Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 204 - 303 of 528 • previousnext

s-204 κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
s-205 δρόμου δ̓ ἰσώσας τῇ φύσει τὰ τέρματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
s-206 χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδ̓ ἀνδρὸς ἔργα καὶ κράτη·
s-207 ἓν δ̓ ἴσθ̓·
s-208 ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτ̓ ἂν οὐ δ̓ ἂν ἰσχύων φυγεῖν.
s-209 στάντες δ̓ ὅθ̓ αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν·
s-210 οἱ δ̓ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν·
s-211 ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων·
s-212 κόνις δ̓ ἄνω φορεῖθ̓·
s-213 ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθ̓ ἱππικά.
s-214 ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
s-215 καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
s-216 ἔπειτα δ̓ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν·
s-217 ἐκ δ̓ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τ̓ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·
s-218 ἤλαυνε δ̓ ἔσχατος μέν, ὑστέρας ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
s-219 καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὠρθοῦθ̓ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
s-220 ἔπειτα λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν παίσας·
s-221 ἐν δ̓ ἑλίσσεται τμητοῖς ἱμᾶσι·
s-222 τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
s-223 στρατὸς δ̓ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷ̓ ἔργα δράσας οἷα λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτ̓ οὐρανῷ σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντ̓ ἂν ἄθλιον δέμας.
s-224 καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
s-225 τοιαῦτά σοι ταῦτ̓ ἐστίν, ὡς μὲν ἐν λόγῳ ἀλγεινά, τοῖς δ̓ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπ̓ ἐγὼ κακῶν.
s-226 τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
s-227 λυπηρῶς δ̓ ἔχει, εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
s-228 τί δ̓ ὧδ̓ ἀθυμεῖς, γύναι, τῷ νῦν λόγῳ;
s-229 δεινὸν τὸ τίκτειν ἐστίν·
s-230 οὐδὲ γὰρ κακῶς πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
s-231 ἆῤ ἔχει καλῶς;
s-232 κεῖνος δ̓ ὡς ἔχει καλῶς ἔχει.
s-233 ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
s-234 ὕβριζε·
s-235 νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
s-236 οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
s-237 πολλῶν ἂν ἥκοις, ξέν̓, ἄξιος τυχεῖν, εἰ τήνδ̓ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
s-238 οὐκοῦν ἀποστείχοιμ̓ ἄν, εἰ τάδ̓ εὖ κυρεῖ.
s-239 ἀλλ̓ εἴσιθ̓ εἴσω·
s-240 τήνδε δ̓ ἔκτοθεν βοᾶν ἔα τά θ̓ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
s-241 Ὀρέστα φίλταθ̓, ὥς μ̓ ἀπώλεσας θανών.
s-242 νῦν δὲ ποῖ με χρὴ μολεῖν;
s-243 μόνη γάρ εἰμι, σοῦ τ̓ ἀπεστερημένη καὶ πατρός.
s-244 ἆρά μοι καλῶς ἔχει;
s-245 παῖ, τί δακρύεις;
s-246 μηδὲν μέγ̓ ἀΰσῃς.
s-247 ἀπολεῖς.
s-248 εἰ τῶν φανερῶς οἰχομένων εἰς Ἀΐδαν ἐλπίδ̓ ὑποίσεις, κατ̓ ἐμοῦ τακομένας μᾶλλον ἐπεμβάσει.
s-249 οἶδα γὰρ ἄνακτ̓ Ἀμφιάρεων χρυσοδέτοις ἕρκεσι κρυφθέντα γυναικῶν·
s-250 πάμψυχος ἀνάσσει.
s-251 ἐδάμη.
s-252 οἶδ̓ οἶδ̓·
s-253 ἐμοὶ δ̓ οὔτις ἔτ̓ ἔσθ̓·
s-254 δειλαία δειλαίων κυρεῖς.
s-255 εἴδομεν ἁθρήνεις.
s-256 τί φής;
s-257 πᾶσι θνατοῖς ἔφυ μόρος.
s-258 κέκευθεν, οὔ τε του τάφου ἀντιάσας οὔ τε γόων παῤ ἡμῶν.
s-259 ὑφ̓ ἡδονῆς τοι, φιλτάτη, διώκομαι τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
s-260 πόθεν δ̓ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ̓ ἰδεῖν;
s-261 καὶ τίνος βροτῶν λόγον τόνδ̓ εἰσακούσασ̓ ὧδε πιστεύεις ἄγαν;
s-262 ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ σημεῖ̓ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
s-263 ἐς τί μοι βλέψασα θάλπει τῷδ̓ ἀνηκέστῳ πυρί;
s-264 πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου τὸ λοιπὸν φρονοῦσαν μωρὰν λέγῃς.
s-265 καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
s-266 ἐσχάτης δ̓ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον·
s-267 κεὐθὺς τάλαιν̓ ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν πάντων Ὀρέστου τοῦθ̓ ὁρᾶν τεκμήριον·
s-268 καὶ νῦν θ̓ ὁμοίως καὶ τότ̓ ἐξεπίσταμαι μή του τόδ̓ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
s-269 τῷ γὰρ προσήκει πλήν γ̓ ἐμοῦ καὶ σοῦ τόδε;
s-270 γε μηδὲ πρὸς θεοὺς ἔξεστ̓ ἀκλαύστῳ τῆσδ̓ ἀποστῆναι στέγης.
s-271 ἀλλ̓ οὐ δὲ μὲν δὴ μητρὸς οὔθ̓ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔ τε δρῶσ̓ ἐλάνθαν̓ ἄν·
s-272 ἀλλ̓ ἔστ̓ Ὀρέστου ταῦτα τἀπιτύμβια.
s-273 ἀλλ̓, φίλη, θάρσυνε·
s-274 τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
s-275 νῷν ἦν τὰ πρόσθεν στυγνός·
s-276 δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
s-277 φεῦ, τῆς ἀνοίας ὥς σ̓ ἐποικτίρω πάλαι.
s-278 οὐ πρὸς ἡδονὴν λέγω τάδε;
s-279 πῶς δ̓ οὐκ ἐγὼ κάτοιδ̓ γ̓ εἶδον ἐμφανῶς;
s-280 τέθνηκεν, τάλαινα, τἀκείνου δέ σοι σωτήρἰ ἔρρει·
s-281 μηδὲν εἰς κεῖνόν γ̓ ὅρα.
s-282 τοῦ τάδ̓ ἤκουσας βροτῶν;
s-283 τοῦ γὰρ ἀνθρώπων ποτ̓ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
s-284 οὕτως ἔχει σοι ταῦτ̓·
s-285 ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
s-286 τοὺς θανόντας ἐξαναστήσω ποτέ;
s-287 οὐ γὰρ ὧδ̓ ἄφρων ἔφυν.
s-288 ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
s-289 ὁρῶ.
s-290 ἄκουε δή νυν βεβούλευμαι ποεῖν.
s-291 ἐγὼ δ̓ ἕως μὲν τὸν κασίγνητον βίῳ θάλλοντ̓ ἔτ̓ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτ̓ αὐτὸν πράκτοῤ ἵξεσθαι πατρός·
s-292 οὐδὲν γάρ σε δεῖ κρύπτειν μ̓ ἔτι.
s-293 ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν̓ ἐλπίδων βλέψασ̓ ἔτ̓ ὀρθήν;
s-294 πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δ̓ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
s-295 καὶ τῶνδε μέντοι μηκέτ̓ ἐλπίσῃς ὅπως τεύξει ποτ̓·
s-296 οὐ γὰρ ὧδ̓ ἄβουλός ἐστ̓ ἀνὴρ Αἴγισθος ὥστε σόν ποτ̓ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
s-297 ἀλλ̓ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσει τοῦ κασιγνήτου θ̓ ἅμα·
s-298 ἔπειτα δ̓, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει·
s-299 φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
s-300 τίς γάρ ποτ̓ ἀστῶν ξένων ἡμᾶς ἰδὼν τοιοῖσδ̓ ἐπαίνοις οὐχὶ δεξιώσεται·
s-301 ἐν τοῖς τοιούτοις ἐστὶν προμηθία καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
s-302 καὶ πρίν γε φωνεῖν, γυναῖκες, εἰ φρενῶν ἐτύγχαν̓ αὕτη μὴ κακῶν, ἐσῴζετ̓ ἂν τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
s-303 οὐκ εἰσορᾷς;

Text viewDownload CoNNL-U