Dependency Tree

Universal Dependencies - Ancient_Greek - PTNK

LanguageAncient_Greek
ProjectPTNK
Corpus Parttest

Select a sentence

Showing 101 - 200 of 410 • previousnext

s-101 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ, Ἁβραάμ, Ἁβραάμ. δὲ εἶπεν, ἰδοὺ ἐγώ.
s-102 καὶ εἶπεν, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
s-103 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
s-104 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει κύριος ὤφθη.
s-105 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
s-106 λέγων, κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
s-107 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
s-108 ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.
s-109 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες, ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὤξ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων καὶ τὸν Χασὰδ καὶ τὸν Ἀζαῦ καὶ τὸν Φαλδάς καὶ τὸν Ἰεδλὰφ καὶ τὸν Βαθουήλ·
s-110 καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
s-111 καὶ παλλακὴ αὐτοῦ, ὄνομα Ῥεήμα, ἔτεκεν καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Γαάμ καὶ τὸν Τοχὸς καὶ τὸν Μωχά.
s-112 ἐγένετο δὲ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
s-113 καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶν Χεβρὼν) ἐν γῇ Χαναάν. ἦλθεν δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
s-114 καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χὲτ λέγων
s-115 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
s-116 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες,
s-117 μή, κύριε· ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σου τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
s-118 ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χέτ,
s-119 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Ἁβραὰμ λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
s-120 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
s-121 Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων,
s-122 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοί δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
s-123 καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
s-124 καὶ εἶπεν τῷ Ἐφρὼν εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς, ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
s-125 ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἁβραὰμ λέγων,
s-126 οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σου τί ἄν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.
s-127 καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
s-128 καὶ ἔστη ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρῆ, ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ἦν ἐν τῷ ἀγρῷ, ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, τῷ Ἁβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
s-129 μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶν Χεβρὼν) ἐν τῇ γῇ Χαναάν.
s-130 καὶ ἐκυρώθη ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
s-131 καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Ἁβραὰμ κατὰ πάντα.
s-132 καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
s-133 καὶ ἐξορκιῶ σὲ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
s-134 ἀλλὰ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
s-135 εἶπεν δὲ πρὸς αὐτὸν παῖς, μήποτε οὐ βούλεται γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
s-136 εἶπεν δὲ πρὸς αὐτόν, Ἁβραὰμ πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
s-137 κύριος θεὸς τοῦ οὐρανοῦ καὶ θεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγενήθην, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων, σοί δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
s-138 ἐὰν δὲ μὴ θέλῃ γυνὴ πορευθῆναι μετὰ σου εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
s-139 καὶ ἔθηκεν παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου,
s-140 καὶ ἔλαβεν παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
s-141 καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
s-142 καὶ εἶπεν κύριε θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
s-143 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
s-144 καὶ ἔσται παρθένος, ἄν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἄν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
s-145 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τεχθεῖσα Βαθουὴλ υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχὼρ ἀδελφοῦ δὲ Ἁβραὰμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
s-146 δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη.
s-147 ἐπέδραμεν δὲ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
s-148 δὲ εἶπεν, πίε, κύριε. καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν,
s-149 ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἄν πᾶσαι πίωσιν.
s-150 καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
s-151 δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ οὔ.
s-152 ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
s-153 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν, θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;
s-154 καὶ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουὴλ εἰμὶ ἐγὼ τοῦ Μελχάς, ὃν ἔτεκεν τῷ Ναχώρ.
s-155 καὶ εἶπεν αὐτῷ, καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
s-156 καὶ εὐδοκήσας ἄνθρωπος προσεκύνησεν κυρίῳ
s-157 καὶ εἶπεν, εὐλογητὸς κύριος θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
s-158 καὶ δραμοῦσα παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
s-159 τῇ δὲ Ῥεβέκκα ἀδελφὸς ἦν, ὄνομα Λαβάν· καὶ ἔδραμεν Λαβὰν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
s-160 καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης, οὕτως λελάληκέν μοι ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
s-161 καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
s-162 εἰσῆλθεν δὲ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσίν αὐτοῦ καὶ τοῖς ποσίν τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
s-163 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν, οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν λάλησον.
s-164 καὶ εἶπεν, παῖς Ἁβραὰμ ἐγώ εἰμι.
s-165 κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
s-166 καὶ ἔτεκεν Σάρρα γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
s-167 καὶ ὥρκισέν με κύριός μου λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
s-168 ἀλλ᾿ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
s-169 εἶπα δὲ τῷ κυρίῳ μου, μήποτε οὐ πορεύσεται γυνὴ μετ᾿ ἐμοῦ.
s-170 καὶ εἶπέν μοι κύριος, εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σου καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
s-171 τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοί δῶσιν, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
s-172 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, κύριε θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν νῦν ἐγὼ πορεύομαι ἐπ᾿ αὐτήν,
s-173 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ, καὶ ἔσται παρθένος, ἄν ἐγὼ εἴπω, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,
s-174 καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
s-175 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ, πότισόν με.
s-176 καὶ σπεύσασα καθεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπεν, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.
s-177 καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα, τίνος εἶ θυγάτηρ δὲ ἔφη θυγάτηρ; Βαθουὴλ εἰμὶ τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς·
s-178 καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
s-179 εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατε μοι, εἰ δὲ μή, ἀπαγγείλατε μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν εἰς ἀριστεράν.
s-180 ἀποκριθεὶς δὲ Λαβὰν καὶ Βαθουὴλ εἶπαν, παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοί ἀντειπεῖν κακὸν καλῷ.
s-181 ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε, καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησεν κύριος.
s-182 ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν Ἁβραὰμ τῶν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.
s-183 καὶ ἐξενέγκας παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ῥεβέκκα καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
s-184 καὶ ἔφαγον καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωῒ εἶπεν, ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
s-185 εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ μήτηρ, μεινάτω παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταῦτα ἀπελεύσεται.
s-186 δὲ εἶπεν πρὸς αὐτούς, μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
s-187 οἱ δὲ εἶπαν, καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
s-188 καὶ ἐκάλεσαν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ, πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; δὲ εἶπεν, πορεύσομαι.
s-189 καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
s-190 καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
s-191 ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
s-192 Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
s-193 καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν καμήλους ἐρχομένας.
s-194 καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
s-195 καὶ εἶπεν τῷ παιδί, τίς ἐστιν ἄνθρωπος ἐκεῖνος πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ παῖς, οὗτός ἐστιν κύριός μου. δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
s-196 καὶ διηγήσατο παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἐποίησεν.
s-197 εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
s-198 προσθέμενος δὲ Ἁβραὰμ ἔλαβεν γυναῖκα, ὄνομα Χεττούρα.
s-199 ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμράν καὶ τὸν Ἰεξάν, καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβόκ καὶ τὸν Σωύε.
s-200 Ἰεξὰν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδὰν υἱοὶ δὲ Δαιδάν· ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεήλ καὶ Ἀσσουριίμ καὶ Λατουσιίμ καὶ Λοωμίμ. υἱοὶ δὲ Μαδιάμ· Γαιφὰ καὶ Ἀφέρ καὶ Ἐνὼχ καὶ Ἀβιρά καὶ Ἐλραγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.

Text viewDownload CoNNL-U