Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain

Select a sentence

Showing 1 - 100 of 6003 • previousnext

s-1 τίς τ̓ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
s-2 γὰρ βασιλῆϊ χολωθεὶς νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα Ἀτρεΐδης·
s-3 ἔνθ̓ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ̓ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
s-4 ἀλλ̓ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε·
s-5 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω νῦν δηθύνοντ̓ ὕστερον αὖτις ἰόντα, μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
s-6 τὴν δ̓ ἐγὼ οὐ λύσω·
s-7 πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
s-8 βῆ δ̓ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
s-9 πολλὰ δ̓ ἔπειτ̓ ἀπάνευθε κιὼν ἠρᾶθ̓ γεραιὸς Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
s-10 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
s-11 ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε Φοῖβος Ἀπόλλων, βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, τόξ̓ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
s-12 ἔκλαγξαν δ̓ ἄῤ ὀϊστοὶ ἐπ̓ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος·
s-13 δ̓ ἤϊε νυκτὶ ἐοικώς.
s-14 ἕζετ̓ ἔπειτ̓ ἀπάνευθε νεῶν, μετὰ δ̓ ἰὸν ἕηκε·
s-15 δεινὴ δὲ κλαγγὴ γένετ̓ ἀργυρέοιο βιοῖο·
s-16 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, αὐτὰρ ἔπειτ̓ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ̓·
s-17 αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
s-18 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, τῇ δεκάτῃ δ̓ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
s-19 κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
s-20 οἳ δ̓ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, τοῖσι δ̓ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
s-21 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
s-22 ἀλλ̓ ἄγε δή τινα μάντιν ἐρείομεν ἱερῆα καὶ ὀνειροπόλον, καὶ γάρ τ̓ ὄναρ ἐκ Διός ἐστιν, ὅς κ̓ εἴποι τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, εἴτ̓ ἄῤ γ̓ εὐχωλῆς ἐπιμέμφεται ἠδ̓ ἑκατόμβης, αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
s-23 ἤτοι γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο·
s-24 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
s-25 τοὶ γὰρ ἐγὼν ἐρέω·
s-26 γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
s-27 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι·
s-28 σὺ δὲ φράσαι εἴ με σαώσεις.
s-29 τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
s-30 θαρσήσας μάλα εἰπὲ θεοπρόπιον τι οἶσθα·
s-31 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, τε σὺ Κάλχαν εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐ δ̓ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
s-32 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
s-33 τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
s-34 ἤτοι γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο·
s-35 τοῖσι δ̓ ἀνέστη ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἀχνύμενος·
s-36 μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ̓, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
s-37 Κάλχαντα πρώτιστα κάκ̓ ὀσσόμενος προσέειπε·
s-38 μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
s-39 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δὴ τοῦδ̓ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκ̓ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά̓ ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν·
s-40 βούλομ̓ ἐγὼ λαὸν σῶν ἔμμεναι ἀπολέσθαι·
s-41 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ̓ ἑτοιμάσατ̓ ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐ δὲ ἔοικε·
s-42 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
s-43 Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
s-44 οὐ δέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
s-45 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, λαοὺς δ̓ οὐκ ἐπέοικε παλίλλογα ταῦτ̓ ἐπαγείρειν.
s-46 ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες·
s-47 αὐτὰρ Ἀχαιοὶ τριπλῇ τετραπλῇ τ̓ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
s-48 τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
s-49 μὴ δ̓ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ̓ Ἀχιλλεῦ κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐ δέ με πείσεις.
s-50 ἐθέλεις ὄφῤ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ̓ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ̓ ἀποδοῦναι;
s-51 δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
s-52 ἀλλ̓ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, νῦν δ̓ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐν δ̓ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ̓ ἑκατόμβην θείομεν, ἂν δ̓ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν·
s-53 τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
s-54 μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ὁδὸν ἐλθέμεναι ἀνδράσιν ἶφι μάχεσθαι;
s-55 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ̓ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
s-56 ἀλλὰ σοὶ μέγ̓ ἀναιδὲς ἅμ̓ ἑσπόμεθ̓ ὄφρα σὺ χαίρῃς, τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα πρὸς Τρώων·
s-57 τῶν οὔ τι μετατρέπῃ οὐ δ̓ ἀλεγίζεις·
s-58 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
s-59 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ̓ Ἀχαιοὶ Τρώων ἐκπέρσωσ̓ εὖ ναιόμενον πτολίεθρον·
s-60 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσ̓·
s-61 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
s-62 φεῦγε μάλ̓ εἴ τοι θυμὸς ἐπέσσυται, οὐ δέ σ̓ ἔγωγε λίσσομαι εἵνεκ̓ ἐμεῖο μένειν·
s-63 εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ̓ ἔδωκεν·
s-64 οἴκαδ̓ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ̓ ἐγὼ οὐκ ἀλεγίζω, οὐ δ̓ ὄθομαι κοτέοντος·
s-65 ἀπειλήσω δέ τοι ὧδε·
s-66 ὣς φάτο·
s-67 στῆ δ̓ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη·
s-68 τῶν δ̓ ἄλλων οὔ τις ὁρᾶτο·
s-69 θάμβησεν δ̓ Ἀχιλεύς, μετὰ δ̓ ἐτράπετ̓, αὐτίκα δ̓ ἔγνω Παλλάδ̓ Ἀθηναίην·
s-70 δεινὼ δέ οἱ ὄσσε φάανθεν·
s-71 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
s-72 τίπτ̓ αὖτ̓ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
s-73 ἀλλ̓ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
s-74 ᾗς ὑπεροπλίῃσι τάχ̓ ἄν ποτε θυμὸν ὀλέσσῃ.
s-75 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, οὐρανόθεν·
s-76 ἀλλ̓ ἄγε λῆγ̓ ἔριδος, μη δὲ ξίφος ἕλκεο χειρί·
s-77 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
s-78 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ὕβριος εἵνεκα τῆσδε·
s-79 σὺ δ̓ ἴσχεο, πείθεο δ̓ ἡμῖν.
s-80 τὴν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
s-81 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι καὶ μάλα περ θυμῷ κεχολωμένον·
s-82 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ̓ ἔκλυον αὐτοῦ.
s-83 καὶ ἐπ̓ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, ἂψ δ̓ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐ δ̓ ἀπίθησε μύθῳ Ἀθηναίης·
s-84 δ̓ Οὔλυμπον δὲ βεβήκει δώματ̓ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
s-85 Πηλεΐδης δ̓ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
s-86 οἰνοβαρές, κυνὸς ὄμματ̓ ἔχων, κραδίην δ̓ ἐλάφοιο, οὔτέ ποτ̓ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔ τε λόχον δ̓ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ·
s-87 τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
s-88 πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶῤ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
s-89 γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
s-90 ἀλλ̓ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
s-91 περὶ γάρ ῥά χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν·
s-92 νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται·
s-93 δέ τοι μέγας ἔσσεται ὅρκος·
s-94 ποτ̓ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας·
s-95 τότε δ̓ οὔ τι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτ̓ ἂν πολλοὶ ὑφ̓ Ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι·
s-96 σὺ δ̓ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος τ̓ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
s-97 ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ̓ αὐτός·
s-98 Ἀτρεΐδης δ̓ ἑτέρωθεν ἐμήνιε·
s-99 τῷ δ̓ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίαθ̓, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ̓ ἐγένοντο ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
s-100 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

Text viewDownload CoNNL-U