s-103
| λήξαντος δὲ τοῦ πνεύματος ἀναχθεὶς κατέπλευσεν εἰς Ἀφέτας τῆς Μαγνησίας. |
s-104
| ἐκεῖθεν δὲ διακοσίας τριήρεις ἐξέπεμψε, προστάξας τοῖς ἡγεμόσι περιπλεῦσαι καὶ τὴν Εὔβοιαν δεξιὰν λαβόντας κυκλώσασθαι τοὺς πολεμίους. |
s-105
| οἱ δ̓ Ἕλληνες ὥρμουν μὲν ἐπ̓ Ἀρτεμισίῳ τῆς Εὐβοίας, εἶχον δὲ τὰς πάσας τριήρεις διακοσίας καὶ ὀγδοήκοντα· |
s-106
| τούτων δὲ ναύαρχος μὲν ἦν Εὐρυβιάδης ὁ Σπαρτιάτης, διῴκει δὲ τὰ περὶ τὸν στόλον Θεμιστοκλῆς ὁ Ἀθηναῖος· |
s-107
| οὗτος γὰρ διὰ σύνεσιν καὶ στρατηγίαν μεγάλης ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον ἐν τοῖς κατὰ τὸ ναυτικὸν Ἕλλησιν, ἀλλὰ καὶ παῤ αὐτῷ τῷ Εὐρυβιάδῃ, καὶ πάντες τούτῳ προσέχοντες προθύμως ὑπήκουον. |
s-108
| προτεθείσης δὲ βουλῆς ἐν τοῖς τῶν νεῶν ἡγεμόσι περὶ τῆς ναυμαχίας, οἱ μὲν ἄλλοι πάντες τὴν ἡσυχίαν ἔκριναν ἔχειν καὶ τὸν ἐπίπλουν τῶν πολεμίων ἀναδέχεσθαι, μόνος δὲ Θεμιστοκλῆς τὴν ἐναντίαν ἀπεφήνατο γνώμην, διδάσκων ὅτι συμφέρει παντὶ τῷ στόλῳ συντεταγμένῳ πλεῖν ἐπὶ τοὺς πολεμίους· |
s-109
| τέλος δὲ κατὰ τὴν Θεμιστοκλέους κρίσιν οἱ Ἕλληνες παντὶ τῷ στόλῳ τοῖς πολεμίοις ἐπέπλευσαν. |
s-110
| τῶν δὲ βαρβάρων ἐκ πολλῶν λιμένων ἀναγομένων, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Θεμιστοκλέα διεσπαρμένοις τοῖς Πέρσαις συμπλεκόμενοι πολλὰς μὲν ναῦς κατέδυσαν, οὐκ ὀλίγας δὲ φυγεῖν ἀναγκάσαντες μέχρι τῆς γῆς κατεδίωξαν· |
s-111
| μετὰ δὲ τὴν ναυμαχίαν χειμὼν ἐπιγενόμενος μέγας πολλὰς ἐκτὸς τοῦ λιμένος ὁρμούσας τῶν νεῶν διέφθειρεν, ὥστε δοκεῖν τὸ θεῖον ἀντιλαμβάνεσθαι τῶν Ἑλλήνων, ἵνα τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν ταπεινωθέντος ἀντίπαλος ἡ τῶν Ἑλλήνων δύναμις γένηται καὶ πρὸς τὰς ναυμαχίας ἀξιόχρεως διόπερ οἱ μὲν Ἕλληνες ἀεὶ μᾶλλον ἐθάρρουν, οἱ δὲ βάρβαροι ἀεὶ πρὸς τοὺς κινδύνους ἐγίνοντο δειλότεροι. |
s-112
| οὐ μὴν ἀλλ̓ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς ναυαγίας ἁπάσαις ταῖς ναυσὶν ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους. |
s-113
| οἱ δ̓ Ἕλληνες, προσγενομένων αὐτοῖς τριήρων πεντήκοντα Ἀττικῶν, ἀντιπαρετάχθησαν τοῖς βαρβάροις. |
s-114
| ἦν δ̓ αὐτῶν ἡ ναυμαχία παραπλήσιος ταῖς περὶ τὰς Θερμοπύλας μάχαις· |
s-115
| γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς πολλαὶ νῆες παῤ ἀμφοτέρων διεφθάρησαν, καὶ νυκτὸς ἐπιγενομένης ἠναγκάσθησαν ἀνακάμπτειν ἐπὶ τοὺς οἰκείους λιμένας. |
s-116
| μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν· |
s-117
| διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐνταῦθα. |
s-118
| ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. |
s-119
| ἅμα δὲ τούτοις πραττομένοις Ξέρξης ἀπὸ τῶν Θερμοπυλῶν ἀναζεύξας προῆγε διὰ τῆς Φωκέων χώρας, πορθῶν μὲν τὰς πόλεις, καταφθείρων δὲ τὰς ἐπὶ τῆς χώρας κτήσεις. |
s-120
| οἱ δὲ Φωκεῖς τὰ τῶν Ἑλλήνων ᾑρημένοι, καὶ θεωροῦντες αὐτοὺς οὐκ ἀξιομάχους ὄντας, τὰς μὲν πόλεις ἁπάσας ἐξέλιπον πανδημεί, πρὸς δὲ τὰς δυσχωρίας τὰς ἐν τῷ Παρνασσῷ κατέφυγον. |
s-121
| μετὰ δὲ ταῦτα ὁ βασιλεὺς τὴν μὲν τῶν Δωριέων χώραν διεξιὼν οὐδὲν ἠδίκει· |
s-122
| οἱ δ̓ ἐπὶ τὴν σύλησιν τοῦ μαντείου πεμφθέντες προῆλθον μὲν μέχρι τοῦ ναοῦ τῆς Προναίας Ἀθηνᾶς, ἐνταῦθα δὲ παραδόξως ὄμβρων μεγάλων καὶ κεραυνῶν πολλῶν ἐκ τοῦ περιέχοντος πεσόντων, πρὸς δὲ τούτοις τῶν χειμώνων πέτρας μεγάλας ἀπορρηξάντων εἰς τὸ στρατόπεδον τῶν βαρβάρων, συνέβη διαφθαρῆναι συχνοὺς τῶν Περσῶν, πάντας δὲ καταπλαγέντας τὴν τῶν θεῶν ἐνέργειαν φυγεῖν ἐκ τῶν τόπων. |
s-123
| τὸ μὲν οὖν ἐν Δελφοῖς μαντεῖον δαιμονίᾳ τινὶ προνοίᾳ τὴν σύλησιν διέφυγεν· |
s-124
| οἱ δὲ Δελφοὶ τῆς τῶν θεῶν ἐπιφανείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν τοῖς μεταγενεστέροις βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Προναίας Ἀθηνᾶς ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐνέγραψαν, μνᾶμά τ̓ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι σὺν Φοίβῳ, πτολίπορθον ἀπωσαμένοις στίχα Μήδων καὶ χαλκοστέφανον ῥυσαμένοις τέμενος. |
s-125
| Ξέρξης δὲ διὰ τῆς Βοιωτίας διεξιὼν τὴν μὲν τῶν Θεσπιέων χώραν κατέφθειρε, τὰς δὲ Πλαταιὰς ἐρήμους οὔσας ἐνέπρησεν· |
s-126
| οἱ γὰρ ἐν ταῖς πόλεσι ταύταις κατοικοῦντες ἐπεφεύγεσαν εἰς Πελοπόννησον πανδημεί. |
s-127
| τοῦ δὲ βασιλέως περὶ ταῦτα διατρίβοντος, κατέπλευσεν ὁ στόλος ἐκ τῆς Εὐβοίας εἰς τὴν Ἀττικήν, πεπορθηκὼς τήν τε Εὔβοιαν καὶ τὴν παράλιον τῆς Ἀττικῆς. |
s-128
| κατὰ δὲ τοῦτον τὸν καιρὸν Κερκυραῖοι μὲν πληρώσαντες ἑξήκοντα τριήρεις διέτριβον περὶ τὴν Πελοπόννησον, ὡς μὲν αὐτοί φασιν, οὐ δυνάμενοι κάμψαι τὸ περὶ τὸν Μαλέαν ἀκρωτήριον, ὡς δέ τινες τῶν συγγραφέων ἱστοροῦσι, καραδοκοῦντες τὰς τοῦ πολέμου ῥοπάς, ὅπως Περσῶν μὲν κρατησάντων ἐκείνοις δῶσιν ὕδωρ καὶ γῆν, τῶν δ̓ Ἑλλήνων νικώντων δόξωσιν αὐτοῖς βεβοηθηκέναι. |
s-129
| ὁμοίως δὲ καὶ τοὺς ἄλλους Ἕλληνας πολὺς κατεῖχε φόβος πανταχόθεν συνεληλαμένους εἰς αὐτὴν τὴν Πελοπόννησον. |
s-130
| ἔδοξεν οὖν αὐτοῖς πάντας τοὺς ἐφ̓ ἡγεμονίας τεταγμένους συνεδρεῦσαι καὶ βουλεύσασθαι, κατὰ ποίους τόπους συμφέρει ποιεῖσθαι τὴν ναυμαχίαν. |
s-131
| πολλῶν δὲ καὶ ποικίλων λόγων ῥηθέντων, οἱ μὲν Πελοποννήσιοι, τῆς ἰδίας μόνον ἀσφαλείας φροντίζοντες, ἔφασαν δεῖν περὶ τὸν Ἰσθμὸν συστήσασθαι τὸν ἀγῶνα· |
s-132
| Θεμιστοκλῆς δὲ συνεβούλευσε περὶ τὴν Σαλαμῖνα ποιεῖσθαι τὸν ἀγῶνα τῶν νεῶν· |
s-133
| καθόλου δὲ τὸν περὶ τὸν Ἰσθμὸν τόπον ἀπεφαίνετο παντελῶς ἄθετον ἔσεσθαι πρὸς τὴν ναυμαχίαν· |
s-134
| ὁμοίως δὲ καὶ ἄλλα πολλὰ διαλεχθεὶς οἰκεῖα τῆς περιστάσεως, ἅπαντας ἔπεισεν αὐτῷ συμψήφους γενέσθαι τοῦτον τὸν τρόπον. |
s-135
| τέλος δὲ κοινοῦ δόγματος γενομένου περὶ Σαλαμῖνα ναυμαχεῖν, οἱ μὲν Ἕλληνες παρεσκευάζοντο τὰ πρὸς τοὺς Πέρσας καὶ πρὸς τὸν κίνδυνον. |
s-136
| ὁ δ̓ οὖν Εὐρυβιάδης παραλαβὼν τὸν Θεμιστοκλέα παρακαλεῖν ἐπεχείρει τὰ πλήθη καὶ προτρέπεσθαι πρὸς τὸν ἐπιφερόμενον κίνδυνον. |
s-137
| οὐ μὴν τὸ πλῆθος ὑπήκουεν, ἀλλὰ πάντων καταπεπληγμένων τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων οὐδεὶς προσεῖχε τοῖς ἡγεμόσιν, ἀλλ̓ ἕκαστος ἐκ τῆς Σαλαμῖνος ἐκπλεῖν ἔσπευδεν εἰς τὴν Πελοπόννησον. |
s-138
| οὐδὲν δ̓ ἧττον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Ἑλλήνων ἐδεδίει τὰς τῶν πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατάπληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλλησιν. |
s-139
| οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ τὴν ὅλην ἔκπληξιν, ἐψηφίσαντο διατειχίζειν τὸν Ἰσθμόν. |
s-140
| καὶ ταχὺ τῶν ἔργων συντελεσθέντων διὰ τὴν προθυμίαν καὶ τὸ πλῆθος τῶν ἐργαζομένων, οἱ μὲν Πελοποννήσιοι ὠχύρουν τὸ τεῖχος, διατεῖνον ἐπὶ σταδίους τετταράκοντα ἀπὸ Λεχαίου μέχρι Κεγχρεῶν, οἱ δ̓ ἐν τῇ Σαλαμῖνι διατρίβοντες μετὰ παντὸς τοῦ στόλου κατεπλάγησαν ἐπὶ τοσοῦτον, ὥστε μηκέτι πειθαρχεῖν τοῖς ἡγεμόσιν. |
s-141
| ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τὸν μὲν ναύαρχον Εὐρυβιάδην μὴ δυνάμενον περιγενέσθαι τῆς τοῦ πλήθους ὁρμῆς, τὰς δὲ περὶ Σαλαμῖνα δυσχωρίας δύνασθαι πολλὰ συμβαλέσθαι πρὸς τὴν νίκην, ἐμηχανήσατό τι τοιοῦτον· |
s-142
| ἔπεισέ τινα πρὸς τὸν Ξέρξην αὐτομολῆσαι καὶ διαβεβαιώσασθαι, διότι μέλλουσιν αἱ κατὰ Σαλαμῖνα νῆες ἀποδιδράσκειν ἐκ τῶν τόπων καὶ πρὸς τὸν Ἰσθμὸν ἀθροίζεσθαι. |
s-143
| διόπερ ὁ βασιλεὺς διὰ τὴν πιθανότητα τῶν προσαγγελθέντων πιστεύσας, ἔσπευδε κωλῦσαι τὰς ναυτικὰς δυνάμεις τῶν Ἑλλήνων τοῖς πεζοῖς στρατοπέδοις πλησιάζειν. |
s-144
| εὐθὺς οὖν τὸ τῶν Αἰγυπτίων ναυτικὸν ἐξέπεμψε, προστάξας ἐμφράττειν τὸν μεταξὺ πόρον τῆς τε Σαλαμῖνος καὶ τῆς Μεγαρίδος χώρας. |
s-145
| τὸ δὲ ἄλλο πλῆθος τῶν νεῶν ἐξέπεμψεν ἐπὶ τὴν Σαλαμῖνα, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ναυμαχίᾳ κρίνειν τὸν ἀγῶνα. |
s-146
| ἦσαν δὲ αἱ τριήρεις διατεταγμέναι κατὰ ἔθνος ἑξῆς, ἵνα διὰ τὴν ὁμοφωνίαν καὶ γνῶσιν προθύμως ἀλλήλοις βοηθῶσιν. |
s-147
| τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι· |
s-148
| μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν· |
s-149
| Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν· |
s-150
| οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν· |
s-151
| τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος. |
s-152
| οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον· |
s-153
| οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· |
s-154
| ὡς δ̓ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον. |
s-155
| ὁ δὲ ναύαρχος προηγούμενος τῆς τάξεως καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγωνισάμενος. |
s-156
| τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κατέσχε τὸ ναυτικὸν τῶν βαρβάρων· |
s-157
| τῆς δ̓ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περσῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυκνῶς κατετιτρώσκοντο. |
s-158
| ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρτερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· |
s-159
| ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταδιώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον. |
s-160
| οἱ μὲν οὖν Ἕλληνες τοῦτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυμαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν· |
s-161
| ὁ δὲ βασιλεὺς παῤ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δ̓ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν. |
s-162
| οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν. |
s-163
| Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε. |
s-164
| φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυνάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ. |
s-165
| τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύσαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν. |
s-166
| διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων. |
s-167
| Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι. |
s-168
| καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν. |
s-169
| ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες περὶ τῶν κατὰ τὴν Εὐρώπην πραχθέντων, μεταβιβάσομεν τὴν διήγησιν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις. |
s-170
| Καρχηδόνιοι γὰρ συντεθειμένοι πρὸς Πέρσας τοῖς αὐτοῖς καιροῖς καταπολεμῆσαι τοὺς κατὰ τὴν Σικελίαν Ἕλληνας, μεγάλας παρασκευὰς ἐποιήσαντο τῶν πρὸς τὸν πόλεμον χρησίμων. |
s-171
| ὡς δ̓ εὐτρεπῆ πάντα αὐτοῖς ὑπῆρχε, στρατηγὸν εἵλοντο Ἀμίλκωνα, τὸν μάλιστα παῤ αὐτοῖς θαυμαζόμενον προκρίναντες. |
s-172
| οὗτος μὲν οὖν διανύσας τὸ Λιβυκὸν πέλαγος καὶ χειμασθεὶς ἀπέβαλε τῶν σκαφῶν τὰ κομίζοντα τοὺς ἱππεῖς καὶ τὰ ἅρματα. |
s-173
| καταπλεύσας δὲ τῆς Σικελίας εἰς τὸν ἐν τῷ Πανόρμῳ λιμένα διαπεπολεμηκέναι τὸν πόλεμον ἔφησε· |
s-174
| ἐπὶ δὲ τρεῖς ἡμέρας ἀναλαβὼν τοὺς στρατιώτας καὶ διορθωσάμενος τὴν ἐν τῷ χειμῶνι γενομένην ναυαγίαν, προῆγε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, συμπαραπλέοντος τοῦ ναυτικοῦ. |
s-175
| καθόλου δὲ πᾶν τὸ πρὸς δυσμὰς μέρος καταλαβόμενος, τὴν μὲν ἀγορὰν ἅπασαν ἐκ τῶν φορτίδων νεῶν ἐξείλετο, τὰ δὲ πλοῖα ἅπαντα ταχέως ἐξαπέστειλε, προστάξας ἔκ τε τῆς Λιβύης καὶ Σαρδοῦς σῖτον καὶ τὴν ἄλλην ἀγορὰν κομίζειν. |
s-176
| αὐτὸς δὲ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀναλαβὼν ἧκεν ἐπὶ τὴν πόλιν, καὶ τῶν Ἱμεραίων τοὺς ἐπεξιόντας τρεψάμενος καὶ πολλοὺς ἀνελὼν κατεπλήξατο τοὺς ἐν τῇ πόλει. |
s-177
| διὸ καὶ Θήρων ὁ Ἀκραγαντίνων δυνάστης, ἔχων δύναμιν ἱκανὴν καὶ παραφυλάττων τὴν Ἱμέραν, φοβηθεὶς εὐθὺς ἀπέστειλεν εἰς τὰς Συρακούσας, ἀξιῶν τὸν Γέλωνα βοηθεῖν τὴν ταχίστην. |
s-178
| ὁ δὲ Γέλων καὶ αὐτὸς ἡτοιμακὼς ἦν τὴν δύναμιν, πυθόμενος δὲ τὴν τῶν Ἱμεραίων ἀθυμίαν ἀνέζευξεν ἐκ τῶν Συρακουσῶν κατὰ σπουδήν, ἔχων πεζοὺς μὲν οὐκ ἐλάττους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. |
s-179
| διανύσας δὲ ταχέως τὴν ὁδὸν καὶ πλησιάσας τῇ πόλει τῶν Ἱμεραίων, ἐποίησε θαρρεῖν τοὺς πρότερον καταπεπληγμένους τὰς τῶν Καρχηδονίων δυνάμεις. |
s-180
| αὐτὸς μὲν γὰρ στρατοπεδείαν οἰκείαν βαλόμενος τῶν περὶ τὴν πόλιν τόπων, ταύτην μὲν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ χαρακώματι περιλαβών, τοὺς δ̓ ἱππεῖς ἅπαντας ἐξαπέστειλεν ἐπὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν πολεμίων καὶ περὶ τὰς ὠφελείας διατρίβοντας. |
s-181
| οὗτοι δὲ παραδόξως ἐπιφανέντες διεσπαρμένοις ἀτάκτως κατὰ τὴν χώραν, τοσούτους ἀνῆγον αἰχμαλώτους ὅσους ἕκαστος ἄγειν ἠδύνατο. |
s-182
| καθόλου δὲ Γέλων στρατηγίᾳ καὶ συνέσει διαφέρων εὐθὺς ἐζήτει, δἰ οὗ τρόπου καταστρατηγήσας τοὺς βαρβάρους ἀκινδύνως αὐτῶν ἄρδην ἀνελεῖ τὴν δύναμιν. |
s-183
| συνεβάλετο δὲ αὐτῷ καὶ τὸ αὐτόματον πρὸς τὴν ἐπίνοιαν μεγάλα, τοιαύτης γενομένης περιστάσεως. |
s-184
| ἐξέπεμψε δὲ καὶ σκοποὺς εἰς τοὺς ὑπερκειμένους λόφους, οἷς προσέταξεν, ὅταν ἴδωσι τοὺς ἱππεῖς γενομένους ἐντὸς τοῦ τείχους, ἆραι τὸ σύσσημον. |
s-185
| αὐτὸς δ̓ ἅμ̓ ἡμέρᾳ τὴν δύναμιν διατεταχὼς ἀνέμενε τὴν ἀπὸ τῶν σκοπῶν ἐσομένην δήλωσιν. |
s-186
| ἔπειτα τῶν σκοπῶν ἀράντων τὸ σύσσημον, ὁ Γέλων πάσῃ τῇ δυνάμει συντεταγμένῃ προῆγεν ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων. |
s-187
| οἱ δὲ ἐν τῇ στρατοπεδείᾳ τῶν Φοινίκων ἡγεμόνες τὸ μὲν πρῶτον ἐξαγαγόντες τὴν δύναμιν ἀπήντων τοῖς Σικελιώταις καὶ συνάψαντες μάχην εὐρώστως ἠγωνίζοντο· |
s-188
| ὁμοῦ δὲ ταῖς σάλπιγξιν ἐν ἀμφοτέροις τοῖς στρατοπέδοις ἐσήμαινον τὸ πολεμικόν, καὶ κραυγὴ τῶν δυνάμεων ἐναλλὰξ ἐγίνετο, φιλοτιμουμένων ἀμφοτέρων τῷ μεγέθει τῆς βοῆς ὑπερᾶραι τοὺς ἀντιτεταγμένους. |
s-189
| τοῦ δὲ Γέλωνος παραγγείλαντος μηδένα ζωγρεῖν, πολὺς ἐγένετο φόνος τῶν φευγόντων, καὶ πέρας κατεκόπησαν αὐτῶν οὐκ ἐλάττους τῶν πεντεκαίδεκα μυριάδων. |
s-190
| οἱ δὲ λοιποὶ φυγόντες ἐπί τινα τόπον ἐρυμνὸν τὸ μὲν πρῶτον ἠμύνοντο τοὺς βιαζομένους, ἄνυδρον δὲ κατειληφότες τόπον καὶ τῷ δίψει πιεζόμενοι ἠναγκάσθησαν ἑαυτοὺς παραδοῦναι τοῖς κρατοῦσι. |
s-191
| Γέλων δὲ ἐπιφανεστάτῃ μάχῃ νικήσας, καὶ ταύτην κατωρθωκὼς μάλιστα διὰ τῆς ἰδίας στρατηγίας, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς Σικελιώταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν· |
s-192
| οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ μνημονεύεται τοιούτῳ στρατηγήματι κεχρημένος, οὐδὲ πλείονας ἐν μιᾷ παρατάξει κατακόψας τῶν βαρβάρων οὐδὲ πλῆθος αἰχμαλώτων τοσοῦτον χειρωσάμενος. |
s-193
| καὶ γὰρ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τῶν κατὰ τὴν Σικελίαν πρὸ τῆς μάχης καταπεπληγμένων τὸ πλῆθος τῶν βαρβαρικῶν δυνάμεων, οἱ κατὰ Σικελίαν πρότερον νικήσαντες ἐποίησαν τοὺς κατὰ τὴν Ἑλλάδα θαρρῆσαι, πυθομένους τὴν τοῦ Γέλωνος νίκην· |
s-194
| ἀλλὰ γὰρ τούτων οἱ δικαίαν δόξαν κεκτημένοι τοὺς προσήκοντας ἐπαίνους καὶ παῤ ἡμῶν ἔχουσιν, ἐπὶ δὲ τὸ συνεχὲς τοῖς προειρημένοις μεταβησόμεθα. |
s-195
| συνέβη γὰρ τῇ αὐτῇ ἡμέρᾳ τὸν Γέλωνα νικῆσαι καὶ τοὺς περὶ Θερμοπύλας μετὰ Λεωνίδου διαγωνίσασθαι πρὸς Ξέρξην, ὥσπερ ἐπίτηδες τοῦ δαιμονίου περὶ τὸν αὐτὸν καιρὸν ποιήσαντος γενέσθαι τήν τε καλλίστην νίκην καὶ τὴν ἐνδοξοτάτην ἧτταν. |
s-196
| μετὰ δὲ τὴν γενομένην μάχην πρὸς τῇ πόλει τῶν Ἱμεραίων εἴκοσι νῆες μακραὶ διέφυγον τὸν κίνδυνον, ἃς Ἀμίλκας οὐκ ἐνεώλκησε πρὸς τὰς ἀναγκαίας χρείας. |
s-197
| διὸ καὶ τῶν ἀνδρῶν σχεδὸν ἁπάντων τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἐζωγρημένων, ἔφθασαν αὗται τὸν ἀπόπλουν ποιησάμεναι. |
s-198
| ὀλίγοι δέ τινες ἐν μικρῷ σκάφει διασωθέντες εἰς Καρχηδόνα διεσάφησαν τοῖς πολίταις, σύντομον ποιησάμενοι τὴν ἀπόφασιν, ὅτι πάντες οἱ διαβάντες εἰς τὴν Σικελίαν ἀπολώλασιν. |
s-199
| οἱ δὲ Καρχηδόνιοι παῤ ἐλπίδας μεγάλῃ συμφορᾷ περιπεσόντες ἐπὶ τοσοῦτο κατεπλάγησαν, ὥστε τὰς νύκτας ἅπαντας διαγρυπνεῖν φυλάττοντας τὴν πόλιν, ὡς τοῦ Γέλωνος πάσῃ τῇ δυνάμει παραχρῆμα διεγνωκότος πλεῖν ἐπὶ τὴν Καρχηδόνα. |
s-200
| οἱ δὲ Καρχηδόνιοι φοβούμενοι μὴ φθάσῃ διαβὰς εἰς Λιβύην Γέλων, εὐθὺς ἐξέπεμψαν πρὸς αὐτὸν πρεσβευτὰς αὐτοκράτορας τοὺς δυνατωτάτους εἰπεῖν τε καὶ βουλεύσασθαι. |
s-201
| ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. |
s-202
| τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις· |