Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain

Select a sentence

Showing 1 - 100 of 218 • previousnext

s-1 ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν·
s-2 ὄμβρος δ̓ ἀπ̓ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν·
s-3 δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτριον·
s-4 δενδρῶτις ὥρα δ̓ ἐκ νοτίζοντος γάμου τέλειος ἐστί.
s-5 ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν Ἀφροδίτη φησίν·
s-6 ὅσοι τε Πόντου τερμόνων τ̓ Ἀτλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ̓ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
s-7 νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου·
s-8 καὶ οὔτε Ἄρτεμις περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις δαιμόνων ἐβοήθησεν αὐτῷ.
s-9 ὅστις δ̓ Ἔρωτα μὴ μέγαν κρίνει θεόν, σκαιός ἐστιν καλῶν ἄπειρος ὢν οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
s-10 ὃν σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος.
s-11 λέγει οὖν περὶ αὐτοῦ καὶ κράτιστος Κριτίας τάδε·
s-12 τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ̓ ᾠδὰς ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ̓ ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
s-13 οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται, ἒς τ̓ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι παῖς διαπομπεύῃ, προπόσεις ἐπὶ δεξιὰ νωμῶν, παννυχίδας θ̓ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ̓ χαλκοῦ θυγάτηρ ἐπ̓ ἄκραισι καθίζῃ κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.
s-14 ἔρως με δαὖτε Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει.
s-15 λέγει δ̓ οὕτως περὶ αὐτῆς·
s-16 τοῦθ̓ ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάκαιρα παρθένων ξανθὰ Μεγαλοστράτα.
s-17 καὶ Στησίχορος δ̓ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων·
s-18 δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά.
s-19 διὸ καὶ παιδεράστριὰν τινες καλοῦσι τὴν τραγῳδίαν·
s-20 καὶ ἐδέχοντο τὰ τοιαῦτα ἄσμενοι οἱ θεαταί.
s-21 καὶ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν·
s-22 ἅθ̓ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως πάϊθεν φυλάσσει ἡμετέρας φρένας.
s-23 καὶ Πίνδαρος δ̓ οὐ μετρίως ὢν ἐρωτικός φησιν·
s-24 μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
s-25 διόπερ καὶ Τίμων ἐν τοῖς Σίλλοις ἔφη·
s-26 ἡνίκ̓ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
s-27 μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν;
s-28 ἀλλ̓ ἐγὼ θεᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ̓ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
s-29 ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί.
s-30 Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται.
s-31 Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα.
s-32 οἱ δὲ προειρημένοι Χαλκιδεῖς παῤ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν καὶ μυρρίναι διάφοροι πεφύκασιν.
s-33 καὶ τὴν πρὸς Ἀθηναίους δ̓ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις Ζηνεύς φησιν Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι.
s-34 Ἱερώνυμος δ̓ περιπατητικὸς περισπουδάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας ὅτι πολλάκις τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν.
s-35 Μελάνιππος δ̓ ἦν τὰ παιδικά, ὥς φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἐρωτικῶν.
s-36 διὸ καὶ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται·
s-37 ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος Ἀθηναῖος ἐποίησε ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς Ἐλεγείοις.
s-38 ἐστὶν δὲ χρησμὸς ὅδε·
s-39 εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
s-40 διαβόητα δ̓ ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα·
s-41 ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης Κυζικηνὸς ἐν β̓ περὶ Τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης·
s-42 καὶ ἐπαπέθανεν ἐραστὴς Ἀριστόδημος, λύσιν τ̓ ἔλαβε τὸ δεινόν.
s-43 ὡς ἐποίησε Πολυκράτης Σαμίων τύραννος.
s-44 καὶ γὰρ νομοθέτης Σόλων ἔφη·
s-45 οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς.
s-46 ὑμεῖς δέ, Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἰδίως μελετᾶτε...
s-47 Πράξιλλα δ̓ Σικυωνία ὑπὸ Διὸς φησιν ἁρπασθῆναι τὸν Χρύσιππον.
s-48 καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν·
s-49 Πέρσας δὲ παῤ Ἑλλήνων φησὶν Ἡρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι.
s-50 φιλόπαις δ̓ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος βασιλεύς.
s-51 Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν.
s-52 Καρύστιος δ̓ ἐν Ἱστορικοῖς Ὑπομνήμασι Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν.
s-53 ὡς δ̓ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον·
s-54 καὶ ὃς μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει.
s-55 διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας αὐτὸν βασιλεύειν Ἀλέξανδρον.
s-56 Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι γενέσθαι Τάλων.
s-57 Διότιμος δ̓ ἐν τῇ Ἡρακλείᾳ Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι.
s-58 Λικύμνιος δ̓ Χῖος ἐν Διθυράμβοις Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι.
s-59 Ἀντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν Ἀριστοκλῆς κιθαρῳδός, περὶ οὗ Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως·
s-60 Ἀντίγονος βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι.
s-61 καί ποτε καὶ μεθ̓ ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα βασιλεύς.
s-62 Ἴων γοῦν ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως·
s-63 Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παῤ οἶνον καὶ δεξιῷ.
s-64 βούλει με ἡδέως πίνειν;
s-65 φάντος δ̓ αὐτοῦ βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα.
s-66 ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον·
s-67 ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας·
s-68 λάμπει δ̓ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.
s-69 σοφὸς μὲν δὴ σύ γε εἶ, Σοφόκλεις, ἐν ποιήσει·
s-70 ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ.
s-71 εἰ γὰρ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τοῦδε τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο.
s-72 οὐ κάρτα δεῖ τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν.
s-73 οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι·
s-74 χρυσέας γὰρ εἰ ἐποίησεν ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα.
s-75 εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν ἄν.
s-76 γελασάντων δὲ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιρραπίξει, δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο.
s-77 εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος.
s-78 προσαγαγόντος δ̓ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται.
s-79 ὡς δ̓ ἦν οἱ κάρτα πλησίον, προσλαβὼν τῇ χειρὶ ἐφίλησεν.
s-80 ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, μελετῶ, εἶπεν, στρατηγεῖν, ἄνδρες·
s-81 ἐπειδήπερ Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δ̓ οὐκ ἐπίστασθαι.
s-82 ἆῤ οὖν οὐ κατ̓ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;
s-83 τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι πράσσοι.
s-84 καὶ Ἱερώνυμος δ̓ Ῥόδιος ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ.
s-85 μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο.
s-86 μετ̓ οὖν τὴν ὁμιλίαν παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον.
s-87 καὶ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος·
s-88 σοὶ δὲ φιλοῦνθ̓ ἑτέραν Βορρᾶς ὡμίλησε.
s-89 αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη.
s-90 τῷ Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ... Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε.
s-91 Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα.
s-92 αὕτη Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾷ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ̓ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ̓ αὐτῶν.
s-93 καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη.
s-94 ὁρᾶτε οὖν καὶ ὑμεῖς, φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ Ἀφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον.
s-95 τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἑταίρα, ὅσον ἐοίκασι γυναικὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος.
s-96 κἀγὼ δὲ κατὰ τὴν Ἐπικράτους Ἀντιλαίδα τἀρωτίκ̓ ἐκμεμάθηκα ταῦτα παντελῶς Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
s-97 ὑμεῖς δέ, φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε...
s-98 παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος.
s-99 τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη·
s-100 οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος·

Text viewDownload CoNNL-U