Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 303 - 402 of 391 • previous

s-303 ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
s-304 οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
s-305 ὧν οὔ τε σοὶ μέτεστιν οὔ τε τοῖς ἄνω θεοῖσιν, ἀλλ̓ ἐκ σοῦ βιάζονται τάδε.
s-306 τούτων σε λωβητῆρες ὑστεροφθόροι λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
s-307 καὶ ταῦτ̓ ἄθρησον εἰ κατηργυρωμένος λέγω·
s-308 ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματ̓ κύνες καθήγνισαν θῆρες τις πτηνὸς οἰωνός, φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
s-309 ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
s-310 ἐπιστάμεσθα δ̓, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ̓ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτ̓ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
s-311 ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
s-312 εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
s-313 τί δῆτα χρὴ δρᾶν;
s-314 φράζε.
s-315 πείσομαι δ̓ ἐγώ.
s-316 ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον.
s-317 καὶ ταῦτ̓ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
s-318 συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
s-319 δρᾶ νυν τάδ̓ ἐλθὼν μη δ̓ ἐπ̓ ἄλλοισιν τρέπε.
s-320 ὧδ̓ ὡς ἔχω στείχοιμ̓ ἄν·
s-321 ἐγὼ δ̓, ἐπειδὴ δόξα τῇδ̓ ἐπεστράφη, αὐτός τ̓ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
s-322 δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον σῴζοντα τὸν βίον τελεῖν.
s-323 σὲ δ̓ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε λιγνύς, ἔνθα Κωρύκιαι στείχουσι νύμφαι Βακχίδες, Κασταλίας τε νᾶμα.
s-324 καί σε Νυσαίων ὀρέων κισσήρεις ὄχθαι χλωρά τ̓ ἀκτὰ πολυστάφυλος πέμπει, ἀμβρότων ἐπέων εὐαζόντων Θηβαΐας ἐπισκοποῦντ̓ ἀγυιάς·
s-325 τὰν ἐκ πασᾶν τιμᾷς ὑπερτάταν πόλεων ματρὶ σὺν κεραυνίᾳ·
s-326 Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα λαβών τε χώρας παντελῆ μοναρχίαν ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
s-327 καὶ νῦν ἀφεῖται πάντα.
s-328 τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ̓ ἐγὼ ζῆν τοῦτον, ἀλλ̓ ἔμψυχον ἡγοῦμαι νεκρόν.
s-329 πλούτει τε γὰρ κατ̓ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ̓ ἔχων·
s-330 ἐὰν δ̓ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ̓ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
s-331 τί δ̓ αὖ τόδ̓ ἄχθος βασιλέων ἥκεις φέρων;
s-332 τεθνᾶσιν.
s-333 καὶ τίς φονεύει;
s-334 λέγε.
s-335 Αἵμων ὄλωλεν·
s-336 αὐτόχειρ δ̓ αἱμάσσεται.
s-337 μάντι, τοὔπος ὡς ἄῤ ὀρθὸν ἤνυσας.
s-338 ὡς ὧδ̓ ἐχόντων τἄλλα βουλεύειν πάρα.
s-339 καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ δάμαρτα τὴν Κρέοντος.
s-340 ἐκ δὲ δωμάτων ἤτοι κλύουσα παιδὸς τύχῃ πάρα.
s-341 πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
s-342 κακῶν γὰρ οὐκ ἄπειρος οὖσ̓ ἀκούσομαι.
s-343 τί γάρ σε μαλθάσσοιμ̓ ἂν ὧν ἐς ὕστερον ψεῦσται φανούμεθ̓;
s-344 ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει πεδίον ἐπ̓ ἄκρον, ἔνθ̓ ἔκειτο νηλεὲς κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
s-345 τῷ δ̓ ἀθλίας ἄσημα περιβαίνει βοῆς ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ̓ ἔπος ἵησι δυσθρήνητον·
s-346 ἆρα δυστυχεστάτην κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
s-347 παιδός με σαίνει φθόγγος.
s-348 ἀλλὰ πρόσπολοι, ἴτ̓ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ ἀθρήσαθ̓, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον συνίημ̓ θεοῖσι κλέπτομαι.
s-349 τάδ̓ ἐξ ἀθύμου δεσπότου κελευσμάτων ἠθροῦμεν·
s-350 τλῆμον, οἷον ἔργον εἴργασαι·
s-351 τίνα νοῦν ἔσχες;
s-352 ἐν τῷ συμφορᾶς διεφθάρης;
s-353 ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
s-354 ἐκ δ̓ ὁρμωμένου πατρὸς φυγαῖσιν ἤμπλακ̓·
s-355 εἶθ̓ δύσμορος αὑτῷ χολωθείς, ὥσπερ εἶχ̓, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ̓ ὑγρὸν ἀγκῶν̓ ἔτ̓ ἔμφρων παρθένῳ προσπτύσσεται.
s-356 καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος.
s-357 τί τοῦτ̓ ἂν εἰκάσειας;
s-358 καὐτὸς τεθάμβηκ̓·
s-359 οὐκ οἶδ̓·
s-360 ἐμοὶ δ̓ οὖν τ̓ ἄγαν σιγὴ βαρὺ δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
s-361 ἀλλ̓ εἰσόμεσθα, μή τι καὶ κατάσχετον κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, δόμους παραστείχοντες·
s-362 ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ αἰαῖ αἰαῖ, ἔθανες, ἀπελύθης ἐμαῖς οὐ δὲ σαῖς δυσβουλίαις.
s-363 οἴμ̓ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
s-364 οἴμοι, ἔχω μαθὼν δείλαιος·
s-365 ἐν δ̓ ἐμῷ κάρᾳ θεὸς τότ̓ ἄρα τότε μέγα βάρος μ̓ ἔχων ἔπαισεν, ἐν δ̓ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
s-366 τί δ̓ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
s-367 γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
s-368 ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, τί μ̓ ἄρα τί μ̓ ὀλέκεις;
s-369 κακάγγελτά μοι προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
s-370 αἰαῖ, ὀλωλότ̓ ἄνδῤ ἐπεξειργάσω.
s-371 τί φής, παῖ;
s-372 τίν̓ αὖ λέγεις μοι νέον, αἰαῖ αἰαῖ, σφάγιον ἐπ̓ ὀλέθρῳ γυναικεῖον ἀμφικεῖσθαι μόρον;
s-373 ὁρᾶν πάρεστιν·
s-374 οἴμοι, κακὸν τόδ̓ ἄλλο δεύτερον βλέπω τάλας.
s-375 τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
s-376 ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δ̓ ἔναντα προσβλέπω νεκρόν.
s-377 δ̓ ὀξυθήκτῳ βωμία περὶ ξίφει λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
s-378 αἰαῖ αἰαῖ, ἀνέπταν φόβῳ.
s-379 τί μ̓ οὐκ ἀνταίαν ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
s-380 ποίῳ δὲ κἀπελύσατ̓ ἐν φοναῖς τρόπῳ;
s-381 ὤμοι μοι, τάδ̓ οὐκ ἐπ̓ ἄλλον βροτῶν ἐμᾶς ἁρμόσει ποτ̓ ἐξ αἰτίας.
s-382 ἴτω ἴτω, φανήτω μόρων κάλλιστ̓ ἔχων ἐμοὶ τερμίαν ἄγων ἁμέραν ὕπατος·
s-383 ἴτω ἴτω, ὅπως μηκέτ̓ ἆμαρ ἄλλ̓ εἰσίδω.
s-384 τῶν προκειμένων τι χρὴ μέλειν πράσσειν.
s-385 μέλει γὰρ τῶνδ̓ ὅτοισι χρὴ μέλειν
s-386 ἀλλ̓ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
s-387 μή νυν προσεύχου μηδέν·
s-388 ἄγοιτ̓ ἂν μάταιον ἄνδῤ ἐκποδών, ὅς, παῖ, σέ τ̓ οὐχ ἑκὼν κἄκτανον σέ τ̓ αὖ τάνδ̓, ὤμοι μέλεος, οὐ δ̓ ἔχω ὅπᾳ πρὸς πότερα κλιθῶ·
s-389 πολλῷ τὸ φρονεῖν εὐδαιμονίας πρῶτον ὑπάρχει.
s-390 χρὴ δὲ τά γ̓ εἰς θεοὺς μηδὲν ἀσεπτεῖν.
s-391 μεγάλοι δὲ λόγοι μεγάλας πληγὰς τῶν ὑπεραύχων ἀποτίσαντες γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.

Text viewDownload CoNNL-U