s-1
| ἤκουσεν δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λαβὰν λεγόντων, εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκεν πᾶσαν τὴν δόξαν ταύτην. |
s-2
| καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λαβάν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. |
s-3
| εἶπεν δὲ κύριος πρὸς Ἰακώβ, ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σου. |
s-4
| ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσεν Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια, |
s-5
| καὶ εἶπεν αὐταῖς, ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστιν πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. |
s-6
| καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. |
s-7
| ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με. |
s-8
| ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· |
s-9
| καὶ ἀφείλατο ὁ θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά. |
s-10
| καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. |
s-11
| καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾿ ὕπνον Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστιν; |
s-12
| καὶ εἶπεν, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοί Λαβὰν ποιεῖ. |
s-13
| ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοί ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σου. |
s-14
| καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία εἶπαν αὐτῷ, μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; |
s-15
| οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν. |
s-16
| πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα εἴρηκέν σοί ὁ θεός, ποίει. |
s-17
| ἀναστὰς δὲ Ἰακὼβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους |
s-18
| καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν. |
s-19
| Λαβὰν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. |
s-20
| ἔκρυψεν δὲ Ἰακὼβ Λαβὰν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, |
s-21
| καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. |
s-22
| ἀνηγγέλη δὲ Λαβὰν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ, |
s-23
| καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ Γαλαάδ. |
s-24
| ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβὰν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. |
s-25
| καὶ κατέλαβεν Λαβὰν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβὰν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. |
s-26
| εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ, τί ἐποίησας; ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; |
s-27
| καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σὲ μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας. |
s-28
| οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας. |
s-29
| καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων, φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά. |
s-30
| νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί ἔκλεψας τοὺς θεούς μου; |
s-31
| ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπεν τῷ Λαβάν, εἶπα γάρ μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά· |
s-32
| ἐπίγνωθι, τί ἐστιν τῶν σῶν παρ᾿ ἐμοί, καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐθέν. καὶ εἶπεν αὐτῷ Ἰακώβ, παρ᾿ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. |
s-33
| εἰσελθὼν δὲ Λαβὰν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λείας ἠρεύνησεν τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. |
s-34
| Ῥαχὴλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς |
s-35
| καὶ εἶπεν τῷ πατρὶ αὐτῆς, μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβὰν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα. |
s-36
| ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λαβάν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπεν τῷ Λαβάν, τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου |
s-37
| καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. |
s-38
| ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σου· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· |
s-39
| θηριάλωτον οὐκ ἀνενήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· |
s-40
| ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. |
s-41
| ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοί δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν. |
s-42
| εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἄν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ θεὸς καὶ ἤλεγξέν σὲ ἐχθές. |
s-43
| ἀποκριθεὶς δὲ Λαβὰν εἶπεν τῷ Ἰακώβ, αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου. τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον; |
s-44
| νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σου. εἶπεν δὲ αὐτῷ, ἰδοὺ οὐθεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σου. |
s-45
| λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην. |
s-46
| εἶπεν δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ, συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λαβάν, ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σου σήμερον. |
s-47
| καὶ ἐκάλεσεν αὐτὸν Λαβὰν Βουνὸς τῆς μαρτυρίας, Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. |
s-48
| εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη αὕτη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σου, μαρτυρεῖ ὁ βουνὸς οὗτος καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Βουνὸς μαρτυρεῖ καί, ἡ ὅρασις, ἣν εἶπεν, ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σου, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου. |
s-49
| εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου, ὅρα οὐθεὶς μεθ᾿ ἡμῶν ἐστιν· |
s-50
| ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, |
s-51
| ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. |
s-52
| καὶ ἔθυσεν Ἰακὼβ θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. |
s-53
| καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν. καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ. |
s-54
| εἶπεν δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς, Παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί. |
s-55
| ἀπέστειλεν δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηὶρ εἰς χώραν Ἐδὼμ |
s-56
| καὶ ἐνετείλατο αὐτοῖς λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ, οὕτως λέγει ὁ παῖς σου Ἰακώβ, μετὰ Λαβὰν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν, |
s-57
| καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. |
s-58
| καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοί καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. |
s-59
| ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα καὶ ἠπορεῖτο. καὶ διεῖλεν τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς, |
s-60
| καὶ εἶπεν Ἰακώβ, ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι. |
s-61
| εἶπεν δὲ Ἰακώβ, ὁ θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ἰσαὰκ κύριε ὁ εἴπας μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σὲ ποιήσω, |
s-62
| ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς. |
s-63
| ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. |
s-64
| σὺ δὲ εἶπας, καλῶς εὖ σὲ ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. |
s-65
| καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ, |
s-66
| αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα. καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. |
s-67
| καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων, ἐάν σοί συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σὲ λέγων, τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; |
s-68
| ἐρεῖς, τοῦ παιδὸς σου Ἰακώβ· δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ἡσαῦ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. |
s-69
| καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν |
s-70
| καὶ ἐρεῖτε, ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ, ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου. |
s-71
| καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ. |
s-72
| ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβόκ· |
s-73
| καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ. |
s-74
| ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωί. |
s-75
| εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. |
s-76
| καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν, οὐ μή σὲ ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς, |
s-77
| εἶπεν δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστιν; ὁ δὲ εἶπεν Ἰακώβ. |
s-78
| εἶπεν δὲ αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. |
s-79
| ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ. |
s-80
| καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον, πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή. |
s-81
| ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ. |
s-82
| ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου καὶ ἐνάρκησεν. |
s-83
| ἀναβλέψας δὲ Ἰακὼβ εἶδεν καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ ἐπιδιεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥαχὴλ καὶ τὰς δύο παιδίσκας |
s-84
| καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ῥαχὴλ καὶ Ἰωσήφ ἐσχάτους. |
s-85
| αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ. |
s-86
| καὶ προσέδραμεν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι. |
s-87
| καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν, τί ταῦτά Σοὶ ἐστιν; ὁ δὲ εἶπεν, τὰ παιδία, οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου. |
s-88
| καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν, |
s-89
| καὶ προσήγγισεν Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν, καὶ μετὰ ταῦτα προσήγγισεν Ῥαχὴλ καὶ Ἰωσὴφ καὶ προσεκύνησαν. |
s-90
| καὶ εἶπεν, τί ταῦτά Σοὶ ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. |
s-91
| εἶπεν δὲ Ἡσαῦ, ἔστιν μοι πολλά, ἄδελφε· ἔστω σοί τὰ σά. |
s-92
| εἶπεν δὲ Ἰακώβ, εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με· |
s-93
| λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν. |
s-94
| καὶ εἶπεν, ἀπάραντες πορευσόμεθα ἐπ᾿ εὐθεῖαν. |
s-95
| εἶπεν δὲ αὐτῷ, ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. |
s-96
| προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηίρ. |
s-97
| εἶπεν δὲ Ἡσαῦ, καταλείψω μετὰ σου ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν, ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. |
s-98
| ἀπέστρεψεν δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηίρ. |
s-99
| καὶ Ἰακὼβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί. |
s-100
| καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως. |