Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 1 - 100 of 490 • next


[1] tree
ἀεὶ μέν, παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν̓ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
s-1
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383098
ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν̓ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
[2] tree
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
s-2
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383101
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
[3] tree
καὶ νῦν ἐπέγνως εὖ μ̓ ἐπ̓ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ̓, Αἴαντι τῷ σακεσφόρῳ·
s-3
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383104
καὶ νῦν ἐπέγνως εὖ μ̓ ἐπ̓ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ̓, Αἴαντι τῷ σακεσφόρῳ·
[4] tree
κεῖνον γάρ, οὐδέν̓ ἄλλον, ἰχνεύω πάλαι.
s-4
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383105
κεῖνον γάρ, οὐδέν̓ ἄλλον, ἰχνεύω πάλαι.
[5] tree
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
s-5
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383106
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
[6] tree
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ̓ ἀλώμεθα·
s-6
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383107
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ̓ ἀλώμεθα·
[7] tree
κἀγὼ ̓ θελοντὴς τῷδ̓ ὑπεζύγην πόνῳ.
s-7
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383108
κἀγὼ ̓ θελοντὴς τῷδ̓ ὑπεζύγην πόνῳ.
[8] tree
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
s-8
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383109
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
[9] tree
τήνδ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
s-9
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383110
τήνδ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
[10] tree
καιρὸν δ̓ ἐφήκεις·
s-10
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383113
καιρὸν δ̓ ἐφήκεις·
[11] tree
πάντα γὰρ τά τ̓ οὖν πάρος τά τ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
s-11
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383114
πάντα γὰρ τά τ̓ οὖν πάρος τά τ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
[12] tree
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
s-12
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383115
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
[13] tree
καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
s-13
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383116
ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
[14] tree
καὶ πρὸς τί δυσλόγιστον ὧδ̓ ᾖξεν χέρα;
s-14
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383118
καὶ πρὸς τί δυσλόγιστον ὧδ̓ ᾖξεν χέρα;
[15] tree
τί δῆτα ποίμναις τήνδ̓ ἐπεμπίπτει βάσιν;
s-15
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383120
τί δῆτα ποίμναις τήνδ̓ ἐπεμπίπτει βάσιν;
[16] tree
καὶ τὸ βούλευμ̓ ὡς ἐπ̓ Ἀργείοις τόδ̓ ἦν;
s-16
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383122
ἦ καὶ τὸ βούλευμ̓ ὡς ἐπ̓ Ἀργείοις τόδ̓ ἦν;
[17] tree
κἂν ἐξεπράξατ̓, εἰ κατημέλησ̓ ἐγώ.
s-17
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383123
κἂν ἐξεπράξατ̓, εἰ κατημέλησ̓ ἐγώ.
[18] tree
νύκτωρ ἐφ̓ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
s-18
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383125
νύκτωρ ἐφ̓ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
[19] tree
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
s-19
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383128
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
[20] tree
ἐγώ σφ̓ ἀπείργω, δυσφόρους ἐπ̓ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα·
s-20
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383129
ἐγώ σφ̓ ἀπείργω, δυσφόρους ἐπ̓ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα·
[21] tree
ἔνθ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων·
s-21
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383130
ἔνθ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων·
[22] tree
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
s-22
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383134
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
[23] tree
θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου τὸν ἄνδῤ·
s-23
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383135
θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου τὸν ἄνδῤ·
[24] tree
ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
s-24
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383136
ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
[25] tree
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
s-25
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383137
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
[26] tree
Αἴαντα φωνῶ·
s-26
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383138
Αἴαντα φωνῶ·
[27] tree
στεῖχε δωμάτων πάρος.
s-27
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383139
στεῖχε δωμάτων πάρος.
[28] tree
τί δρᾷς, Ἀθάνα;
s-28
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383140
τί δρᾷς, Ἀθάνα;
[29] tree
οὐ σῖγ̓ ἀνέξει μη δὲ δειλίαν ἀρεῖ;
s-29
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383142
οὐ σῖγ̓ ἀνέξει μη δὲ δειλίαν ἀρεῖ;
[30] tree
τί μὴ γένηται;
s-30
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383144
τί μὴ γένηται;
[31] tree
πρόσθεν οὐκ ἀνὴρ ὅδ̓ ἦν;
s-31
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383145
πρόσθεν οὐκ ἀνὴρ ὅδ̓ ἦν;
[32] tree
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
s-32
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383148
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
[33] tree
μεμηνότ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
s-33
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383149
μεμηνότ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
[34] tree
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
s-34
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383150
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
[35] tree
ἀλλ̓ οὐ δὲ νῦν σε μὴ παρόντ̓ ἴδῃ πέλας.
s-35
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383151
ἀλλ̓ οὐ δὲ νῦν σε μὴ παρόντ̓ ἴδῃ πέλας.
[36] tree
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
s-36
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383153
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
[37] tree
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
s-37
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383154
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
[38] tree
σίγα νυν ἑστὼς καὶ μέν̓ ὡς κυρεῖς ἔχων.
s-38
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383155
σίγα νυν ἑστὼς καὶ μέν̓ ὡς κυρεῖς ἔχων.
[39] tree
μένοιμ̓ ἄν·
s-39
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383156
μένοιμ̓ ἄν·
[40] tree
τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
s-40
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383159
τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
[41] tree
χαῖῤ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης·
s-41
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383160
ὦ χαῖῤ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης·
[42] tree
καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
s-42
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383161
καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
[43] tree
καλῶς ἔλεξας·
s-43
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383162
καλῶς ἔλεξας·
[44] tree
ἀλλ̓ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
s-44
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383163
ἀλλ̓ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
[45] tree
καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
s-45
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383165
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
[46] tree
τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ̓ ἐγώ.
s-46
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383167
τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ̓ ἐγώ.
[47] tree
θανόντες ἤδη τἄμ̓ ἀφαιρείσθων ὅπλα.
s-47
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383168
θανόντες ἤδη τἄμ̓ ἀφαιρείσθων ὅπλα.
[48] tree
πέφευγέ σε;
s-48
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383170
ἢ πέφευγέ σε;
[49] tree
ἥδιστος, δέσποινα, δεσμώτης ἔσω θακεῖ·
s-49
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383174
ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω θακεῖ·
[50] tree
θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
s-50
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383175
θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
[51] tree
τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
s-51
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383178
τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
[52] tree
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ̓ αἰκίσῃ.
s-52
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383180
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ̓ αἰκίσῃ.
[53] tree
χαίρειν, Ἀθάνα, τἄλλ̓ ἐγώ σ̓ ἐφίεμαι·
s-53
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383181
χαίρειν, Ἀθάνα, τἄλλ̓ ἐγώ σ̓ ἐφίεμαι·
[54] tree
χωρῶ πρὸς ἔργον·
s-54
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383184
χωρῶ πρὸς ἔργον·
[55] tree
τούτου τίς ἄν σοι τἀνδρὸς προνούστερος δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
s-55
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383187
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
[56] tree
ἐγὼ μὲν οὐδέν̓ οἶδ̓·
s-56
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383188
ἐγὼ μὲν οὐδέν̓ οἶδ̓·
[57] tree
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ̓ ὅσοιπερ ζῶμεν κούφην σκιάν.
s-57
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383190
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ̓ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
[58] tree
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτ̓ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μη δ̓ ὄγκον ἄρῃ μηδέν̓, εἴ τινος πλέον χειρὶ βρίθεις μακροῦ πλούτου βάθει.
s-58
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383191
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτ̓ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μη δ̓ ὄγκον ἄρῃ μηδέν̓, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
[59] tree
τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
s-59
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383193
τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
[60] tree
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ̓ ἐπιχαίρω·
s-60
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383194
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ̓ ἐπιχαίρω·
[61] tree
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχουσ̓ ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν̓ ἐπιβάντ̓ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ̓ ἦν λοιπή, κτείνοντ̓ αἴθωνι σιδήρῳ.
s-61
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383196
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχουσ̓ ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν̓ ἐπιβάντ̓ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ̓ ἦν λοιπή, κτείνοντ̓ αἴθωνι σιδήρῳ.
[62] tree
τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει·
s-62
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383197
τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει·
[63] tree
περὶ γὰρ σοῦ νῦν εὔπειστα λέγει, καὶ πᾶς κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
s-63
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383198
περὶ γὰρ σοῦ νῦν εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
[64] tree
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις·
s-64
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383199
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις·
[65] tree
κατὰ δ̓ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
s-65
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383200
κατὰ δ̓ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
[66] tree
πρὸς γὰρ τὸν ἔχονθ̓ φθόνος ἕρπει.
s-66
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383201
πρὸς γὰρ τὸν ἔχονθ̓ ὁ φθόνος ἕρπει.
[67] tree
καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται·
s-67
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383202
καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται·
[68] tree
μέγαν αἰγυπιὸν δ̓ ὑποδείσαντες τάχ̓ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι.
s-68
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383207
μέγαν αἰγυπιὸν δ̓ ὑποδείσαντες τάχ̓ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι.
[69] tree
χαλκοθώραξ μή τιν̓ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις μαχαναῖς ἐτίσατο λώβαν;
s-69
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383209
ἢ χαλκοθώραξ μή τιν̓ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις μαχαναῖς ἐτίσατο λώβαν;
[70] tree
οὔ ποτε γὰρ φρενόθεν γ̓ ἐπ̓ ἀριστερά, παῖ Τελαμῶνος, ἔβας τόσσον, ἐν ποίμναις πίτνων·
s-70
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383210
οὔ ποτε γὰρ φρενόθεν γ̓ ἐπ̓ ἀριστερά, παῖ Τελαμῶνος, ἔβας τόσσον, ἐν ποίμναις πίτνων·
[71] tree
ἥκοι γὰρ ἂν θεία νόσος·
s-71
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383211
ἥκοι γὰρ ἂν θεία νόσος·
[72] tree
ἀλλ̓ ἀπερύκοι καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
s-72
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383212
ἀλλ̓ ἀπερύκοι καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
[73] tree
ἐχθρῶν δ̓ ὕβρις ὧδ̓ ἀτάρβητα ὁρμᾶται ἐν εὐανέμοις βάσσαις, πάντων καγχαζόντων γλώσσαις βαρυάλγητα·
s-73
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383215
ἐχθρῶν δ̓ ὕβρις ὧδ̓ ἀτάρβητα ὁρμᾶται ἐν εὐανέμοις βάσσαις, πάντων καγχαζόντων γλώσσαις βαρυάλγητα·
[74] tree
ἐμοὶ δ̓ ἄχος ἕστακεν.
s-74
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383216
ἐμοὶ δ̓ ἄχος ἕστακεν.
[75] tree
νῦν γὰρ δεινὸς μέγας ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας.
s-75
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383218
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας.
[76] tree
τί δ̓ ἐνήλλακται τῆς ἡμερίας νὺξ ἥδε βάρος;
s-76
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383219
τί δ̓ ἐνήλλακται τῆς ἡμερίας νὺξ ἥδε βάρος;
[77] tree
πῶς δῆτα λέγω λόγον ἄρρητον;
s-77
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383222
πῶς δῆτα λέγω λόγον ἄρρητον;
[78] tree
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
s-78
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383223
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
[79] tree
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη.
s-79
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383224
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη.
[80] tree
τοιαῦτ̓ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάϊκτα σφάγἰ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός.
s-80
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383225
τοιαῦτ̓ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάϊκτα σφάγἰ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός.
[81] tree
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος ἀγγελίαν ἄτλατον οὐ δὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν μέγας μῦθος ἀέξει.
s-81
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383226
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος ἀγγελίαν ἄτλατον οὐ δὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν ὁ μέγας μῦθος ἀέξει.
[82] tree
οἴμοι φοβοῦμαι τὸ προσέρπον·
s-82
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383227
οἴμοι φοβοῦμαι τὸ προσέρπον·
[83] tree
περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
s-83
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383228
περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
[84] tree
κεῖθεν κεῖθεν ἄῤ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
s-84
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383230
κεῖθεν κεῖθεν ἄῤ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
[85] tree
ὧν τὴν μὲν ἔσω σφάζ̓ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχ̓ ἀνερρήγνυ.
s-85
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383231
ὧν τὴν μὲν ἔσω σφάζ̓ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχ̓ ἀνερρήγνυ.
[86] tree
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθ̓ ἡμῶν·
s-86
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383234
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθ̓ ἡμῶν·
[87] tree
πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ̓ ἄπλατος ἴσχει.
s-87
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383235
πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ̓ ἄπλατος ἴσχει.
[88] tree
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει.
s-88
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383238
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει.
[89] tree
ἀλλ̓ εἰ πέπαυται, κάρτ̓ ἂν εὐτυχεῖν δοκῶ·
s-89
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383239
ἀλλ̓ εἰ πέπαυται, κάρτ̓ ἂν εὐτυχεῖν δοκῶ·
[90] tree
πότερα δ̓ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
s-90
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383241
πότερα δ̓ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
[91] tree
ἡμεῖς ἄῤ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
s-91
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383243
ἡμεῖς ἄῤ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
[92] tree
πῶς τοῦτ̓ ἔλεξας;
s-92
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383244
πῶς τοῦτ̓ ἔλεξας;
[93] tree
οὐ κάτοιδ̓ ὅπως λέγεις.
s-93
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383245
οὐ κάτοιδ̓ ὅπως λέγεις.
[94] tree
ἆῤ ἔστι ταῦτα δὶς τόσ̓ ἐξ ἁπλῶν κακά;
s-94
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383248
ἆῤ ἔστι ταῦτα δὶς τόσ̓ ἐξ ἁπλῶν κακά;
[95] tree
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ̓ κ θεοῦ πληγή τις ἥκῃ.
s-95
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383249
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ̓ κ θεοῦ πληγή τις ἥκῃ.
[96] tree
ὡς ὧδ̓ ἐχόντων τῶνδ̓ ἐπίστασθαί σε χρή.
s-96
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383251
ὡς ὧδ̓ ἐχόντων τῶνδ̓ ἐπίστασθαί σε χρή.
[97] tree
τίς γάρ ποτ̓ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
s-97
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383252
τίς γάρ ποτ̓ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
[98] tree
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
s-98
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383253
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
[99] tree
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
s-99
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383254
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
[100] tree
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ̓ ἕσπεροι λαμπτῆρες οὐκέτ̓ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς.
s-100
tlg0011.tlg003.perseus-grc1.tb.xml@2383255
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ̓ ἕσπεροι λαμπτῆρες οὐκέτ̓ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς.

Edit as listText viewDependency trees