Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Select a sentence

Showing 206 - 305 of 1047 • previousnext

s-206 οἱ δ’ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν
s-207 ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται καὶ πάρεστι ὁκοτέροισί τις πείθεται αὐτῶν τούτοισι προσχωρέειν
s-208 συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων
s-209 οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων
s-210 μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος
s-211 συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω
s-212 μετὰ δὲ ὡς τοῦτον κατεῖλε αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον
s-213 οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν
s-214 συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος Βουτακίδεω Κροτωνιήτης ἀνήρ ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος
s-215 ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην
s-216 ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατ’ ἑωυτόν
s-217 διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος
s-218 ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται
s-219 Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε
s-220 εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ ἐβασίλευσε ἂν Λακεδαίμονος
s-221 οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε Κλεομένης ἀλλ’ ἀπέθανε ἄπαις θυγατέρα μούνην λιπών τῇ οὔνομα ἦν Γοργώ
s-222 ἀπικνέεται δὲ ὦν Ἀρισταγόρης Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν
s-223 τῷ δὴ ἐς λόγους ἤιε ὡς Λακεδαιμόνιοι λέγουσι ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες
s-224 ἀπικνεόμενος δὲ ἐς λόγους Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε
s-225 Κλεόμενες σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος
s-226 τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα
s-227 Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν
s-228 ἔτι δὲ τῶν λοιπῶν ὑμῖν ὅσῳ προέστατε τῆς Ἑλλάδος
s-229 νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας
s-230 εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί
s-231 οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι τε μάχη αὐτῶν ἐστὶ τοιήδε τόξα καὶ αἰχμὴ βραχέα
s-232 ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι
s-233 οὕτω εὐπετέες χειρωθῆναι εἰσί
s-234 τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε
s-235 κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες
s-236 δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην
s-237 Λυδῶν δέ ἔφη λέγων Ἀρισταγόρης οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι
s-238 Φρυγῶν δὲ ἔχονται Καππαδόκαι τοὺς ἡμεῖς Συρίους καλέομεν
s-239 τούτοισι δὲ πρόσουροι Κίλικες κατήκοντες ἐπὶ θάλασσαν τήνδε ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται
s-240 οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι
s-241 Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε καὶ οὗτοι ἐόντες πολυπρόβατοι
s-242 Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες
s-243 ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί
s-244 ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε
s-245 ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν
s-246 παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως ἄλλο τι αἱρήσεσθε
s-247 Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε
s-248 Κλεομένης δὲ ἀμείβετο τοῖσιδε
s-249 ξεῖνε Μιλήσιε ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι
s-250 βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι
s-251 ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν
s-252 οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο
s-253 καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον πρότερον ἑσσώθησαν
s-254 πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν
s-255 μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες
s-256 πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης
s-257 σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος Γύγεω
s-258 τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς
s-259 οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν
s-260 Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων τραπόμενος ἐς τὸν Προποντίδα εἷλε Κίον τὴν Μυσίην
s-261 ταύτην δὲ ἐξελών ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν
s-262 αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι
s-263 οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε
s-264 Ἀρταφρένης δὲ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι
s-265 Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι Αἰολέων δὲ Κύμην
s-266 ἁλισκομενέων δὲ τῶν πολίων ἦν γὰρ ὡς διέδεξε Ἀρισταγόρης Μιλήσιος ψυχὴν οὐκ ἄκρος ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρέων ταῦτα
s-267 πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι
s-268 ταῦτα ἐπειρώτα Ἀρισταγόρης
s-269 Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου ἀνδρὸς λογοποιοῦ τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε γνώμη ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου
s-270 ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον
s-271 ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε
s-272 αὐτῷ δὲ Ἀρισταγόρῃ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν
s-273 τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ
s-274 αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη
s-275 ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε Ἀρισταγόρης καὶ στρατὸς αὐτοῦ πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι
s-276 ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο
s-277 μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο
s-278 ἐν δὲ δὴ καὶ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε
s-279 ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα ἄνδρες Ἴωνες εἶναι ἐλευθέροισι δούλοισι καὶ τούτοισι ὡς δρηπέτῃσι
s-280 νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται
s-281 οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι
s-282 εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέι τῆς ἀποστάσιος
s-283 ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε
s-284 καὶ ὑμῖν ἐγώ θεῶν τὰ ἴσα νεμόντων ὑποδέκομαι οὐ συμμίξειν τοὺς πολεμίους συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι
s-285 ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ
s-286 δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δι’ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ’ ἀγκυρέων παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι’ ἡμέρης
s-287 μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον
s-288 τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ ἔλεξαν πρὸς ἑωυτοὺς τάδε
s-289 τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν
s-290 δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι πολλοὶ δὲ ἐπίδοξοι τὸ αὐτὸ τοῦτο πείσεσθαι εἰσί πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται μᾶλλον τῇ παρεούσῃ συνέχεσθαι
s-291 φέρετε τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ
s-292 ταῦτα ἔλεξαν καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε ἀλλ’ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ’ ἀναπειρᾶσθαι
s-293 μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρ’ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους Αἰάκης κελευόντων τῶν Περσέων δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους
s-294 ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι
s-295 προφάσιος ὦν ἐπιλαβόμενοι ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια
s-296 δὲ Αἰάκης παρ’ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος
s-297 τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοὺ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι
s-298 τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας
s-299 ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι τὸ ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵτινες τῶν Ἰώνων ἐγίνοντο ἄνδρες κακοὶ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ
s-300 ἀλλήλους γὰρ καταιτιῶνται
s-301 λέγονται δὲ Σάμιοι ἐνθαῦτα κατὰ τὰ συγκείμενα πρὸς τὸν Αἰάκεα ἀειράμενοι τὰ ἱστία ἀποπλῶσαι ἐκ τῆς τάξιος ἐς τὴν Σάμον πλὴν ἕνδεκα νεῶν
s-302 τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουστήσαντες τοῖσι στρατηγοῖσι
s-303 καί σφι τὸ κοινὸν τῶν Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι καὶ ἔστι αὕτη στήλη ἐν τῇ ἀγορῇ
s-304 ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὸ αὐτὸ ἐποίευν τοῖσι Σαμίοισι
s-305 ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα

Text viewDownload CoNNL-U