Text view
Universal Dependencies - Ancient_Greek - Perseus
Language | Ancient_Greek |
---|
Project | Perseus |
---|
Corpus Part | test |
---|
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ̓ ἕωθεν τοὺς Ἴωνας ὅτι τρυφῇ προσεῖχον. οἱ δ̓ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν· παρὰ Συβαρίταις δ̓ εὑρέθησαν καὶ πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο. πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις. καὶ ἡ Πυθία ἔφη· εὖτ̓ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει. τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· ἐγένετ̓ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου·
Download XML • Download text
• Sentence view • Dependency trees