Text view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δ̓ ἀπ̓ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν· ἡ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτριον· δενδρῶτις ὥρα δ̓ ἐκ νοτίζοντος γάμου τέλειος ἐστί. ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ Ἀφροδίτη φησίν· ὅσοι τε Πόντου τερμόνων τ̓ Ἀτλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ̓ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

Download XML • Download text • Sentence view • Dependency trees