Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 5 - 104 of 391 • previousnext

s-5 ᾔδη καλῶς, καί σ̓ ἐκτὸς αὐλείων πυλῶν τοῦδ̓ οὕνεκ̓ ἐξέπεμπον, ὡς μόνη κλύοις.
s-6 δηλοῖς γάρ τι καλχαίνουσ̓ ἔπος.
s-7 Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
s-8 εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
s-9 γὰρ νοεῖς θάπτειν σφ̓, ἀπόρρητον πόλει;
s-10 οὐ γὰρ δὴ προδοῦσ̓ ἁλώσομαι.
s-11 ἀλλ̓ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ̓ εἴργειν μέτα.
s-12 φρόνησον, κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ̓ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
s-13 ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
s-14 τρίτον δ̓ ἀδελφὼ δύο μίαν καθ̓ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ̓ ἐπαλλήλοιν χεροῖν.
s-15 νῦν δ̓ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ̓ ὀλούμεθ̓, εἰ νόμου βίᾳ ψῆφον τυράννων κράτη παρέξιμεν.
s-16 ἀλλ̓ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ̓ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
s-17 ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι·
s-18 τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
s-19 οὔ τ̓ ἂν κελεύσαιμ̓ οὔ τ̓ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ̓ ἂν ἡδέως δρῴης μέτα.
s-20 φίλη μετ̓ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ̓.
s-21 ἐκεῖ γὰρ αἰεὶ κείσομαι·
s-22 σοὶ δ̓, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ̓ ἀτιμάσασ̓ ἔχε.
s-23 ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
s-24 σὺ μὲν τάδ̓ ἂν προὔχοἰ·
s-25 ἐγὼ δὲ δὴ τάφον χώσουσ̓ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
s-26 οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
s-27 τὸν σὸν ἐξόρθου πότμον.
s-28 οἴμοι, καταύδα·
s-29 πολλὸν ἐχθίων ἔσει σιγῶσ̓, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
s-30 θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
s-31 ἀλλ̓ οἶδ̓ ἀρέσκουσ̓ οἷς μάλισθ̓ ἁδεῖν με χρή.
s-32 ἀλλ̓ ἀμηχάνων ἐρᾷς.
s-33 οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
s-34 ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
s-35 εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
s-36 ἀλλ̓ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο·
s-37 πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
s-38 ἀλλ̓ εἰ δοκεῖ σοι, στεῖχε·
s-39 στὰς δ̓ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα ἔβα, πρίν ποθ̓ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων πευκάενθ̓ Ἥφαιστον ἑλεῖν.
s-40 τοῖος ἀμφὶ νῶτ̓ ἐτάθη πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.
s-41 Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπ̓ ἄκρων ἤδη νίκην ὁρμῶντ̓ ἀλαλάξαι.
s-42 ἀντιτύπᾳ δ̓ ἐπὶ γᾷ πέσε τανταλωθεὶς πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων.
s-43 εἶχε δ̓ ἄλλᾳ τὰ μέν, ἄλλα δ̓ ἐπ̓ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος.
s-44 ἑπτὰ λοχαγοὶ γὰρ ἐφ̓ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, πατρὸς ἑνὸς μητρός τε μιᾶς φύντε καθ̓ αὑτοῖν δικρατεῖς λόγχας στήσαντ̓ ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω.
s-45 ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
s-46 ὅτ̓ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ̓ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ̓ ἀγχιστεῖα τῶν ὀλωλότων.
s-47 ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων ἀλλ̓ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
s-48 καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
s-49 τοιοῖσδ̓ ἐγὼ νόμοισι τήνδ̓ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπ̓ Οἰδίπου πέρι·
s-50 σοὶ ταῦτ̓ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει·
s-51 νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
s-52 τί δῆτ̓ ἂν ἄλλο τοῦτ̓ ἐπεντέλλοις ἔτι;
s-53 ἀλλ̓ ὑπ̓ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
s-54 ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
s-55 πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
s-56 ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·
s-57 τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
s-58 τλήμων, μενεῖς αὖ;
s-59 πῶς σὺ δῆτ̓ οὐκ ἀλγύνει;
s-60 τοιαῦθ̓ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
s-61 χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
s-62 τέλος γε μέντοι δεῦῤ ἐνίκησεν μολεῖν σοί.
s-63 κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ̓ ὅμως·
s-64 τί δ̓ ἐστὶν ἀνθ̓ οὗ τήνδ̓ ἔχεις ἀθυμίαν;
s-65 φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ·
s-66 δηλοῖς δ̓ ὥς τι σημανῶν νέον.
s-67 τὰ δεινὰ γάρ τοι προστίθησ̓ ὄκνον πολύν.
s-68 οὔκουν ἐρεῖς ποτ̓, εἶτ̓ ἀπαλλαχθεὶς ἄπει;
s-69 καὶ δὴ λέγω σοι.
s-70 τί φής;
s-71 τίς ἀνδρῶν ἦν τολμήσας τάδε;
s-72 οὐκ οἶδ̓·
s-73 ὅπως δ̓ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
s-74 ἦμεν δ̓ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μη δ̓ εἰργασμένῳ.
s-75 οὐ γὰρ εἴχομεν οὔ τ̓ ἀντιφωνεῖν οὔθ̓ ὅπως δρῶντες καλῶς πράξαιμεν.
s-76 στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
s-77 λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
s-78 τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
s-79 ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐ δ̓ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
s-80 ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
s-81 τοῦτο καὶ πόλεις πορθεῖ, τόδ̓ ἄνδρας ἐξανίστησιν δόμων·
s-82 τόδ̓ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματ̓ ἵστασθαι βροτῶν·
s-83 πανουργίας δ̓ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
s-84 ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ̓ ἐξέπραξαν ὡς δοῦναι δίκην.
s-85 ἀλλ̓ εἴπερ ἴσχει Ζεὺς ἔτ̓ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ̓ ἐπίστασ̓, ὅρκιος δέ σοι λέγω·
s-86 εἰπεῖν τι δώσεις στραφεὶς οὕτως ἴω;
s-87 οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
s-88 οἴμ̓ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
s-89 κόμψευέ νυν τὴν δόξαν·
s-90 ἀλλ̓ εὑρεθείη μὲν μάλιστ̓·
s-91 καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ̓ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
s-92 τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ̓ οἴδμασιν.
s-93 κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ̓ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ·
s-94 κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ̓ ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν οὔρειόν τ̓ ἀκμῆτα ταῦρον.
s-95 ἄπορος ἐπ̓ οὐδὲν ἔρχεται τὸ μέλλον·
s-96 Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·
s-97 νόσων δ̓ ἀμηχάνων φυγὰς ξυμπέφρασται.
s-98 μήτ̓ ἐμοὶ παρέστιος γένοιτο μήτ̓ ἴσον φρονῶν ὃς τάδ̓ ἔρδει.
s-99 ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε·
s-100 πῶς εἰδὼς ἀντιλογήσω τήνδ̓ οὐκ εἶναι παῖδ̓ Ἀντιγόνην.
s-101 τήνδ̓ εἵλομεν θάπτουσαν.
s-102 ὅδ̓ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
s-103 ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
s-104 ἄναξ, βροτοῖσιν οὐδέν ἔστ̓ ἀπώμοτον.

Text viewDownload CoNNL-U