Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 203 - 302 of 6003 • previousnext

s-203 ἦμος δ̓ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
s-204 ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότ̓ ἔπειτ̓ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
s-205 τοῖσιν δ̓ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
s-206 δ̓ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
s-207 αὐτὰρ ἐπεί ῥ̓ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπ̓ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ̓ ἕρματα μακρὰ τάνυσσαν·
s-208 αὐτοὶ δ̓ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
s-209 Θέτις δ̓ οὐ λήθετ̓ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ̓ γ̓ ἀνεδύσετο κῦμα θαλάσσης.
s-210 ἠερίη δ̓ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
s-211 καί ῥα πάροιθ̓ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ̓ ἄῤ ὑπ̓ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
s-212 Ζεῦ πάτερ εἴ ποτε δή σε μετ̓ ἀθανάτοισιν ὄνησα ἔπει ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
s-213 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ̓·
s-214 ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν·
s-215 ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
s-216 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
s-217 τόφρα δ̓ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφῤ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ τιμῇ.
s-218 ὣς φάτο·
s-219 τὴν δ̓ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ̓ ἀκέων δὴν ἧστο·
s-220 Θέτις δ̓ ὡς ἥψατο γούνων ὣς ἔχετ̓ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
s-221 τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
s-222 δὲ καὶ αὔτως μ̓ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
s-223 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη·
s-224 ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
s-225 εἰ δ̓ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
s-226 καὶ κυανέῃσιν ἐπ̓ ὀφρύσι νεῦσε Κρονίων·
s-227 ἀμβρόσιαι δ̓ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ̓ ἀθανάτοιο·
s-228 μέγαν δ̓ ἐλέλιξεν Ὄλυμπον.
s-229 τώ γ̓ ὣς βουλεύσαντε διέτμαγεν·
s-230 θεοὶ δ̓ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον·
s-231 οὐ δέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ̓ ἀντίοι ἔσταν ἅπαντες.
s-232 ὣς μὲν ἔνθα καθέζετ̓ ἐπὶ θρόνου·
s-233 τίς δ̓ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
s-234 οὐ δέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
s-235 τὴν δ̓ ἠμείβετ̓ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
s-236 Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν·
s-237 ὃν δέ κ̓ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα.
s-238 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη·
s-239 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
s-240 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
s-241 τῇ σ̓ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
s-242 τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
s-243 δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐ δέ σε λήθω·
s-244 ὣς ἔφατ̓ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥ̓ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
s-245 ὄχθησαν δ̓ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
s-246 δὴ λοίγια ἔργα τάδ̓ ἔσσεται οὐ δ̓ ἔτ̓ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον·
s-247 γὰρ πολὺ φέρτατός ἐστιν.
s-248 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
s-249 ὣς ἄῤ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
s-250 τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δ̓ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν·
s-251 ἤδη γάρ με καὶ ἄλλοτ̓ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δ̓ ἦμαρ φερόμην, ἅμα δ̓ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ̓ ἔτι θυμὸς ἐνῆεν·
s-252 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
s-253 αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
s-254 ἄσβεστος δ̓ ἄῤ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
s-255 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ̓ Ἀπόλλων, Μουσάων θ̓ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
s-256 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
s-257 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ̓ Ὀλύμπιος ἀστεροπητής, ἔνθα πάρος κοιμᾶθ̓ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
s-258 ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
s-259 ἤτοι ὅτ̓ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τ̓ ἐνοπὴν ὅμαδόν τ̓ ἀνθρώπων.
s-260 ὣς δ̓ αὔτως Μενέλαον ἔχε τρόμος·
s-261 οὐ δὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε·
s-262 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας θήκατο χαλκείην, δόρυ δ̓ εἵλετο χειρὶ παχείῃ.
s-263 τὸν δ̓ εὗῤ ἀμφ̓ ὤμοισι τιθήμενον ἔντεα καλὰ νηῒ πάρα πρύμνῃ·
s-264 τῷ δ̓ ἀσπάσιος γένετ̓ ἐλθών.
s-265 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
s-266 τίφθ̓ οὕτως ἠθεῖε κορύσσεαι;
s-267 τιν̓ ἑταίρων ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον;
s-268 μάλα τις θρασυκάρδιος ἔσται.
s-269 τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
s-270 Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ̓ ἱεροῖσιν·
s-271 ἔργα δ̓ ἔρεξ̓ ὅσα φημὶ μελησέμεν Ἀργείοισι δηθά τε καὶ δολιχόν·
s-272 τόσα γὰρ κακὰ μήσατ̓ Ἀχαιούς.
s-273 ἐγὼ δ̓ ἐπὶ Νέστορα δῖον εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ̓ ἐθέλῃσιν ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ̓ ἐπιτεῖλαι.
s-274 κείνῳ γάρ κε μάλιστα πιθοίατο·
s-275 τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
s-276 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
s-277 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
s-278 αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς κεν ἔλθῃς, ἦε θέω μετὰ σ̓ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
s-279 φθέγγεο δ̓ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον πάντας κυδαίνων·
s-280 μη δὲ μεγαλίζεο θυμῷ, ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα·
s-281 ὧδέ που ἄμμι Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
s-282 ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
s-283 αὐτὰρ βῆ ῥ̓ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
s-284 τὸν δ̓ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ εὐνῇ ἔνι μαλακῇ·
s-285 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ῥ̓ γεραιὸς ζώννυθ̓ ὅτ̓ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
s-286 φθέγγεο, μη δ̓ ἀκέων ἐπ̓ ἔμ̓ ἔρχεο·
s-287 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
s-288 πλάζομαι ὧδ̓ ἐπεὶ οὔ μοι ἐπ̓ ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδἐ Ἀχαιῶν.
s-289 ἀλλ̓ εἴ τι δραίνεις, ἐπεὶ οὐ δὲ σέ γ̓ ὕπνος ἱκάνει, δεῦῤ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
s-290 δυσμενέες δ̓ ἄνδρες σχεδὸν εἵαται·
s-291 οὐ δέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
s-292 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
s-293 ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
s-294 σοὶ δὲ μάλ̓ ἕψομ̓ ἐγώ·
s-295 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος·
s-296 χρειὼ γὰρ ἱκάνεται οὐκέτ̓ ἀνεκτός.
s-297 τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
s-298 γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
s-299 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
s-300 ἀλλ̓ ἴομεν·
s-301 κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσ̓, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
s-302 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Text viewDownload CoNNL-U