Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Partdev

Select a sentence

Showing 1 - 100 of 1019 • previousnext

s-1 μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν ἦν ἕτοιμος
s-2 δὲ Κανδαύλης ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα
s-3 καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ γυνή
s-4 ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο Γύγης
s-5 ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικός ἐς τὴν κοίτην ὑπεκδὺς ἐχώρεε ἔξω καὶ γυνὴ ἐπορᾷ μιν ἐξιόντα
s-6 μαθοῦσὰ δὲ τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν ἐν νοῶ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα
s-7 παρὰ γὰρ τοῖσι Λυδοῖσι σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνόν ἐς αἰσχύνην μεγάλην φέρει
s-8 τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε
s-9 ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα
s-10 δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος
s-11 ἐώθεε γὰρ καὶ πρόσθε ὅκως βασίλεια καλέοι φοιτᾶν
s-12 ὡς δὲ Γύγης ἀπίκετο ἔλεγε γυνὴ τάδε
s-13 νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν
s-14 ὁκοτέρην βούλεαι τραπέσθαι
s-15 γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ
s-16 ἀλλ’ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα
s-17 δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα
s-18 μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν
s-19 οὔκων δὴ ἔπειθε ἀλλ’ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην τὸν δεσπότεα ἀπολλύναι αὐτὸν ὑπ’ ἄλλων ἀπόλλυσθαι
s-20 αἱρέεται αὐτὸς περιεῖναι
s-21 ἐπειρώτα δὴ λέγων τάδε
s-22 ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ
s-23 δὲ ὑπολαβοῦσα ἔφη
s-24 ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν
s-25 ὑπνωμένῳ δὲ ἐπιχείρησις ἔσται
s-26 ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλήν νυκτὸς γενομένης οὐ γὰρ ἐμετίετο Γύγης οὐδέ οἱ ἦν ἀπαλλαγὴ οὐδεμία ἀλλ’ ἔδεε αὐτὸν ἀπολωλέναι Κανδαύλεα εἵπετο ἐς τὸν θάλαμον τῇ γυναικί καί μιν ἐκείνη ἐγχειρίδιον δοῦσα κατακρύπτει ὑπὸ τὴν αὐτὴν θύρην
s-27 καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαύλεω ὑπεκδύς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιληίην Γύγης τοῦ καὶ Ἀρχίλοχος Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη
s-28 ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου
s-29 ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινόν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν συνέβησαν ἐς τὸ αὐτὸ οἳ τε τοῦ Γύγεω στασιῶται καί οἱ λοιποὶ Λυδοί ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν τόν δὲ βασιλεύειν ἤν δὲ μή ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν
s-30 ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης
s-31 τοσόνδε μέντοι εἶπε Πυθίη ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω
s-32 τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο πρὶν δὴ ἐπετελέσθη
s-33 τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι
s-34 Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα ἀλλ’ ὅσα μὲν ἀργύρου ἀναθήματα ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι
s-35 πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί
s-36 κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται
s-37 ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ σταθμὸν ἔχοντες τριήκοντα τάλαντα
s-38 ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ θησαυρός ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος
s-39 οὗτος δὲ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα
s-40 ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε ἐόντα ἀξιοθέητον
s-41 κεῖται δὲ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες
s-42 δὲ χρυσός οὗτος καὶ ἄργυρος τὸν Γύγης ἀνέθηκε ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην
s-43 ἐσέβαλε μέν νυν στρατιὴν καὶ οὗτος ἐπείτε ἦρξε ἔς τε Μίλητον καὶ ἐς Σμύρνην καὶ Κολοφῶνος τὸ ἄστυ εἷλε
s-44 ἀλλ’ οὐδὲν γὰρ μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα
s-45 τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες
s-46 Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι
s-47 οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον
s-48 Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης Ἄρδυος καὶ ἐβασίλευσε ἔτεα δυώδεκα Σαδυάττεω δὲ Ἀλυάττης
s-49 οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε ἐς Κλαζομενάς τε ἐσέβαλε
s-50 ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε ἀλλὰ προσπταίσας μεγάλως
s-51 ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε
s-52 ἐπολέμησε Μιλησίοισι παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός
s-53 ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε
s-54 ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν
s-55 ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου
s-56 ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα
s-57 ἔα δὲ κατὰ χώρην ἑστάναι
s-58 δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε ἀπαλλάσσετο ὀπίσω
s-59 τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ
s-60 τὰς δὲ οἰκίας οὐ κατέβαλλε Λυδὸς τῶνδε εἵνεκα ὅκως ἔχοιεν ἐνθεῦτεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων
s-61 ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ
s-62 τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης Ἄρδυος ἔτι Λυδῶν ἦρχε καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν
s-63 Σαδυάττης οὗτος γὰρ καὶ τὸν πόλεμον ἦν συνάψας
s-64 τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης Σαδυάττεω ἐπολέμεε ὃς παραδεξάμενος ὡς καὶ πρότερον μοι δεδήλωται παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως
s-65 τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι
s-66 οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον
s-67 καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν
s-68 τῷ δὲ δυωδεκάτῳ ἔτεϊ ληίου ἐμπιπραμένου ὑπὸ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα
s-69 ὡς ἅφθη τάχιστα τὸ λήιον ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης
s-70 ἁφθεὶς δὲ νηὸς κατεκαύθη
s-71 καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο
s-72 μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε Ἀλυάττης
s-73 μακροτέρης δέ οἱ γινομένης τῆς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους
s-74 εἴτε δὴ συμβουλεύσαντός τευ εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τῆς νούσου
s-75 τοῖσι δὲ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἔφη χρήσειν πρὶν τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι τὸν ἐνέπρησαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ
s-76 ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα
s-77 τῷ οὔνομα ἦν Μιτραδάτης
s-78 συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ
s-79 οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν κατὰ δὲ τὴν Μηδικὴν Σπακώ
s-80 τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι
s-81 αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ βουκόλος πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου
s-82 ταύτῃ μὲν γὰρ Μηδικὴ χώρη πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος
s-83 ἐπεὶ ὦν βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο ἔλεγε Ἅρπαγος τάδε
s-84 κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων ὅκως ἂν τάχιστα διαφθαρείη
s-85 καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι
s-86 ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ
s-87 ταῦτα ἀκούσας βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν
s-88 τῷ δ’ ἄρα καὶ αὐτῷ γυνή ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν
s-89 ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων δὲ γυνὴ τι οὐκ ἐωθὼς Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα
s-90 ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη οἷα ἐξ ἀέλπτου ἰδοῦσα γυνὴ εἴρετο προτέρη τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο
s-91 δὲ εἶπε
s-92 γύναι εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους
s-93 οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο
s-94 ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω
s-95 ὡς δὲ τάχιστα ἐσῆλθον ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ
s-96 Ἅρπαγος δὲ ὡς εἶδέ με ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι πόλλ’ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι
s-97 καὶ ἐγὼ ἀναλαβὼν ἔφερον δοκέων τῶν τινος οἰκετέων εἶναι
s-98 οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν
s-99 ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου
s-100 καὶ πρόκατε δὴ κατ’ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι

Text viewDownload CoNNL-U