Dependency Tree

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttrain

Select a sentence

Showing 1 - 100 of 15016 • previousnext

s-1 Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα τε καὶ θωμαστά τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα ἀκλεᾶ γένηται τά τε ἄλλα καὶ δι’ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι
s-2 Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς
s-3 τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος
s-4 τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ
s-5 ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον
s-6 πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπ’ ἧς ἀπίκοντο ἐξεμπολημένων σφι σχεδόν πάντων ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα
s-7 τὸ δέ οἱ οὔνομα εἶναι κατὰ τὸ αὐτὸ τὸ καὶ Ἕλληνές λέγουσι Ἰοῦν τὴν Ἰνάχου
s-8 ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα
s-9 καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπ’ αὐτάς
s-10 τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι
s-11 ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ’ Αἰγύπτου
s-12 οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι οὐκ ὡς Ἕλληνές καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι
s-13 μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς οὐ γὰρ ἔχουσι τὸ ὄνομα ἀπηγήσασθαι φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην
s-14 εἴησαν δ’ ἄν οὗτοι Κρῆτες
s-15 ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι
s-16 καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν ἐνθεῦτεν διαπρηξαμένους καὶ τὰ ἄλλα τῶν εἵνεκεν ἀπίκατο ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην
s-17 πέμψαντά δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα
s-18 τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς
s-19 οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι
s-20 δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου ἀκηκοότα ταῦτα ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος δι’ ἁρπαγῆς γενέσθαι γυναῖκα ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας
s-21 οὐδὲ γὰρ ἐκείνους διδόναι
s-22 οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν
s-23 τοὺς δέ προϊσχομένων ταῦτα προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρ’ ἄλλων δίκας γίνεσθαι
s-24 μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρ’ ἀλλήλων τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι
s-25 προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην σφέας ἐς τὴν Εὐρώπην
s-26 τὸ μέν νυν ἁρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων νομίζειν ἔργον εἶναι τὸ δὲ ἁρπασθεισέων σπουδήν ποιήσασθαι τιμωρέειν ἀνοήτων τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων
s-27 δῆλα γὰρ δὴ ὅτι εἰ μὴ αὐταὶ ἐβούλοντο οὐκ ἂν ἡρπάζοντο
s-28 σφέας μὲν δὴ τοὺς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν
s-29 ἀπὸ τούτου αἰεὶ ἡγήσασθαι τὸ Ἑλληνικὸν σφίσι εἶναι πολέμιον
s-30 τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα οἰκηιεῦνται οἱ Πέρσαι
s-31 τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικόν ἥγηνται κεχωρίσθαι
s-32 οὕτω μὲν Πέρσαι λέγουσι γενέσθαι καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχήν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας
s-33 περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες
s-34 οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτήν ἐς Αἴγυπτον ἀλλ’ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νέος
s-35 ἐπεὶ δ’ ἔμαθε ἔγκυος ἐοῦσα αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντήν αὐτήν τοῖσι Φοίνιξι συνεκπλῶσαι ὡς ἂν μὴ κατάδηλος γένηται
s-36 ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι
s-37 ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἄλλως κως ταῦτα ἐγένετο
s-38 τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών
s-39 τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε
s-40 τὰ δὲ ἐπ’ ἐμεῦ ἦν μεγάλα πρότερον ἦν σμικρά
s-41 τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τῷ αὐτῷ μένουσαν ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως
s-42 Κροῖσος ἦν Λυδὸς μὲν γένος παῖς δὲ Ἀλυάττεω τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον
s-43 οὗτος Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν
s-44 τοὺς δὲ φίλους προσεποιήσατο
s-45 κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ
s-46 φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους
s-47 πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι
s-48 τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγένετο τῶν πολίων ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή
s-49 δὲ ἡγεμονίη οὕτω περιῆλθε ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου καλεομένους δὲ Μερμνάδας
s-50 ἦν Κανδαύλης τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι τύραννος Σαρδίων ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος
s-51 Ἄγρων μὲν γὰρ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων Κανδαύλης δὲ Μύρσου ὕστατος
s-52 οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοὶ Λυδοῦ τοῦ Ἄτυος ἀπ’ ὅτευ δῆμος Λύδιος ἐκλήθη πᾶς οὗτος πρότερον Μηίων καλεόμενος
s-53 παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν μέχρι Κανδαύλεω τοῦ Μύρσου
s-54 οὗτος δὴ ὦν Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός
s-55 ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην
s-56 ὥστε δὲ ταῦτα νομίζων ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης Δασκύλου ἀρεσκόμενος μάλιστα τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων
s-57 χρόνου δὲ οὐ πολλοῦ διελθόντος χρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶς ἔλεγε πρὸς τὸν Γύγην τοιάδε
s-58 Γύγη οὐ γὰρ σε δοκέω πείθεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός
s-59 ὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν
s-60 ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν
s-61 δ’ ἀμβώσας εἶπε
s-62 δέσποτα τίνα λέγεις λόγον οὐκ ὑγιέα κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν
s-63 ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή
s-64 πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται ἐκ τῶν μανθάνειν δεῖ
s-65 ἐν τοῖσι ἓν τόδε ἐστί σκοπέειν τινὰ τὰ ἑωυτοῦ
s-66 ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην καὶ σέο δέομαι μὴ δέεσθαι ἀνόμων
s-67 μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν
s-68 δ’ ἀμείβετο τοῖσιδε
s-69 θάρσεε Γύγη καὶ μὴ φοβεῦ μήτε ἐμέ ὡς σέο πειρώμενος λέγω λόγον τόνδε μήτε γυναῖκα τὴν ἐμήν μὴ τὶ τοι ἐξ αὐτῆς γένηται βλάβος
s-70 ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ
s-71 ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω
s-72 μετὰ δ’ ἐμὲ ἐσελθόντα παρέσται καὶ γυνὴ ἐμὴ ἐς κοῖτον
s-73 κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος
s-74 ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ’ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι
s-75 ἐπεὰν δέ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνήν κατὰ νώτου τε αὐτῆς γένῃ σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων
s-76 αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον
s-77 ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου
s-78 μετὰ δὲ ἡμέρῃ τρίτῃ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια
s-79 θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν εἴρετο Κροῖσος τάδε
s-80 ξεῖνε Ἀθηναῖε παρ’ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας
s-81 νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον
s-82 μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα
s-83 Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
s-84 βασιλεῦ Τέλλον Ἀθηναῖον
s-85 ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως
s-86 κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον
s-87 δὲ εἶπε
s-88 Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε καὶ ἀγαθοί καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα
s-89 τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι ὡς τὰ παρ’ ἡμῖν τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο
s-90 γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα
s-91 καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως
s-92 ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία ἐπειρώτα τίνα δεύτερον μετ’ ἐκεῖνον ἴδοι δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι
s-93 δ’ εἶπε
s-94 Κλέοβίν τε καὶ Βίτωνα
s-95 τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε
s-96 ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν καὶ δὴ καὶ λέγεται ὅδε λόγος
s-97 ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρόν
s-98 οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ
s-99 ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν
s-100 ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο μήτηρ

Text viewDownload CoNNL-U