Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest

Select a sentence

Showing 1 - 100 of 1047 • previousnext

s-1 Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι
s-2 Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα πυθόμενον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον πέμψαντα ἄγγελον κατειπεῖν ὅκως ἄν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται
s-3 Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι
s-4 Ἀλυάττης δέ ὡς οἱ ταῦτα ἐξαγγέλθη αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ
s-5 μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν
s-6 Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν μηχανᾶται τοιάδε
s-7 ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι ἐπεὰν αὐτὸς σημήνῃ τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους
s-8 ταῦτα δὲ ἐποίεέ τε καὶ προηγόρευε Θρασύβουλος τῶνδε εἵνεκεν ὅκως ἂν δὴ κῆρυξ Σαρδιηνὸς ἰδών τε σωρὸν μέγαν σίτου κεχυμένον καὶ τοὺς ἀνθρώπους ἐν εὐπαθείῃσι ἐόντας ἀγγείλῃ Ἀλυάττῃ
s-9 τὰ δὴ καὶ ἐγένετο
s-10 ὡς γὰρ δὴ ἰδών τε ἐκεῖνα κῆρυξ καὶ εἶπας πρὸς Θρασύβουλον τοῦ Λυδοῦ τὰς ἐντολὰς ἀπῆλθε ἐς τὰς Σάρδις ὡς ἐγὼ πυνθάνομαι δι’ οὐδὲν ἄλλο ἐγένετο διαλλαγή
s-11 ἐλπίζων γὰρ Ἀλυάττης σιτοδείην τε εἶναι ἰσχυρὴν ἐν τῇ Μιλήτῳ καὶ τὸν λεὼν τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ ἤκουε τοῦ κήρυκος νοστήσαντος ἐκ τῆς Μιλήτου τοὺς ἐναντίους λόγους ὡς αὐτὸς κατεδόκεε
s-12 μετὰ δὲ τε διαλλαγή σφι ἐγένετο ἐπ’ τε ξείνους ἀλλήλοισι εἶναι καὶ συμμάχους καὶ δύο τε ἀντὶ ἑνὸς νηοὺς τῇ Ἀθηναίῃ οἰκοδόμησε Ἀλυάττης ἐν τῇ Ἀσσησῷ
s-13 αὐτός τε ἐκ τῆς νούσου ἀνέστη
s-14 κατὰ μέν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυάττῃ ὧδε ἔσχε
s-15 Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας
s-16 ἐτυράννευε δὲ Περίανδρος Κορίνθου
s-17 τῷ δὴ λέγουσι Κορίνθιοι ὁμολογέουσι δέ σφι Λέσβιοι ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ
s-18 τοῦτον τὸν Ἀρίονα λέγουσι τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι
s-19 ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων
s-20 τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα
s-21 τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι χρήματα μὲν σφι προϊέντα ψυχὴν δὲ παραιτεόμενον
s-22 οὔκων δὴ πείθειν αὐτὸν τούτοισι ἀλλὰ κελεύειν τοὺς πορθμέας αὐτὸν διαχρᾶσθαί μιν ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην
s-23 ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι ἐπειδή σφι οὕτω δοκέοι περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι
s-24 ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι
s-25 καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ
s-26 ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα
s-27 τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ
s-28 καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον
s-29 τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον
s-30 ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός
s-31 Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων
s-32 ὡς δὲ ἄρα παρεῖναι αὐτούς κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος
s-33 καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι
s-34 ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι
s-35 καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος
s-36 Ἀλυάττης δὲ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα
s-37 ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων Γλαύκου τοῦ Χίου ποίημα ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε
s-38 τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος Ἀλυάττεω ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα
s-39 ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι
s-40 ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ’ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος
s-41 ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος τότε ἐπολιορκέετο καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι
s-42 πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε Κροῖσος μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν μέζονα ἐπαιτιώμενος τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων
s-43 ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι
s-44 ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην
s-45 βασιλεῦ νησιῶται ἵππον συνωνέονται μυρίην ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι
s-46 Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν
s-47 αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι
s-48 τὸν δὲ ὑπολαβόντα φάναι
s-49 βασιλεῦ προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ οἰκότα ἐλπίζων
s-50 κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ προσφυέως γὰρ δόξαι λέγειν πειθόμενον παύσασθαι τῆς ναυπηγίης
s-51 καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο
s-52 χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπ’ ἑωυτῷ εἶχε καταστρεψάμενος Κροῖσος
s-53 εἰσὶ δὲ οἵδε Λυδοί Φρύγες Μυσοί Μαριανδυνοί Χάλυβες Παφλαγόνες Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί Κᾶρες Ἴωνες Δωριέες Αἰολέες Πάμφυλοι
s-54 κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατά θεωρίης πρόφασιν ἐκπλώσας ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι τῶν ἔθετο
s-55 αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι
s-56 ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται
s-57 Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε
s-58 Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν
s-59 ἀπικομένους δὲ εἴρετο Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν
s-60 οἳ δὲ κατὰ τὰ αὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον
s-61 δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε
s-62 ἔστι τε παῖς καὶ περίεστι καί μιν ἐπ’ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα
s-63 δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας
s-64 καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε
s-65 καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν
s-66 εἶπαν οἱ Μάγοι
s-67 εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε παῖς μὴ ἐκ προνοίης τινός θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν
s-68 οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει
s-69 παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται
s-70 ἀμείβεται Ἀστυάγης τοῖσιδε
s-71 καὶ αὐτὸς Μάγοι ταύτῃ πλεῖστος γνώμην εἰμί βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν
s-72 ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν
s-73 εἶπαν πρὸς ταῦτα οἱ Μάγοι
s-74 βασιλεῦ καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν
s-75 κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων ἐόντες ξεῖνοι
s-76 σέο δ’ ἐνεστεῶτος βασιλέος ἐόντος πολιήτεω καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν
s-77 οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί
s-78 καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν πᾶν ἂν σοὶ προεφράζομεν
s-79 νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα
s-80 τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους
s-81 ἀκούσας ταῦτα Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε
s-82 παῖ σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον
s-83 τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις
s-84 νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας
s-85 πομποὺς δὲ ἐγὼ ἅμα πέμψω
s-86 ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ
s-87 ταῦτα εἶπας Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον
s-88 νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι καὶ δεξάμενοι ὡς ἐπύθοντο μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο
s-89 δέ σφι ἔλεγε φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ’ ἡμαρτηκέναι πλεῖστον κατ’ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην
s-90 ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς
s-91 ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι
s-92 τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός
s-93 ἤιέ τε ταύτην αἰνέων διὰ παντός
s-94 ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα Κυνώ
s-95 οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι παῖς κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε
s-96 ἐνθεῦτεν μὲν φάτις αὕτη κεχώρηκε
s-97 Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο Ἅρπαγος δῶρα πέμπων τίσασθαι Ἀστυάγεα ἐπιθυμέων
s-98 ἀπ’ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα
s-99 Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος
s-100 πρὸ δ’ ἔτι τούτου τάδε οἱ κατέργαστο

Text viewDownload CoNNL-U