grc-proiel-test

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 62 - 72 < sentence 73 - 83 > sentence 84 - 94

εἶπαν πρὸς ταῦτα οἱ Μάγοι βασιλεῦ καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων ἐόντες ξεῖνοι σέο δ’ ἐνεστεῶτος βασιλέος ἐόντος πολιήτεω καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν πᾶν ἂν σοὶ προεφράζομεν νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους ἀκούσας ταῦτα Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέ οἱ τάδε παῖ σὲ γὰρ ἐγὼ δι’ ὄψιν ὀνείρου οὐ τελέην ἠδίκεον τῇ σεωυτοῦ δὲ μοίρῃ περίεις

Download XMLDownload textSentence viewDependency trees