s-303
| οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ̓ ἀπιθήσει Ἀργείων, ὅτε κέν τιν̓ ἐποτρύνῃ καὶ ἀνώγῃ. |
s-304
| εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ̓ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. |
s-305
| πρῶτον ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος· |
s-306
| τίφθ̓ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα δἰ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; |
s-307
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
s-308
| τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. |
s-309
| ἀλλ̓ ἕπἐ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ̓ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. |
s-310
| βὰν δ̓ ἐπὶ Τυδεΐδην Διομήδεα· |
s-311
| τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· |
s-312
| ἀμφὶ δ̓ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δ̓ ἔχον ἀσπίδας· |
s-313
| αὐτὰρ ὅ γ̓ ἥρως εὗδ̓, ὑπὸ δ̓ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. |
s-314
| τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ̓ ἄντην· |
s-315
| ἔγρεο Τυδέος υἱέ· |
s-316
| τί πάννυχον ὕπνον ἀωτεῖς; |
s-317
| οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δ̓ ἔτι χῶρος ἐρύκει; |
s-318
| ὣς φάθ̓, ὃ δ̓ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
s-319
| σχέτλιός ἐσσι γεραιέ· |
s-320
| σὺ μὲν πόνου οὔ ποτε λήγεις. |
s-321
| σὺ δ̓ ἀμήχανός ἐσσι γεραιέ. |
s-322
| τὸν δ̓ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· |
s-323
| ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. |
s-324
| ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. |
s-325
| βῆ δ̓ ἰέναι, τοὺς δ̓ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. |
s-326
| οἳ δ̓ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλ̓ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. |
s-327
| πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ̓, ὁππότ̓ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. |
s-328
| τοὺς δ̓ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
s-329
| οὕτω νῦν φίλα τέκνα φυλάσσετε· |
s-330
| μη δέ τιν̓ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. |
s-331
| ὣς εἰπὼν τάφροιο διέσσυτο· |
s-332
| τοῖς δ̓ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν· |
s-333
| αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. |
s-334
| τάφρον δ̓ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων· |
s-335
| ἔνθα καθεζόμενοι ἔπἐ ἀλλήλοισι πίφαυσκον· |
s-336
| τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
s-337
| ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ̓ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς. |
s-338
| ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής· |
s-339
| μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ̓ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· |
s-340
| ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
s-341
| τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
s-342
| ὣς ἔφαθ̓, οἳ δ̓ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. |
s-343
| αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. |
s-344
| τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
s-345
| Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γ̓ αἱρήσεαι ὅν κ̓ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. |
s-346
| μη δὲ σύ γ̓ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρον̓ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μη δ̓ εἰ βασιλεύτερός ἐστιν. |
s-347
| ὣς ἔφατ̓, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. |
s-348
| τοῖς δ̓ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
s-349
| τούτου γ̓ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. |
s-350
| τὸν δ̓ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· |
s-351
| Τυδεΐδη μήτ̓ ἄρ με μάλ̓ αἴνεε μήτέ τι νείκει· |
s-352
| εἰδόσι γάρ τοι ταῦτα μετ̓ Ἀργείοις ἀγορεύεις. |
s-353
| ἀλλ̓ ἴομεν· |
s-354
| ὣς εἰπόνθ̓ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. |
s-355
| ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. |
s-356
| Μηριόνης δ̓ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν· |
s-357
| πολέσιν δ̓ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς· |
s-358
| ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως· |
s-359
| μέσσῃ δ̓ ἐνὶ πῖλος ἀρήρει. |
s-360
| δὴ τότ̓ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. |
s-361
| τὼ δ̓ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥ̓ ἰέναι, λιπέτην δὲ κατ̓ αὐτόθι πάντας ἀρίστους. |
s-362
| τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· |
s-363
| τοὶ δ̓ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα δἰ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. |
s-364
| χαῖρε δὲ τῷ ὄρνιθ̓ Ὀδυσεύς, ἠρᾶτο δ̓ Ἀθήνῃ· |
s-365
| κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω κινύμενος· |
s-366
| νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. |
s-367
| δεύτερος αὖτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· |
s-368
| κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· |
s-369
| ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. |
s-370
| ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. |
s-371
| τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. |
s-372
| ὣς ἔφαν εὐχόμενοι, τῶν δ̓ ἔκλυε Παλλὰς Ἀθήνη. |
s-373
| οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ̓ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· |
s-374
| τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· |
s-375
| τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ; |
s-376
| ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
s-377
| αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. |
s-378
| ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· |
s-379
| Ἕκτορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. |
s-380
| ἀλλ̓ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δ̓ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ̓ ἀπὸ δόξης· |
s-381
| ὣς φάτο καί ῥ̓ ἐπίορκον ἐπώμοσε, τὸν δ̓ ὀρόθυνεν· |
s-382
| οὐ δ̓ ἄῤ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. |
s-383
| ἀλλ̓ ὅτε δή ῥ̓ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ̓ ὅμιλον, βῆ ῥ̓ ἀν̓ ὁδὸν μεμαώς· |
s-384
| τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· |
s-385
| ἀλλ̓ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν· |
s-386
| ἔπειτα δέ κ̓ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως· |
s-387
| εἰ δ̓ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. |
s-388
| ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην· |
s-389
| ὃ δ̓ ἄῤ ὦκα παρέδραμεν ἀφραδίῃσιν. |
s-390
| τὼ μὲν ἐπεδραμέτην, ὃ δ̓ ἄῤ ἔστη δοῦπον ἀκούσας. |
s-391
| ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. |
s-392
| ἀλλ̓ ὅτε δή ῥ̓ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥ̓ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα φευγέμεναι· |
s-393
| τοὶ δ̓ αἶψα διώκειν ὁρμήθησαν. |
s-394
| ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ̓ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. |
s-395
| δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· |
s-396
| ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ̓ ἡμάρτανε φωτός· |
s-397
| δεξιτερὸν δ̓ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη· |
s-398
| ἄραβος δὲ διὰ στόμα γίγνετ̓ ὀδόντων· |
s-399
| τὼ δ̓ ἀσθμαίνοντε κιχήτην, χειρῶν δ̓ ἁψάσθην· |
s-400
| ὃ δὲ δακρύσας ἔπος ηὔδα· |
s-401
| ζωγρεῖτ̓, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· |
s-402
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |