Sentence view
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | dev |
---|
showing 1 - 100 of 1019 • next
ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν ἦν ἕτοιμος
s-1
64428
ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν ἦν ἕτοιμος
ὁ δὲ Κανδαύλης ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα
s-2
64429
ὁ δὲ Κανδαύλης ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα
καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή
s-3
64430
καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή
ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης
s-4
64431
ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης
ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικός ἐς τὴν κοίτην ὑπεκδὺς ἐχώρεε ἔξω καὶ ἡ γυνὴ ἐπορᾷ μιν ἐξιόντα
s-5
64432

μαθοῦσὰ δὲ τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν ἐν νοῶ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα
s-6
64433

παρὰ γὰρ τοῖσι Λυδοῖσι σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνόν ἐς αἰσχύνην μεγάλην φέρει
s-7
64434

τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε
s-8
64435
τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε
ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα
s-9
64436

ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος
s-10
64437
ὁ δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος
ἐώθεε γὰρ καὶ πρόσθε ὅκως ἡ βασίλεια καλέοι φοιτᾶν
s-11
64438
ἐώθεε γὰρ καὶ πρόσθε ὅκως ἡ βασίλεια καλέοι φοιτᾶν
ὡς δὲ ὁ Γύγης ἀπίκετο ἔλεγε ἡ γυνὴ τάδε
s-12
64439
ὡς δὲ ὁ Γύγης ἀπίκετο ἔλεγε ἡ γυνὴ τάδε
νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν
s-13
64440
νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν
ὁκοτέρην βούλεαι τραπέσθαι
s-14
75001
ὁκοτέρην βούλεαι τραπέσθαι
ἢ γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν ἢ αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ
s-15
64441

ἀλλ’ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι ἢ σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα
s-16
64442

ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα
s-17
64443
ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα
μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν
s-18
75039
μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν
οὔκων δὴ ἔπειθε ἀλλ’ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπ’ ἄλλων ἀπόλλυσθαι
s-19
64444

αἱρέεται αὐτὸς περιεῖναι
s-20
64445
αἱρέεται αὐτὸς περιεῖναι
ἐπειρώτα δὴ λέγων τάδε
s-21
64446
ἐπειρώτα δὴ λέγων τάδε
ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ
s-22
64447

ἣ δὲ ὑπολαβοῦσα ἔφη
s-23
64448
ἣ δὲ ὑπολαβοῦσα ἔφη
ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν
s-24
75014
ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμέ ἐπεδέξατο γυμνήν
ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται
s-25
75042
ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται
ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλήν νυκτὸς γενομένης οὐ γὰρ ἐμετίετο ὁ Γύγης οὐδέ οἱ ἦν ἀπαλλαγὴ οὐδεμία ἀλλ’ ἔδεε ἤ αὐτὸν ἀπολωλέναι ἢ Κανδαύλεα εἵπετο ἐς τὸν θάλαμον τῇ γυναικί καί μιν ἐκείνη ἐγχειρίδιον δοῦσα κατακρύπτει ὑπὸ τὴν αὐτὴν θύρην
s-26
64449

καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαύλεω ὑπεκδύς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιληίην Γύγης τοῦ καὶ Ἀρχίλοχος ὁ Πάριος κατὰ τὸν αὐτὸν χρόνον γενόμενος ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη
s-27
64450

ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου
s-28
64451
ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου
ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινόν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν συνέβησαν ἐς τὸ αὐτὸ οἳ τε τοῦ Γύγεω στασιῶται καί οἱ λοιποὶ Λυδοί ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν τόν δὲ βασιλεύειν ἤν δὲ μή ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν
s-29
64452

ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης
s-30
64453
ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης
τοσόνδε μέντοι εἶπε ἡ Πυθίη ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω
s-31
64454
τοσόνδε μέντοι εἶπε ἡ Πυθίη ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω
τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο πρὶν δὴ ἐπετελέσθη
s-32
64455
τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο πρὶν δὴ ἐπετελέσθη
τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι
s-33
64456
τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι
Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα ἀλλ’ ὅσα μὲν ἀργύρου ἀναθήματα ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι
s-34
75046

πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί
s-35
75047

κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται
s-36
75049
κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται
ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ σταθμὸν ἔχοντες τριήκοντα τάλαντα
s-37
64457
ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ σταθμὸν ἔχοντες τριήκοντα τάλαντα
ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ ὁ θησαυρός ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος
s-38
64458

οὗτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα
s-39
64459

ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε ἐόντα ἀξιοθέητον
s-40
64460
ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε ἐόντα ἀξιοθέητον
κεῖται δὲ ὁ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες
s-41
64461
κεῖται δὲ ὁ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες
ὁ δὲ χρυσός οὗτος καὶ ὁ ἄργυρος τὸν ὁ Γύγης ἀνέθηκε ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην
s-42
64462

ἐσέβαλε μέν νυν στρατιὴν καὶ οὗτος ἐπείτε ἦρξε ἔς τε Μίλητον καὶ ἐς Σμύρνην καὶ Κολοφῶνος τὸ ἄστυ εἷλε
s-43
64463

ἀλλ’ οὐδὲν γὰρ μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα
s-44
64464

τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες
s-45
75074
τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες
Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι
s-46
81349
Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι
οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον
s-47
81350

Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης ὁ Ἄρδυος καὶ ἐβασίλευσε ἔτεα δυώδεκα Σαδυάττεω δὲ Ἀλυάττης
s-48
64466

οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε ἐς Κλαζομενάς τε ἐσέβαλε
s-49
64467

ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε ἀλλὰ προσπταίσας μεγάλως
s-50
64468
ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε ἀλλὰ προσπταίσας μεγάλως
ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε
s-51
64469
ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε
ἐπολέμησε Μιλησίοισι παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός
s-52
64470
ἐπολέμησε Μιλησίοισι παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός
ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε
s-53
64471
ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε
ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν
s-54
64472
ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν
ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου
s-55
64473
ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου
ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα
s-56
64474

ἔα δὲ κατὰ χώρην ἑστάναι
s-57
75463
ἔα δὲ κατὰ χώρην ἑστάναι
ὁ δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε ἀπαλλάσσετο ὀπίσω
s-58
64475
ὁ δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε ἀπαλλάσσετο ὀπίσω
τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ
s-59
64476
τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ
τὰς δὲ οἰκίας οὐ κατέβαλλε ὁ Λυδὸς τῶνδε εἵνεκα ὅκως ἔχοιεν ἐνθεῦτεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων
s-60
64477

ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ
s-61
64478

τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε ὁ καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν
s-62
64479

Σαδυάττης οὗτος γὰρ καὶ ὁ τὸν πόλεμον ἦν συνάψας
s-63
64480
Σαδυάττης οὗτος γὰρ καὶ ὁ τὸν πόλεμον ἦν συνάψας
τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης ὁ Σαδυάττεω ἐπολέμεε ὃς παραδεξάμενος ὡς καὶ πρότερον μοι δεδήλωται παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως
s-64
64481

τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι
s-65
64482
τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι
οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον
s-66
64483
οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον
καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν
s-67
64484
καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν
τῷ δὲ δυωδεκάτῳ ἔτεϊ ληίου ἐμπιπραμένου ὑπὸ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα
s-68
64485

ὡς ἅφθη τάχιστα τὸ λήιον ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης
s-69
64486
ὡς ἅφθη τάχιστα τὸ λήιον ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης
ἁφθεὶς δὲ ὁ νηὸς κατεκαύθη
s-70
75575
ἁφθεὶς δὲ ὁ νηὸς κατεκαύθη
καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο
s-71
64487
καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο
μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε ὁ Ἀλυάττης
s-72
75539
μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε ὁ Ἀλυάττης
μακροτέρης δέ οἱ γινομένης τῆς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους
s-73
64488
μακροτέρης δέ οἱ γινομένης τῆς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους
εἴτε δὴ συμβουλεύσαντός τευ εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τῆς νούσου
s-74
75569

τοῖσι δὲ ἡ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἔφη χρήσειν πρὶν ἢ τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι τὸν ἐνέπρησαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ
s-75
64489

ταῦτα εἶπε καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος τὸν ἠπίστατο νομάς τε ἐπιτηδεοτάτας νέμοντα καὶ ὄρεα θηριωδέστατα
s-76
65156

τῷ οὔνομα ἦν Μιτραδάτης
s-77
65157
τῷ οὔνομα ἦν Μιτραδάτης
συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ
s-78
75621
συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ
οὔνομα δὲ τῇ γυναικὶ ἦν τῇ συνοίκεε Κυνὼ κατὰ τὴν Ἑλλήνων γλῶσσαν κατὰ δὲ τὴν Μηδικὴν Σπακώ
s-79
75622

τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι
s-80
65158
τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι
αἱ δὲ ὑπώρεαί εἰσὶ τῶν ὀρέων ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βουκόλος πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου
s-81
65159

ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χώρη πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής ἡ δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος
s-82
65160

ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο ἔλεγε ὁ Ἅρπαγος τάδε
s-83
65161
ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο ἔλεγε ὁ Ἅρπαγος τάδε
κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων ὅκως ἂν τάχιστα διαφθαρείη
s-84
65162

καὶ τάδε τοὶ ἐκέλευσε εἰπεῖν ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι
s-85
65163

ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ
s-86
65164
ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ
ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν
s-87
65165

τῷ δ’ ἄρα καὶ αὐτῷ ἡ γυνή ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν
s-88
65166

ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι ὃ μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων ἡ δὲ γυνὴ ὅ τι οὐκ ἐωθὼς ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα
s-89
65167

ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο
s-90
65168

ὤ γύναι εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους
s-92
75635

οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο
s-93
65170
οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο
ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω
s-94
75636
ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω
ὡς δὲ τάχιστα ἐσῆλθον ὁρέω παιδίον προκείμενον ἀσπαῖρόν τε καὶ κραυγανόμενον κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ
s-95
65171

Ἅρπαγος δὲ ὡς εἶδέ με ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὀρέων φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι πόλλ’ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι
s-96
65172

καὶ ἐγὼ ἀναλαβὼν ἔφερον δοκέων τῶν τινος οἰκετέων εἶναι
s-97
65173
καὶ ἐγὼ ἀναλαβὼν ἔφερον δοκέων τῶν τινος οἰκετέων εἶναι
οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν
s-98
65174
οὐ γὰρ ἂν κοτὲ κατέδοξα ἔνθεν γε ἦν
ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον πρὸς δὲ καὶ κλαυθμὸν κατεστεῶτα ἐμφανέα ἐν Ἁρπάγου
s-99
65175

καὶ πρόκατε δὴ κατ’ ὁδὸν πυνθάνομαι τὸν πάντα λόγον θεράποντος ὃς ἐμὲ προπέμπων ἔξω πόλιος ἐνεχείρισε τὸ βρέφος ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι
s-100
65176

Edit as list • Text view • Dependency trees