Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 101 - 200 of 431 • previous • next
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
s-101
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898641
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
τί φής;
s-102
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898643
τί φής;
σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
s-103
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898644
σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ̓ ἔχει.
s-104
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898645
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ̓ ἔχει.
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ̓ ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ̓ ἕλοι τήν θ̓ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐ δ̓ ὑπ̓ Ὀμφάλῃ πόνων λατρεύματ̓ οὐ δ̓ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
s-105
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898646
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ̓ ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ̓ ἕλοι τήν θ̓ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐ δ̓ ὑπ̓ Ὀμφάλῃ πόνων λατρεύματ̓ οὐ δ̓ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
s-106
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898647
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
ἀλλ̓ ἡνίκ̓ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ̓ ἑτοιμάσας ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τόνδ̓ εἶπε δεσπόζειν θρόνων, κτείνει τ̓ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε.
s-107
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898648
ἀλλ̓ ἡνίκ̓ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ̓ ἑτοιμάσας ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τόνδ̓ εἶπε δεσπόζειν θρόνων, κτείνει τ̓ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε.
μη δὲ προσδόκα τόδε·
s-108
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898650
μη δὲ προσδόκα τόδε·
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν̓, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
s-109
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898652
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν̓, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ̓ ἐξελέγχειν·
s-110
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898653
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ̓ ἐξελέγχειν·
εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ̓ ὀρθὸν ἐξείρηχ̓ ὅμως.
s-111
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898654
εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ̓ ὀρθὸν ἐξείρηχ̓ ὅμως.
τίν̓ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον;
s-112
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898656
τίν̓ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον;
ἆῤ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
s-113
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898658
ἆῤ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
τί χρὴ ποεῖν, γυναῖκες;
s-114
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898661
τί χρὴ ποεῖν, γυναῖκες;
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ̓ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
s-115
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898663
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ̓ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
ἀλλ̓ εἶμι·
s-116
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898664
ἀλλ̓ εἶμι·
καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
s-117
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898665
καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
ἡμεῖς δὲ προσμένωμεν;
s-118
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898666
ἡμεῖς δὲ προσμένωμεν;
ἢ τί χρὴ ποεῖν;
s-119
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898667
ἢ τί χρὴ ποεῖν;
μίμν̓, ὡς ὅδ̓ ἀνὴρ οὐκ ἐμῶν ὑπ̓ ἀγγέλων, ἀλλ̓ αὐτόκλητος ἐκ δόμων πορεύεται.
s-120
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898668
μίμν̓, ὡς ὅδ̓ ἀνὴρ οὐκ ἐμῶν ὑπ̓ ἀγγέλων, ἀλλ̓ αὐτόκλητος ἐκ δόμων πορεύεται.
τί χρή, γύναι, μολόντα μ̓ Ἡρακλεῖ λέγειν;
s-121
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898669
τί χρή, γύναι, μολόντα μ̓ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
s-122
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898670
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
s-123
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898671
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
ἀλλ̓ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ̓ ἐγώ.
s-124
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898672
ἀλλ̓ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ̓ ἐγώ.
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
s-125
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898673
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
τίς ἡ γυνὴ δῆτ̓ ἐστὶν ἣν ἥκεις ἄγων;
s-126
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898675
τίς ἡ γυνὴ δῆτ̓ ἐστὶν ἣν ἥκεις ἄγων;
ὧν δ̓ ἔβλαστεν οὐκ ἔχω λέγειν.
s-127
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898677
ὧν δ̓ ἔβλαστεν οὐκ ἔχω λέγειν.
οὗτος, βλέφ̓ ὧδε·
s-128
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898678
οὗτος, βλέφ̓ ὧδε·
πρὸς τίν̓ ἐννέπειν δοκεῖς;
s-129
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898679
πρὸς τίν̓ ἐννέπειν δοκεῖς;
σὺ δ̓ εἰς τί δή με τοῦτ̓ ἐρωτήσας ἔχεις;
s-130
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898680
σὺ δ̓ εἰς τί δή με τοῦτ̓ ἐρωτήσας ἔχεις;
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ̓ ἱστορῶ.
s-131
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898681
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ̓ ἱστορῶ.
τοῦτ̓ αὔτ̓ ἔχρῃζον, τοῦτό σου μαθεῖν·
s-132
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898683
τοῦτ̓ αὔτ̓ ἔχρῃζον, τοῦτό σου μαθεῖν·
λέγεις δέσποιναν εἶναι τήνδε σήν;
s-133
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898684
λέγεις δέσποιναν εἶναι τήνδε σήν;
ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
s-134
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898687
ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
τί ποτε ποικίλας ἔχεις;
s-135
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898689
τί ποτε ποικίλας ἔχεις;
σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
s-136
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898691
σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
ἄπειμι·
s-137
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898692
ἄπειμι·
μῶρος δ̓ ἦ πάλαι κλύων σέθεν.
s-138
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898693
μῶρος δ̓ ἦ πάλαι κλύων σέθεν.
λέγ̓, εἴ τι χρῄζεις·
s-139
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898695
λέγ̓, εἴ τι χρῄζεις·
καὶ γὰρ οὐ σιγηλὸς εἶ.
s-140
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898696
καὶ γὰρ οὐ σιγηλὸς εἶ.
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
s-141
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898697
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
φημί·
s-142
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898698
φημί·
πρὸς τί δ̓ ἱστορεῖς;
s-143
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898699
πρὸς τί δ̓ ἱστορεῖς;
τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ̓ ἐμοῦ κλύειν πάρα;
s-144
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898702
τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ̓ ἐμοῦ κλύειν πάρα;
ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ̓ εἰσήκουσ̓ ὄχλος.
s-145
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898704
ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ̓ εἰσήκουσ̓ ὄχλος.
κλύειν γ̓ ἔφασκον·
s-146
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898705
κλύειν γ̓ ἔφασκον·
οὐκ ἐπώμοτος λέγων δάμαρτ̓ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
s-147
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898708
οὐκ ἐπώμοτος λέγων δάμαρτ̓ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
ἅνθρωπος, ὦ δέσποιν̓, ἀποστήτω·
s-148
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898712
ἅνθρωπος, ὦ δέσποιν̓, ἀποστήτω·
μή, πρός σε τοῦ κατ̓ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
s-149
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898714
μή, πρός σε τοῦ κατ̓ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐ δ̓ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
s-150
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898715
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐ δ̓ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε·
s-151
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898717
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε·
ἀλλ̓ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
s-152
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898721
ἀλλ̓ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
εἰ δ̓ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
s-153
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898722
εἰ δ̓ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
ἀλλ̓ εἰπὲ πᾶν τἀληθές·
s-154
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898723
ἀλλ̓ εἰπὲ πᾶν τἀληθές·
ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
s-155
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898725
ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·
κοὔπω τις αὐτῶν ἔκ γ̓ ἐμοῦ λόγον κακὸν ἠνέγκατ̓ οὐ δ̓ ὄνειδος·
s-156
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898730
κοὔπω τις αὐτῶν ἔκ γ̓ ἐμοῦ λόγον κακὸν ἠνέγκατ̓ οὐ δ̓ ὄνειδος·
ἀλλὰ ταῦτα μὲν ῥείτω κατ̓ οὖρον·
s-157
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898732
ἀλλὰ ταῦτα μὲν ῥείτω κατ̓ οὖρον·
σοὶ δ̓ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ̓ ἔμ̓ ἀψευδεῖν ἀεί.
s-158
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898733
σοὶ δ̓ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ̓ ἔμ̓ ἀψευδεῖν ἀεί.
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ γυναικὶ τῇδε κἀπ̓ ἐμοῦ κτήσει χάριν.
s-159
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898734
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ γυναικὶ τῇδε κἀπ̓ ἐμοῦ κτήσει χάριν.
ἀλλ̓, ὦ φίλη δέσποιν̓, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐ δὲ κρύψομαι.
s-160
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898735
ἀλλ̓, ὦ φίλη δέσποιν̓, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐ δὲ κρύψομαι.
ταύτης ὁ δεινὸς ἵμερός ποθ̓ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ̓ εἵνεχ̓ ἡ πολύφθορος καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
s-161
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898737
ταύτης ὁ δεινὸς ἵμερός ποθ̓ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ̓ εἵνεχ̓ ἡ πολύφθορος καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
ἐπεί γε μὲν δὴ πάντ̓ ἐπίστασαι λόγον, κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, οὓς εἶπας ἐς τήνδ̓, ἐμπέδως εἰρηκέναι·
s-162
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898739
ἐπεί γε μὲν δὴ πάντ̓ ἐπίστασαι λόγον, κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, οὓς εἶπας ἐς τήνδ̓, ἐμπέδως εἰρηκέναι·
ἀλλ̓ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ̓ ἐπακτὸν ἐξαρούμεθα, θεοῖσι δυσμαχοῦντες.
s-163
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898741
ἀλλ̓ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ̓ ἐπακτὸν ἐξαρούμεθα, θεοῖσι δυσμαχοῦντες.
ἀλλ̓ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ̓ ἐπιστολὰς φέρῃς, ἅ τ̓ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ̓ ἄγῃς·
s-164
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898742
ἀλλ̓ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ̓ ἐπιστολὰς φέρῃς, ἅ τ̓ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ̓ ἄγῃς·
ἀλλ̓ ἐπὶ τάνδ̓ ἄῤ ἄκοιτιν τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, τίνες πάμπληκτα παγκόνιτά τ̓ ἐξῆλθον ἄεθλ̓ ἀγώνων;
s-165
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898746
ἀλλ̓ ἐπὶ τάνδ̓ ἄῤ ἄκοιτιν τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, τίνες πάμπληκτα παγκόνιτά τ̓ ἐξῆλθον ἄεθλ̓ ἀγώνων;
ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου φάσμα ταύρου, Ἀχελῷος ἀπ̓ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ ἦλθε παλίντονα Θήβας τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, παῖς Διός·
s-166
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898747
ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου φάσμα ταύρου, Ἀχελῷος ἀπ̓ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ ἦλθε παλίντονα Θήβας τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, παῖς Διός·
οἳ τότ̓ ἀολλεῖς ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
s-167
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898748
οἳ τότ̓ ἀολλεῖς ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
μόνα δ̓ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
s-168
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898749
μόνα δ̓ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
ἁ δ̓ εὐῶπις ἁβρὰ τηλαυγεῖ παῤ ὄχθῳ ἧστο, τὸν ὃν προσμένουσ̓ ἀκοίταν.
s-169
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898752
ἁ δ̓ εὐῶπις ἁβρὰ τηλαυγεῖ παῤ ὄχθῳ ἧστο, τὸν ὃν προσμένουσ̓ ἀκοίταν.
ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·
s-170
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898753
ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·
τὸ δ̓ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει·
s-171
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898754
τὸ δ̓ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει·
ἦμος, φίλαι, κατ̓ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ̓ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ̓ οἷα πάσχω συγκατοικτιουμένη.
s-172
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898756
ἦμος, φίλαι, κατ̓ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ̓ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ̓ οἷα πάσχω συγκατοικτιουμένη.
καὶ νῦν δύ̓ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα.
s-173
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898758
καὶ νῦν δύ̓ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα.
ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
s-174
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898760
ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
τὸ δ̓ αὖ ξυνοικεῖν τῇδ̓ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
s-175
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898761
τὸ δ̓ αὖ ξυνοικεῖν τῇδ̓ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, τὴν δὲ φθίνουσαν·
s-176
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898762
ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, τὴν δὲ φθίνουσαν·
ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ̓ ὑπεκτρέπει πόδα.
s-177
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898763
ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ̓ ὑπεκτρέπει πόδα.
ταῦτ̓ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ̓ ἀνήρ.
s-178
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898764
ταῦτ̓ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ̓ ἀνήρ.
ᾗ δ̓ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ̓ ὑμῖν φράσω.
s-179
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898766
ᾗ δ̓ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ̓ ὑμῖν φράσω.
ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν.
s-180
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898770
ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν.
ἐκθνῄσκων δ̓ ὁ θὴρ τοσοῦτον εἶπε·
s-181
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898771
ἐκθνῄσκων δ̓ ὁ θὴρ τοσοῦτον εἶπε·
παῖ γέροντος Οἰνέως, τοσόνδ̓ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ̓ ὑστάτην σ̓ ἔπεμψ̓ ἐγώ·
s-182
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898772
παῖ γέροντος Οἰνέως, τοσόνδ̓ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ̓ ὑστάτην σ̓ ἔπεμψ̓ ἐγώ·
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν̓ εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
s-183
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898773
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν̓ εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
φίλτροις δ̓ ἐάν πως τήνδ̓ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ̓ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον·
s-184
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898777
φίλτροις δ̓ ἐάν πως τήνδ̓ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ̓ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον·
οὕτως ἔχει γ̓ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ̓ οὐ προσωμίλησά πω·
s-185
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898780
οὕτως ἔχει γ̓ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ̓ οὐ προσωμίλησά πω·
ἀλλ̓ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐ δ̓ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
s-186
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898781
ἀλλ̓ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐ δ̓ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
ἀλλ̓ αὐτίκ̓ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη·
s-187
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898782
ἀλλ̓ αὐτίκ̓ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη·
διὰ τάχους δ̓ ἐλεύσεται.
s-188
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898783
διὰ τάχους δ̓ ἐλεύσεται.
μόνον παῤ ὑμῶν εὖ στεγοίμεθ̓·
s-189
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898784
μόνον παῤ ὑμῶν εὖ στεγοίμεθ̓·
τί χρὴ ποεῖν;
s-190
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898786
τί χρὴ ποεῖν;
σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
s-191
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898787
σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
ἀλλ̓ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ̓ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
s-192
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898788
ἀλλ̓ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ̓ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
διδοὺς δὲ τόνδε φράζ̓ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μη δ̓ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ̓ ἕρκος ἱερὸν μήτ̓ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
s-193
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898789
διδοὺς δὲ τόνδε φράζ̓ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μη δ̓ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ̓ ἕρκος ἱερὸν μήτ̓ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
οὕτω γὰρ ηὔγμην, εἴ ποτ̓ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ̓ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
s-194
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898790
οὕτω γὰρ ηὔγμην, εἴ ποτ̓ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ̓ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
καὶ τῶνδ̓ ἀποίσεις σῆμ̓, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἕρκει τῷδ̓ ἐπὸν μαθήσεται.
s-195
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898791
καὶ τῶνδ̓ ἀποίσεις σῆμ̓, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἕρκει τῷδ̓ ἐπὸν μαθήσεται.
ἀλλ̓ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ̓ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ̓ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
s-196
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898794
ἀλλ̓ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ̓ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ̓ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
στείχοις ἂν ἤδη·
s-197
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898795
στείχοις ἂν ἤδη·
καὶ γὰρ ἐξεπίστασαι τά γ̓ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
s-198
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898796
καὶ γὰρ ἐξεπίστασαι τά γ̓ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
s-199
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898797
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
ἀλλ̓ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ̓, αὐτὴν ὡς ἐδεξάμην φίλως.
s-200
tlg0011.tlg001.perseus-grc2.tb.xml@2898798
ἀλλ̓ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ̓, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Edit as list • Text view • Dependency trees