Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | dev |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 101 - 200 of 251 • previous • next
καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας.
s-101
tlg0007.tlg015.perseus-grc1.tb.xml@174
καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας.
ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.
s-102
tlg0007.tlg015.perseus-grc1.tb.xml@177
ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.
ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων·
s-103
tlg0007.tlg015.perseus-grc1.tb.xml@178
ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων·
ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας·
s-104
tlg0007.tlg015.perseus-grc1.tb.xml@179
ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας·
καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι·
s-105
tlg0007.tlg015.perseus-grc1.tb.xml@180
καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι·
βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον.
s-106
tlg0007.tlg015.perseus-grc1.tb.xml@181
βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον.
ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς.
s-107
tlg0007.tlg015.perseus-grc1.tb.xml@183
ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς.
Ἀδωνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον.
s-108
tlg0007.tlg015.perseus-grc1.tb.xml@184
Ἀδωνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον.
ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν.
s-109
tlg0007.tlg015.perseus-grc1.tb.xml@185
ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν.
οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ̓ οὗτος ὁ λόγος οὔθ̓ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ̓ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων·
s-110
tlg0007.tlg015.perseus-grc1.tb.xml@187
οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ̓ οὗτος ὁ λόγος οὔθ̓ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ̓ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων·
ὀργῇ δ̓ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.
s-111
tlg0007.tlg015.perseus-grc1.tb.xml@188
ὀργῇ δ̓ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.
ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν Ἀνδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παῤ οἶνον ἀπομιμήσεις τοῦ Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας.
s-112
tlg0007.tlg015.perseus-grc1.tb.xml@189
ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν Ἀνδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παῤ οἶνον ἀπομιμήσεις τοῦ Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας.
ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ.
s-113
tlg0007.tlg015.perseus-grc1.tb.xml@191
ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ.
πρὸς ταῦτ̓ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν·
s-114
tlg0007.tlg015.perseus-grc1.tb.xml@194
πρὸς ταῦτ̓ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν·
ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.
s-115
tlg0007.tlg015.perseus-grc1.tb.xml@195
ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.
οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλ̓ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθ̓ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως·
s-116
tlg0007.tlg015.perseus-grc1.tb.xml@196
οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλ̓ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθ̓ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως·
πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων·
s-117
tlg0007.tlg015.perseus-grc1.tb.xml@201
πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων·
ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο.
s-118
tlg0007.tlg015.perseus-grc1.tb.xml@203
ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο.
τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δ̓ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς·
s-119
tlg0007.tlg015.perseus-grc1.tb.xml@204
τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δ̓ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς·
ὦ φίλταθ̓ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
s-120
tlg0007.tlg015.perseus-grc1.tb.xml@205
ὦ φίλταθ̓ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
φυλάξομαι·
s-121
tlg0007.tlg015.perseus-grc1.tb.xml@207
φυλάξομαι·
Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ.
s-122
tlg0007.tlg015.perseus-grc1.tb.xml@208
Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ.
καίτοι βέβαιον οὐδὲν οὐδ̓ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν.
s-123
tlg0007.tlg015.perseus-grc1.tb.xml@209
καίτοι βέβαιον οὐδὲν οὐδ̓ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν.
τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν.
s-124
tlg0007.tlg015.perseus-grc1.tb.xml@212
τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν.
ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε·
s-125
tlg0007.tlg015.perseus-grc1.tb.xml@214
ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε·
διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης.
s-126
tlg0007.tlg015.perseus-grc1.tb.xml@215
διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης.
οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ κατήγορον καί τινων ἄλλων γενέσθαι μὴ πολλῶν·
s-127
tlg0007.tlg015.perseus-grc1.tb.xml@217
οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ κατήγορον καί τινων ἄλλων γενέσθαι μὴ πολλῶν·
ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθ̓ αὑτοῦ καὶ καθ̓ ἑτέρων ἔσχε τὴν ἐκ τοῦ ψηφίσματος ἄδειαν αὐτός·
s-128
tlg0007.tlg015.perseus-grc1.tb.xml@220
ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθ̓ αὑτοῦ καὶ καθ̓ ἑτέρων ἔσχε τὴν ἐκ τοῦ ψηφίσματος ἄδειαν αὐτός·
οὓς δ̓ ὠνόμασε πάντες πλὴν τῶν φυγόντων ἀπώλοντο.
s-129
tlg0007.tlg015.perseus-grc1.tb.xml@221
οὓς δ̓ ὠνόμασε πάντες πλὴν τῶν φυγόντων ἀπώλοντο.
καὶ πίστεως ἕνεκα προσέθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.
s-130
tlg0007.tlg015.perseus-grc1.tb.xml@222
καὶ πίστεως ἕνεκα προσέθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.
ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης.
s-131
tlg0007.tlg015.perseus-grc1.tb.xml@224
ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης.
καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων.
s-132
tlg0007.tlg015.perseus-grc1.tb.xml@225
καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων.
ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δ̓ οὐ προσῆν οὐδ̓ ὄγκος αὐτῷ διὰ πενίαν.
s-133
tlg0007.tlg015.perseus-grc1.tb.xml@226
ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δ̓ οὐ προσῆν οὐδ̓ ὄγκος αὐτῷ διὰ πενίαν.
εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους.
s-134
tlg0007.tlg015.perseus-grc1.tb.xml@227
εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους.
ὕστερον δ̓ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις, ἀλλ̓ ἐγώ, εἶπε, δείξω αὐτοῖς ὅτι ζῶ.
s-135
tlg0007.tlg015.perseus-grc1.tb.xml@232
ὕστερον δ̓ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις, ἀλλ̓ ἐγώ, εἶπε, δείξω αὐτοῖς ὅτι ζῶ.
τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι·
s-136
tlg0007.tlg015.perseus-grc1.tb.xml@233
τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι·
ἐρήμην δ̓ αὐτοῦ καταγνόντες καὶ τὰ χρήματα δημεύσαντες ἔτι καταρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος Ἀγραυλῆθεν ἀντειπεῖν πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι.
s-137
tlg0007.tlg015.perseus-grc1.tb.xml@235
ἐρήμην δ̓ αὐτοῦ καταγνόντες καὶ τὰ χρήματα δημεύσαντες ἔτι καταρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος Ἀγραυλῆθεν ἀντειπεῖν πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι.
δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν·
s-138
tlg0007.tlg015.perseus-grc1.tb.xml@237
δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν·
οὐ παῖς Ἀχιλλέως, ἀλλ̓ ἐκεῖνος εἴη ἂν αὐτός, οἷον Λυκοῦργος ἐπαίδευσε·
s-139
tlg0007.tlg015.perseus-grc1.tb.xml@245
οὐ παῖς Ἀχιλλέως, ἀλλ̓ ἐκεῖνος εἴη ἂν αὐτός, οἷον Λυκοῦργος ἐπαίδευσε·
τοῖς δ̓ ἀληθινοῖς ἄν τις ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν·
s-140
tlg0007.tlg015.perseus-grc1.tb.xml@246
τοῖς δ̓ ἀληθινοῖς ἄν τις ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν·
ἔστιν ἡ πάλαι γυνή.
s-141
tlg0007.tlg015.perseus-grc1.tb.xml@247
ἔστιν ἡ πάλαι γυνή.
τοσοῦτος ἔρως κατεῖχε τὴν ἄνθρωπον.
s-142
tlg0007.tlg015.perseus-grc1.tb.xml@249
τοσοῦτος ἔρως κατεῖχε τὴν ἄνθρωπον.
οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν.
s-143
tlg0007.tlg015.perseus-grc1.tb.xml@251
οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν.
ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθ̓ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι.
s-144
tlg0007.tlg015.perseus-grc1.tb.xml@252
ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθ̓ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι.
καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης.
s-145
tlg0007.tlg015.perseus-grc1.tb.xml@253
καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης.
μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως.
s-146
tlg0007.tlg015.perseus-grc1.tb.xml@254
μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως.
ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους.
s-147
tlg0007.tlg015.perseus-grc1.tb.xml@256
ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους.
ὁ δ̓ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ·
s-148
tlg0007.tlg015.perseus-grc1.tb.xml@257
ὁ δ̓ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ·
τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δἰ Ἀλκιβιάδην λόγος ἦν·
s-149
tlg0007.tlg015.perseus-grc1.tb.xml@258
τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δἰ Ἀλκιβιάδην λόγος ἦν·
τῶν δ̓ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον.
s-150
tlg0007.tlg015.perseus-grc1.tb.xml@259
τῶν δ̓ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον.
ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ἰωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν.
s-151
tlg0007.tlg015.perseus-grc1.tb.xml@260
ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ἰωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν.
τἆλλ̓ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος ὥσθ̓ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος.
s-152
tlg0007.tlg015.perseus-grc1.tb.xml@264
τἆλλ̓ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος ὥσθ̓ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος.
ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο·
s-153
tlg0007.tlg015.perseus-grc1.tb.xml@265
ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο·
καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.
s-154
tlg0007.tlg015.perseus-grc1.tb.xml@266
καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.
ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθηναίοις σχεδὸν ὑπῆρχε·
s-155
tlg0007.tlg015.perseus-grc1.tb.xml@269
ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθηναίοις σχεδὸν ὑπῆρχε·
οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ·
s-156
tlg0007.tlg015.perseus-grc1.tb.xml@272
οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ·
κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην.
s-157
tlg0007.tlg015.perseus-grc1.tb.xml@274
κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην.
ἐλελήθει δ̓ ἄρα προδότης προδότῃ διαλεγόμενος.
s-158
tlg0007.tlg015.perseus-grc1.tb.xml@275
ἐλελήθει δ̓ ἄρα προδότης προδότῃ διαλεγόμενος.
τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παῤ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς.
s-159
tlg0007.tlg015.perseus-grc1.tb.xml@276
τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παῤ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς.
ὁ δ̓ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας.
s-160
tlg0007.tlg015.perseus-grc1.tb.xml@277
ὁ δ̓ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας.
ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν.
s-161
tlg0007.tlg015.perseus-grc1.tb.xml@278
ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν.
αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ παρέξειν.
s-162
tlg0007.tlg015.perseus-grc1.tb.xml@279
αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ παρέξειν.
οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν.
s-163
tlg0007.tlg015.perseus-grc1.tb.xml@280
οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν.
καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιάδην.
s-164
tlg0007.tlg015.perseus-grc1.tb.xml@281
καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιάδην.
ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν Ἀθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ Ἀλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν οἰόμενοι τὸν Ἀλκιβιάδην εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν οὐκ ἀληθῶς.
s-165
tlg0007.tlg015.perseus-grc1.tb.xml@283
ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν Ἀθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ Ἀλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν οἰόμενοι τὸν Ἀλκιβιάδην εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν οὐκ ἀληθῶς.
ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος.
s-166
tlg0007.tlg015.perseus-grc1.tb.xml@285
ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος.
ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε·
s-167
tlg0007.tlg015.perseus-grc1.tb.xml@288
ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε·
καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις·
s-168
tlg0007.tlg015.perseus-grc1.tb.xml@289
καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις·
οἱ δ̓ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους.
s-169
tlg0007.tlg015.perseus-grc1.tb.xml@290
οἱ δ̓ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους.
συνέπραττε δ̓ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς·
s-170
tlg0007.tlg015.perseus-grc1.tb.xml@294
συνέπραττε δ̓ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς·
ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων.
s-171
tlg0007.tlg015.perseus-grc1.tb.xml@295
ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων.
οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.
s-172
tlg0007.tlg015.perseus-grc1.tb.xml@298
οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.
ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι·
s-173
tlg0007.tlg015.perseus-grc1.tb.xml@299
ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι·
διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κῴων θάλασσαν·
s-174
tlg0007.tlg015.perseus-grc1.tb.xml@301
διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κῴων θάλασσαν·
ἐκεῖ δ̓ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς.
s-175
tlg0007.tlg015.perseus-grc1.tb.xml@302
ἐκεῖ δ̓ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς.
καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο.
s-176
tlg0007.tlg015.perseus-grc1.tb.xml@303
καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο.
καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους.
s-177
tlg0007.tlg015.perseus-grc1.tb.xml@304
καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους.
ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων.
s-178
tlg0007.tlg015.perseus-grc1.tb.xml@305
ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων.
τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν.
s-179
tlg0007.tlg015.perseus-grc1.tb.xml@307
τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν.
οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν.
s-180
tlg0007.tlg015.perseus-grc1.tb.xml@308
οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν.
τριάκοντα δ̓ ἡμερῶν διαγενομένων ὁ Ἀλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας εἰς Κλαζομενὰς διέφυγε.
s-181
tlg0007.tlg015.perseus-grc1.tb.xml@310
τριάκοντα δ̓ ἡμερῶν διαγενομένων ὁ Ἀλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας εἰς Κλαζομενὰς διέφυγε.
πληρώσας δὲ τὰς ναῦς καὶ κατάρας εἰς Προικόννησον ἐκέλευσεν ἐντὸς περιβάλλειν τὰ λεπτὰ πλοῖα καὶ παραφυλάσσειν, ὅπως μηδεμία τοῖς πολεμίοις ἐπιπλέοντος αὐτοῦ γένοιτο μηδαμόθεν προαίσθησις.
s-182
tlg0007.tlg015.perseus-grc1.tb.xml@313
πληρώσας δὲ τὰς ναῦς καὶ κατάρας εἰς Προικόννησον ἐκέλευσεν ἐντὸς περιβάλλειν τὰ λεπτὰ πλοῖα καὶ παραφυλάσσειν, ὅπως μηδεμία τοῖς πολεμίοις ἐπιπλέοντος αὐτοῦ γένοιτο μηδαμόθεν προαίσθησις.
οὐ γὰρ μόνον τοὺς πολεμίους ἔλαθεν, ἀλλὰ καὶ τοὺς Ἀθηναίους ἀπεγνωκότας ἤδη ἐμβῆναι κελεύσας ἀνήχθη.
s-183
tlg0007.tlg015.perseus-grc1.tb.xml@315
οὐ γὰρ μόνον τοὺς πολεμίους ἔλαθεν, ἀλλὰ καὶ τοὺς Ἀθηναίους ἀπεγνωκότας ἤδη ἐμβῆναι κελεύσας ἀνήχθη.
καὶ μετὰ μικρὸν ὅ τε ζόφος διελύθη καὶ κατώφθησαν αἱ τῶν Πελοποννησίων νῆες αἰωρούμεναι πρὸ τοῦ λιμένος τῶν Κυζικηνῶν.
s-184
tlg0007.tlg015.perseus-grc1.tb.xml@316
καὶ μετὰ μικρὸν ὅ τε ζόφος διελύθη καὶ κατώφθησαν αἱ τῶν Πελοποννησίων νῆες αἰωρούμεναι πρὸ τοῦ λιμένος τῶν Κυζικηνῶν.
Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίνδαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, ὁ δὲ Φαρνάβαζος ἔφυγε.
s-185
tlg0007.tlg015.perseus-grc1.tb.xml@320
Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίνδαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, ὁ δὲ Φαρνάβαζος ἔφυγε.
ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν·
s-186
tlg0007.tlg015.perseus-grc1.tb.xml@322
ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν·
ἔρρει τὰ κᾶλα·
s-187
tlg0007.tlg015.perseus-grc1.tb.xml@323
ἔρρει τὰ κᾶλα·
Μίνδαρος ἀπεσσούα·
s-188
tlg0007.tlg015.perseus-grc1.tb.xml@324
Μίνδαρος ἀπεσσούα·
ἀπορίομες τί χρὴ δρᾶν.
s-189
tlg0007.tlg015.perseus-grc1.tb.xml@326
ἀπορίομες τί χρὴ δρᾶν.
οὕτω δ̓ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστ̓ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας.
s-190
tlg0007.tlg015.perseus-grc1.tb.xml@327
οὕτω δ̓ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστ̓ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας.
καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπ̓ αἰσχύνῃ τῶν Ἀθηναίων.
s-191
tlg0007.tlg015.perseus-grc1.tb.xml@328
καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπ̓ αἰσχύνῃ τῶν Ἀθηναίων.
ταῦτ̓ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες.
s-192
tlg0007.tlg015.perseus-grc1.tb.xml@329
ταῦτ̓ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες.
τῇ δ̓ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος.
s-193
tlg0007.tlg015.perseus-grc1.tb.xml@331
τῇ δ̓ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος.
οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.
s-194
tlg0007.tlg015.perseus-grc1.tb.xml@334
οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.
ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορκίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξαγαγὼν τὴν σὺν αὑτῷ δύναμιν ἐπεχείρει τοῖς Ἀθηναίοις.
s-195
tlg0007.tlg015.perseus-grc1.tb.xml@335
ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορκίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξαγαγὼν τὴν σὺν αὑτῷ δύναμιν ἐπεχείρει τοῖς Ἀθηναίοις.
ὁ δ̓ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στράτευμα, τὸν μὲν Φαρνάβαζον αἰσχρῶς φεύγειν ἠνάγκασε, τὸν δ̓ Ἱπποκράτη διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν ἡττηθέντας.
s-196
tlg0007.tlg015.perseus-grc1.tb.xml@336
ὁ δ̓ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στράτευμα, τὸν μὲν Φαρνάβαζον αἰσχρῶς φεύγειν ἠνάγκασε, τὸν δ̓ Ἱπποκράτη διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν ἡττηθέντας.
εἶτ̓ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσποντον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν.
s-197
tlg0007.tlg015.perseus-grc1.tb.xml@337
εἶτ̓ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσποντον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν.
οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσθησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον.
s-198
tlg0007.tlg015.perseus-grc1.tb.xml@338
οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσθησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον.
ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλαβὼν ὅσον τριάκοντα περὶ αὑτὸν ἐπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας.
s-199
tlg0007.tlg015.perseus-grc1.tb.xml@339
ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλαβὼν ὅσον τριάκοντα περὶ αὑτὸν ἐπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας.
ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερομένους.
s-200
tlg0007.tlg015.perseus-grc1.tb.xml@340
ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερομένους.
Edit as list • Text view • Dependency trees