s-204
| ἀλλ̓ εἶκε καὶ θυμῷ μετάστασιν δίδου. |
s-205
| γνώμη γὰρ εἴ τις κἀπ̓ ἐμοῦ νεωτέρου πρόσεστι, φήμ̓ ἔγωγε πρεσβεύειν πολὺ φῦναι τὸν ἄνδρα πάντ̓ ἐπιστήμης πλέων· |
s-206
| εὖ γὰρ εἴρηται διπλῇ. |
s-207
| οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ φρονεῖν ὑπ̓ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; |
s-208
| ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; |
s-209
| οὐ δ̓ ἂν κελεύσαιμ̓ εὐσεβεῖν εἰς τοὺς κακούς. |
s-210
| οὐχ ἥδε γὰρ τοιᾷδ̓ ἐπείληπται νόσῳ; |
s-211
| οὔ φησι Θήβης τῆσδ̓ ὁμόπτολις λεώς. |
s-212
| πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; |
s-213
| ὁρᾷς τόδ̓ ὡς εἴρηκας ὡς ἄγαν νέος; |
s-214
| οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; |
s-215
| καλῶς γ̓ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. |
s-216
| ὅδ̓, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. |
s-217
| σοῦ γὰρ οὖν προκήδομαι. |
s-218
| οὐ γὰρ δίκαιά σ̓ ἐξαμαρτάνονθ̓ ὁρῶ. |
s-219
| ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; |
s-220
| οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν. |
s-221
| οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. |
s-222
| ἣ δ̓ οὖν θανεῖται καὶ θανοῦσ̓ ὀλεῖ τινα. |
s-223
| ἦ κἀπαπειλῶν ὧδ̓ ἐπεξέρχει θρασύς; |
s-224
| τίς δ̓ ἔστ̓ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; |
s-225
| κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. |
s-226
| εἰ μὴ πατὴρ ἦσθ̓, εἶπον ἄν σ̓ οὐκ εὖ φρονεῖν. |
s-227
| γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με. |
s-228
| βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν; |
s-229
| ἄγαγε τὸ μῖσος ὡς κατ̓ ὄμματ̓ αὐτίκα παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. |
s-230
| ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· |
s-231
| νοῦς δ̓ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. |
s-232
| δράτω· |
s-233
| τὼ δ̓ οὖν κόρα τώδ̓ οὐκ ἀπαλλάξει μόρου. |
s-234
| ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς; |
s-235
| εὖ γὰρ οὖν λέγεις. |
s-236
| μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; |
s-237
| ὁ δ̓ ἔχων μέμηνεν. |
s-238
| νικᾷ δ̓ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν. |
s-239
| ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα. |
s-240
| ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει. |
s-241
| οἴμοι γελῶμαι. |
s-242
| πατρῷον δ̓ ἐκτίνεις τιν̓ ἆθλον. |
s-243
| ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. |
s-244
| πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ̓ ἐγὼ μέτοικος ἔρχομαι. |
s-245
| σὲ δ̓ αὐτόγνωτος ὤλεσ̓ ὀργά. |
s-246
| ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι τὰν πυμάταν ὁδόν. |
s-247
| τὸν δ̓ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει. |
s-248
| ἆῤ ἴστ̓, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν ὡς οὐ δ̓ ἂν εἷς παύσαιτ̓ ἄν, εἰ χρείη λέγειν; |
s-249
| οὐκ ἄξεθ̓ ὡς τάχιστα; |
s-250
| καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ̓ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν εἴτ̓ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ· |
s-251
| νῦν δέ Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδ̓ ἄρνυμαι. |
s-252
| οὐ γάρ ποτ̓ οὔ τ̓ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, οὔ τ̓ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ̓ ἂν ᾐρόμην πόνον. |
s-253
| τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; |
s-254
| τοιῷδε μέντοι σ̓ ἐκπροτιμήσασ̓ ἐγὼ νόμῳ Κρέοντι ταῦτ̓ ἔδοξ̓ ἁμαρτάνειν καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. |
s-255
| τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; |
s-256
| ἀλλ̓ εἰ μὲν οὖν τάδ̓ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· |
s-257
| εἰ δ̓ οἵδ̓ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. |
s-258
| ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ ψυχῆς ῥιπαὶ τήνδε γ̓ ἔχουσιν. |
s-259
| τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύμαθ̓ ὑπάρξει βραδυτῆτος ὕπερ. |
s-260
| οἴμοι, θανάτου τοῦτ̓ ἐγγυτάτω τοὔπος ἀφῖκται. |
s-261
| θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. |
s-262
| λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα. |
s-263
| ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· |
s-264
| ζεύχθη δ̓ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. |
s-265
| οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος. |
s-266
| κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. |
s-267
| παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τ̓ ἠρέθιζε Μούσας. |
s-268
| κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· |
s-269
| ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντασ̓ Ἐρεχθειδᾶν, τηλεπόροις δ̓ ἐν ἄντροις τράφη θυέλλαισιν ἐν πατρῴαις Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς. |
s-270
| Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύ̓ ἐξ ἑνὸς βλέποντε· |
s-271
| τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. |
s-272
| ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. |
s-273
| οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. |
s-274
| τοιγὰρ δἰ ὀρθῆς τήνδ̓ ἐναυκλήρεις πόλιν. |
s-275
| ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. |
s-276
| φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. |
s-277
| ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. |
s-278
| γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. |
s-279
| εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵν̓ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ̓ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. |
s-280
| καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· |
s-281
| πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. |
s-282
| εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· |
s-283
| τοιαῦτα παιδὸς τοῦδ̓ ἐμάνθανον πάρα, φθίνοντ̓ ἀσήμων ὀργίων μαντεύματα. |
s-284
| καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. |
s-285
| κᾆτ̓ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παῤ ἡμῶν οὐ δὲ μηρίων φλόγα, οὐ δ̓ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. |
s-286
| ταῦτ̓ οὖν, τέκνον, φρόνησον. |
s-287
| ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· |
s-288
| ἐπεὶ δ̓ ἁμάρτῃ, κεῖνος οὐκέτ̓ ἔστ̓ ἀνὴρ ἄβουλος οὐ δ̓ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μη δ̓ ἀκίνητος πέλῃ. |
s-289
| αὐθαδία τοι σκαιότητ̓ ὀφλισκάνει. |
s-290
| ἀλλ̓ εἶκε τῷ θανόντι μη δ̓ ὀλωλότα κέντει· |
s-291
| εὖ σοι φρονήσας εὖ λέγω. |
s-292
| εὖ γὰρ οἶδ̓ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. |
s-293
| πίπτουσι δ̓, ὦ γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματ̓ αἴσχῤ, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. |
s-294
| ἆῤ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, |
s-295
| ποῖον τοῦτο πάγκοινον λέγεις; |
s-296
| ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. |
s-297
| οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. |
s-298
| καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. |
s-299
| τὸ δ̓ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. |
s-300
| ἆῤ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; |
s-301
| οἶδ̓· |
s-302
| ἐξ ἐμοῦ γὰρ τήνδ̓ ἔχεις σώσας πόλιν. |
s-303
| ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. |