s-106
| κἀγὼ μαθοῦσ̓ ἔληξ̓, ὁ δ̓ ἐσσύθη μόνος. |
s-107
| καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· |
s-108
| ἔσω δ̓ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τ̓ ἄγραν. |
s-109
| κἄπειτ̓ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα ̓ θώϋξεν· |
s-110
| ἐν δ̓ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετ̓ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. |
s-111
| καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον· |
s-112
| ἔπειτ̓ ἐμοὶ τὰ δείν̓ ἐπηπείλησ̓ ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετ̓ ἐν τῷ πράγματος κυροῖ ποτέ. |
s-113
| κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. |
s-114
| ὁ δ̓ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτ̓ αὐτοῦ πρόσθεν εἰσήκουσ̓ ἐγώ· |
s-115
| πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδ̓ ἀεί ποτ̓ ἀνδρὸς ἐξηγεῖτ̓ ἔχειν· |
s-116
| νῦν δ̓ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών· |
s-117
| φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. |
s-118
| ἢ οὐκ ἠκούσατε Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν; |
s-119
| ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών. |
s-120
| Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. |
s-121
| τί ποτε μενοινᾷ; |
s-122
| Τεῦκρον καλῶ. |
s-123
| ἢ τὸν εἰσαεὶ λεηλατήσει χρόνον, ἐγὼ δ̓ ἀπόλλυμαι; |
s-124
| ἁνὴρ φρονεῖν ἔοικεν. |
s-125
| ἀλλ̓ ἀνοίγετε. |
s-126
| τάχ̓ ἄν τιν̓ αἰδῶ κἀπ̓ ἐμοὶ βλέψας λάβοι. |
s-127
| ἰδού, διοίγω· |
s-128
| προσβλέπειν δ̓ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ. |
s-129
| οἴμ̓ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν. |
s-130
| δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει. |
s-131
| ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας, ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν, σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ̓· |
s-132
| εὔφημα φώνει· |
s-133
| μὴ κακὸν κακῷ διδοὺς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. |
s-134
| ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας; |
s-135
| ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα. |
s-136
| μή, δέσποτ̓ Αἴας, λίσσομαί σ̓, αὔδα τάδε. |
s-137
| οὐκ ἄψορρον ἐκνεμεῖ πόδα; |
s-138
| τί δῆτ̓ ἂν ἀλγοίης ἐπ̓ ἐξειργασμένοις; |
s-139
| οὐ γὰρ γένοιτ̓ ἂν ταῦθ̓ ὅπως οὐχ ὧδ̓ ἔχειν. |
s-140
| ἴδοιμι μήν νιν, καίπερ ὧδ̓ ἀτώμενος. |
s-141
| μηδὲν μέγ̓ εἴπῃς· |
s-142
| ὅταν κατεύχῃ ταῦθ̓, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου· |
s-143
| τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος; |
s-144
| ἀλλά μ̓ ἁ Διὸς ἀλκίμα θεὸς ὀλέθρἰ αἰκίζει. |
s-145
| ποῖ τις οὖν φύγῃ; |
s-146
| ποῖ μολὼν μενῶ; |
s-147
| εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ̓ ὁμοῦ πέλας, μώραις δ̓ ἄγραις προσκείμεθα, πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι. |
s-148
| τοῦτό τις φρονῶν ἴστω. |
s-149
| ὦ Σκαμάνδριοι γείτονες ῥοαί, εὔφρονες Ἀργείοις, οὐκέτ̓ ἄνδρα μὴ τόνδ̓ ἴδητ̓, ἔπος ἐξερῶ μέγ̓, οἷον οὔτινα Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ̓ ἀπὸ Ἑλλανίδος· |
s-150
| τανῦν δ̓ ἄτιμος ὧδε πρόκειμαι. |
s-151
| οὔτοι σ̓ ἀπείργειν οὐ δ̓ ὅπως ἐῶ λέγειν ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα. |
s-152
| τίς ἄν ποτ̓ ᾤεθ̓ ὧδ̓ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; |
s-153
| νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς· |
s-154
| τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω· |
s-155
| ὅτου πατὴρ μὲν τῆσδ̓ ἀπ̓ Ἰδαίας χθονὸς τὰ πρῶτα καλλιστεῖ̓ ἀριστεύσας στρατοῦ πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων· |
s-156
| ἐγὼ δ̓ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει οὐ δ̓ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, ἄτιμος Ἀργείοισιν ὧδ̓ ἀπόλλυμαι. |
s-157
| καίτοι τοσοῦτόν γ̓ ἐξεπίστασθαι δοκῶ· |
s-158
| εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, οὐκ ἄν τις αὔτ̓ ἔμαρψεν ἄλλος ἀντ̓ ἐμοῦ. |
s-159
| νῦν δ̓ αὔτ̓ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας ἔπραξαν, ἀνδρὸς τοῦδ̓ ἀπώσαντες κράτη. |
s-160
| κεἰ μὴ τόδ̓ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε δίκην κατ̓ ἄλλου φωτὸς ὧδ̓ ἐψήφισαν. |
s-161
| νῦν δ̓ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ ἤδη μ̓ ἐπ̓ αὐτοῖς χεῖῤ ἐπεντύνοντ̓ ἐμὴν ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον, ὥστ̓ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς· |
s-162
| εἰ δέ τις θεῶν βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα. |
s-163
| καὶ νῦν τί χρὴ δρᾶν; |
s-164
| ὅστις ἐμφανῶς θεοῖς ἐχθαίρομαι, μισεῖ δέ μ̓ Ἑλλήνων στρατός, ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε. |
s-165
| πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας μόνους τ̓ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ; |
s-166
| πῶς με τλήσεταί ποτ̓ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν; |
s-167
| ἀλλ̓ ὧδέ γ̓ Ἀτρείδας ἂν εὐφράναιμί που. |
s-168
| οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται· |
s-169
| ἀλλ̓ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. |
s-170
| πάντ̓ ἀκήκοας λόγον. |
s-171
| παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς. |
s-172
| ἐγὼ δ̓ ἐλευθέρου μὲν ἐξέφυν πατρός, εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν· |
s-173
| νῦν δ̓ εἰμὶ δούλη· |
s-174
| θεοῖς γὰρ ὧδ̓ ἔδοξέ που καὶ σῇ μάλιστα χειρί. |
s-175
| ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ̓ ἡμέρᾳ βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν. |
s-176
| καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ λόγοις ἰάπτων· |
s-177
| ἴδετε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ, οἵας λατρείας ἀνθ̓ ὅσου ζήλου τρέφει. |
s-178
| τοιαῦτ̓ ἐρεῖ τις· |
s-179
| σὺ γάρ μοι πατρίδ̓ ᾔστωσας δόρει, καὶ μητέῤ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας. |
s-180
| τίς δῆτ̓ ἐμοὶ γένοιτ̓ ἂν ἀντὶ σοῦ πατρίς; |
s-181
| ἐν σοὶ πᾶσ̓ ἔγωγε σῴζομαι. |
s-182
| ἀλλ̓ ἴσχε κἀμοῦ μνῆστιν· |
s-183
| ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. |
s-184
| χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ̓ ἀεί· |
s-185
| ὅτου δ̓ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ̓ ἔθ̓ οὗτος εὐγενὴς ἀνήρ. |
s-186
| αἰνοίης γὰρ ἂν τὰ τῆσδ̓ ἔπη. |
s-187
| καὶ κάρτ̓ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν. |
s-188
| ἀλλ̓ ὦ φίλ̓ Αἴας, πάντ̓ ἔγωγε πείσομαι. |
s-189
| κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. |
s-190
| καὶ μὴν φόβοισί γ̓ αὐτὸν ἐξελυσάμην. |
s-191
| ἢ τί μοι λέγεις; |
s-192
| ἀλλ̓ οὖν ἐγὼ ̓ φύλαξα τοῦτό γ̓ ἀρκέσαι. |
s-193
| ἐπῄνεσ̓ ἔργον καὶ πρόνοιαν ἣν ἔθου. |
s-194
| τί δῆτ̓ ἂν ὡς ἐκ τῶνδ̓ ἂν ὠφελοῖμί σε; |
s-195
| καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται. |
s-196
| τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν; |
s-197
| ὦ παῖ, πατὴρ καλεῖ σε. |
s-198
| δεῦρο προσπόλων ἄγ̓ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς. |
s-199
| ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων; |
s-200
| καὶ δὴ κομίζει προσπόλων ὅδ̓ ἐγγύθεν. |
s-201
| αἶῤ αὐτόν, αἶρε δεῦρο· |
s-202
| ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ̓ ἐμὸς τὰ πατρόθεν. |
s-203
| ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ̓ ἄλλ̓ ὅμοιος· |
s-204
| καὶ γένοἰ ἂν οὐ κακός. |
s-205
| καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ̓ οὐδὲν τῶνδ̓ ἐπαισθάνει κακῶν· |