grc-proiel-dev
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | dev |
---|
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
παρὰ γὰρ τοῖσι Λυδοῖσι σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνόν ἐς αἰσχύνην μεγάλην φέρει τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος ἐώθεε γὰρ καὶ πρόσθε ὅκως ἡ βασίλεια καλέοι φοιτᾶν ὡς δὲ ὁ Γύγης ἀπίκετο ἔλεγε ἡ γυνὴ τάδε νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν ὁκοτέρην βούλεαι τραπέσθαι ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ ἀλλ’ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα
Download XML • Download text
• Sentence view • Dependency trees