Dependency Tree

Universal Dependencies - Ancient_Greek - Perseus

LanguageAncient_Greek
ProjectPerseus
Corpus Parttest

Select a sentence

Showing 201 - 300 of 1306 • previousnext

s-201 ἅπασι γάρ εἰσι χαλεποί·
s-202 καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν·
s-203 ἀφ̓ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.
s-204 ὧν ἡγεῖτο μὲν Ἀδαῖος Ἀλεκτρυὼν ἐπικαλούμενος·
s-205 περὶ οὗ καὶ Ἡρακλείδης τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως·
s-206 Αλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν·
s-207 οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
s-208 ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν Χάρης Ἀθηναίων τόθ̓·
s-209 ὡς γενναῖος ἦν.
s-210 τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.
s-211 Ἰδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους·
s-212 καίτοι πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς·
s-213 ὥστε οὐδ̓ ἐν τοῖς χωρίοις οὐδ̓ ἐν τοῖς κήποις φύλακας ἐφίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ, ἀλλ̓ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη·
s-214 ὅπερ ὕστερον ἐποίησε καὶ κίμων μιμησάμενος ἐκεῖνον.
s-215 περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν Θεόπομπός φησι·
s-216 Κίμων Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις.
s-217 ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι·
s-218 ἐθεράπευεν δὲ καὶ τοὺς καθ̓ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ̓ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος.
s-219 καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν.
s-220 ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.
s-221 Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ̓ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ̓ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε.
s-222 Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ̓ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν.
s-223 Πόσσις δ̓ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι.
s-224 καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις·
s-225 νῦν δ̓ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα, πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ γυναιξὶν αὕτως
s-226 κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἀπ̓ αὐτοῦ Ἀλκιβιάδες καλεῖται.
s-227 ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν.
s-228 διὸ καὶ Ἀντισθένης Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ εὐπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ̓ ἡλικίας πάσης γενέσθαι φησίν.
s-229 σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ̓ ἡμέραν δίαιταν.
s-230 ἀφικόμενος δ̓ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφὴν·
s-231 καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν·
s-232 ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ̓ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος.
s-233 εἶθ̓ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο.
s-234 ἔχων γὰρ ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.
s-235 Λυσίας δὲ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησὶν·
s-236 ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη.
s-237 ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα·
s-238 Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω.
s-239 τί ληρεῖς;
s-240 οὐκ οἴκαδ̓ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
s-241 καὶ Φερεκράτης δέ φησιν·
s-242 οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
s-243 στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
s-244 δὲ τριήρης ἐφ̓ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις·
s-245 διὸ καὶ χαριέντως εἶπέν τις·
s-246 Δοῦρις δ̓ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν Παυσανίας μὲν, φησίν, τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν.
s-247 Ἀλέξανδρος δ̓ ὡς τῆς Ἀσίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς.
s-248 Δημήτριος δὲ πάντας ὑπερέβαλεν·
s-249 τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχεν κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος·
s-250 ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας·
s-251 τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται.
s-252 αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχον καὶ τὰ δώδεκα ζῴδια.
s-253 γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.
s-254 μνᾶμ̓ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ̓ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
s-255 ἐτρύφησεν δὲ καὶ Φάραξ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ ἱστορεῖ·
s-256 καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός·
s-257 κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα.
s-258 Φύλαρχος δὲ ἐν τῇ ι τῶν Ἱστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι Ἰσάνθην, τρυφῇ πάντας τοὺς καθ̓ ἑαυτὸν ὑπερβαλλόμενον.
s-259 ἦν δὲ καὶ πλούσιος καὶ καλός.
s-260 κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὣς ποτ̓ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν·
s-261 περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες·
s-262 ἀλλ̓ ἐπεὶ καινῶς Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι.
s-263 ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων,.
s-264 ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας.
s-265 τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων Διόμνηστος τὸ χρυσίον.
s-266 ἐπεὶ δὲ πάλιν τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν.
s-267 ὥστε Ἱππόνικος ἀπ̓ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν̓ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι.
s-268 καὶ ἔδοσαν Ἀθηναῖοι·
s-269 νουθετηθεὶς δ̓ ὑπὸ τῶν φίλων μετενόησεν.
s-270 τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν;
s-271 περὶ δὲ τῆς Ἀλεξάνδρου τοῦ πάνυ τρυφῆς Ἔφιππος μὲν Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσω ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ̓ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων.
s-272 Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς Ἀλέξανδρος ἐπεισόδιόν τι μνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν.
s-273 ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον.
s-274 ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα·
s-275 εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας.
s-276 ἀφόρητος γὰρ ἦν καὶ φονικός.
s-277 ἐδόκει γὰρ εἶναι μελαγχολικός.
s-278 ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας.
s-279 ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν Ἔφιππος, κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα.
s-280 Χάρης δ̓ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ.
s-281 ἦν δὲ οἶκος ἑκατοντάκλινος, ἐν ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ·
s-282 δὲ αὐτοῦ χρυσόπους ἦν.
s-283 τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι.
s-284 περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους.
s-285 τῆς δ̓ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες.
s-286 μεθ̓ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος.
s-287 παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος·
s-288 ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε Ταραντῖνος καὶ Ἀριστοκράτης Θηβαῖος.
s-289 αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός·
s-290 καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ̓ οἷς καὶ ἥσθη Ἀλέξανδρος.
s-291 ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων,.
s-292 παρῆν δὲ καὶ Φασίμηλος ψάλτης.
s-293 οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.
s-294 Κλέαρχος δ̓ ἐν τοῖς περὶ Βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησὶν·
s-295 Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.
s-296 Κλεῖτος δ̓ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο.
s-297 Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ̓ αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο·
s-298 ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν.
s-299 Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν.
s-300 ἦν γὰρ αὐτοῦ σκηνὴ κλινῶν , χρυσοῖ δὲ κίονες ν̓ κατεῖχον αὐτήν.

Text viewDownload CoNNL-U