s-202
| πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι ἔργοισι |
s-203
| πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει |
s-204
| ἀμείβεται ὁ Ἄδρηστος |
s-205
| ὦ βασιλεῦ ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε |
s-206
| οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι οὔτε τὸ βούλεσθαι πάρα πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν |
s-207
| νῦν δέ ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοί χαρίζεσθαι ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι ποιέειν εἰμὶ ἕτοιμος ταῦτα |
s-208
| παῖδα τε σόν τὸν διακελεύεαι φυλάσσειν ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν |
s-209
| τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί |
s-210
| ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον |
s-211
| εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον |
s-212
| ἔνθα δὴ ὁ ξεῖνος οὗτος δὴ ὁ καθαρθεὶς τὸν φόνον καλεόμενος δὲ Ἄδρηστος ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει |
s-213
| τυγχάνει δὲ τοῦ Κροίσου παιδός |
s-214
| ὃ μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην |
s-215
| ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός |
s-216
| ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τὴν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ |
s-217
| ὁ δὲ Κροῖσος τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος μᾶλλον τι ἐδεινολογέετο ὅτι μιν ἀπέκτεινε τὸν αὐτὸς φόνου ἐκάθηρε |
s-218
| περιημεκτέων δὲ τῇ συμφορῇ δεινῶς ἐκάλεε μὲν Δία καθάρσιον μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνου πεπονθὼς εἴη ἐκάλεε δὲ ἐπίστιόν τε καὶ ἑταιρήιον τὸν αὐτὸν τοῦτον ὀνομάζων θεόν τὸν μὲν ἐπίστιον καλέων διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον φονέα τοῦ παιδὸς ἐλάνθανε βόσκων τὸν δὲ ἑταιρήιον ὡς φύλακα συμπέμψας αὐτὸν εὑρήκοι πολεμιώτατον |
s-219
| στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑωυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορήν καὶ ὡς ἐπ’ ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη οὐδέ οἱ εἴη βιώσιμον |
s-220
| Κροῖσος δὲ τούτων ἀκούσας τόν τε Ἄδρηστον κατοικτείρει καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ καὶ λέγει πρὸς αὐτόν |
s-221
| ἔχω ὦ ξεῖνε παρὰ σεῦ πᾶσαν τὴν δίκην ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον |
s-222
| εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο ἀλλὰ θεῶν κού τις ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι |
s-223
| Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἑωυτοῦ παῖδα |
s-224
| Ἄδρηστος δὲ ὁ Γορδίεω τοῦ Μίδεω οὗτος δὴ ὁ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος φονεὺς δὲ τοῦ καθήραντος ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν |
s-225
| Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος |
s-226
| μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε |
s-227
| ἐνέβησε δὲ ἐς φροντίδα εἴ κως δύναιτο πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν |
s-228
| μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντηίων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ διαπέμψας ἄλλους ἄλλῃ τοὺς μὲν ἐς Δελφοὺς ἰέναι τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων τοὺς δὲ ἐς Δωδώνην |
s-229
| οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας |
s-230
| ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος |
s-231
| Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους |
s-232
| ἅσσα δ’ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ συγγραψαμένους ἀναφέρειν παρ’ ἑωυτόν |
s-233
| ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε οὐ λέγεται πρὸς οὐδαμῶν |
s-234
| ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε |
s-235
| οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω |
s-236
| ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν |
s-237
| ᾗ χαλκὸς μὲν ὑπέστρωται |
s-238
| χαλκὸν δ’ ἐπιέσται |
s-239
| ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις |
s-240
| ὁ δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε |
s-241
| ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε |
s-242
| ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ χάλκεον ἐπίθημα ἐπιθείς |
s-243
| τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ Κροίσῳ ἐχρήσθη |
s-244
| μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο |
s-245
| Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ ὅ τι ἔχοι ἕκαστος |
s-246
| ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ σταθμὸν διτάλαντα |
s-247
| ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα |
s-248
| οὗτος ὁ λέων ἐπείτε κατεκαίετο ὁ ἐν Δελφοῖσι νηός κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ἐπὶ γὰρ τούτοισι ἵδρυτο καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον |
s-249
| ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον |
s-250
| ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς καὶ τάδε ἄλλα ἅμα τοῖσι κρητῆρας δύο μεγάθεϊ μεγάλους χρύσεον καὶ ἀργύρεον τῶν ὁ μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν ὁ δὲ ἀργύρεος ἐπ’ ἀριστερά |
s-251
| μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης χωρέων ἀμφορέας ἑξακοσίους |
s-252
| ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι |
s-253
| φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι καὶ ἐγὼ δοκέω |
s-254
| οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι |
s-255
| καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι καὶ περιρραντήρια δύο ἀνέθηκε χρύσεόν τε καὶ ἀργύρεον τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα οὐκ ὀρθῶς λέγοντες |
s-256
| ἔστι γὰρ καὶ τοῦτο Κροίσου |
s-257
| ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι |
s-258
| ἀλλ’ ὁ μὲν παῖς δι’ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ Λακεδαιμονίων ἐστί οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον |
s-259
| ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος καὶ χεύματα ἀργύρεα κυκλοτερέα καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι |
s-260
| πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε ὁ Κροῖσος καὶ τὰς ζώνας |
s-261
| ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε |
s-262
| τῷ δὲ Ἀμφιάρεῳ πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον |
s-263
| τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῷ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος |
s-264
| τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον |
s-265
| ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες |
s-266
| Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον |
s-267
| οἳ μὲν ταῦτα ἐπειρώτων |
s-268
| τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὸ αὐτὸ αἱ γνῶμαι συνέδραμον προλέγουσαι Κροίσῳ ἢν στρατεύηται ἐπὶ Πέρσας μεγάλην ἀρχὴν μιν καταλύσειν |
s-269
| τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι |
s-270
| ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος ὑπερήσθη τε τοῖσι χρηστηρίοισι πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται πυθόμενος αὐτῶν τὸ πλῆθος κατ’ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ |
s-271
| Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον |
s-272
| δωρησάμενος δὲ τοὺς Δελφοὺς ὁ Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον |
s-273
| ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην ἐνεφορέετο αὐτοῦ |
s-274
| ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος εἴ οἱ πολυχρόνιος ἔσται ἡ μουναρχίη |
s-275
| ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε |
s-276
| ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται καὶ τότε Λυδὲ ποδαβρέ πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακός εἶναι |
s-277
| τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ’ ἀνδρὸς βασιλεύσειν Μήδων οὐδ’ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς |
s-278
| μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους |
s-279
| ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ |
s-280
| ταῦτα γὰρ ἦν τὰ προκεκριμένα ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος |
s-281
| καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε |
s-282
| τὸ δὲ πολυπλάνητον κάρτα |
s-283
| ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην καλεομένην δὲ Ἱστιαιῶτιν |
s-284
| ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον |
s-285
| ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη |
s-286
| ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί οὐκ ἔχω ἀτρεκέως εἰπεῖν |
s-287
| εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων οἳ ὅμουροι κοτὲ ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι οἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντων ἐν Ἑλλησπόντῳ οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες |
s-288
| εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ μεταβολῇ τῇ ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε |
s-289
| καὶ γὰρ δὴ οὔτε οἱ Κρηστωνιῆται οὐδαμοῖσι τῶν νῦν σφέας περιοικεόντων εἰσὶ ὁμόγλωσσοι οὔτε οἱ Πλακιηνοί σφίσι δὲ ὁμόγλωσσοι |
s-290
| δηλοῦσί τε ὅτι τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία τοῦτον ἔχουσι ἐν φυλακῇ |
s-291
| τὸ δὲ Ἑλληνικὸν γλώσσῃ μὲν ἐπείτε ἐγένετο αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται ὡς ἐμοὶ καταφαίνεται εἶναι |
s-292
| ἀποσχισθὲν μέντοι ἀπὸ τοῦ Πελασγικοῦ ἐόν ἀσθενές ἀπό σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων Πελασγῶν μάλιστα προσκεχωρηκότων αὐτῷ καὶ ἄλλων ἐθνέων βαρβάρων συχνῶν |
s-293
| πρόσθε δὲ ὦν ἔμοιγε δοκέει οὐδὲ τὸ Πελασγικὸν ἔθνος ἐὸν βάρβαρον οὐδαμὰ μεγάλως αὐξηθῆναι |
s-294
| τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο ὁ Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων |
s-295
| Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα |
s-296
| θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον |
s-297
| Χίλων δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἱπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία εἰ δὲ τυγχάνει ἔχων δευτέρα τὴν γυναῖκα ἐκπέμπειν καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς τοῦτον ἀπείπασθαι |
s-298
| οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα |
s-299
| γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν |
s-300
| συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε |
s-301
| τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν |