕλωρ.
τοσαῦτά σ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ δ̓ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
s-296
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383552
τοσαῦτά σ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ δ̓ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
σὺ δ̓, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ̓ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
s-297
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383555
σὺ δ̓, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ̓ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
ἦ που τάλαινα, τήνδ̓ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
s-298
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383556
ἦ που τάλαινα, τήνδ̓ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
ὦ Θάνατε Θάνατε, νῦν μ̓ ἐπίσκεψαι μολών.
s-299
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383558
ὦ Θάνατε Θάνατε, νῦν μ̓ ἐπίσκεψαι μολών.
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
s-300
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383559
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
Edit as list • Text view • Dependency trees